Καὶ τοῦτο πολλάκις ἡ πεῖρα παρέστησεν· ὅτι ἀφ’ οὗπερ χριστιανοὶ ἐπεκλήθημεν, πατριάρχαι πολλοί, καὶ βασιλεῖς σὺν αὐτοῖς, αἱρεσιῶται γεγόνασι, καὶ τούτοις συναπήχθησάν τινες τῶν ὑπ’ αὐτούς· ἡ μέντοι πίστις ἀσάλευτος ἔμεινε· τί μὴ λέγω τὰς νίκας αὐτῆς καὶ τὰ τρόπαια; ὅτι πολλάκις ἐν ταὐτῷ καὶ βασιλεῖς, καὶ τύραννοι, καὶ σατράπαι, καὶ τοπάρχαι, καὶ σοφοὶ καὶ ῥήτορες, καὶ ταύτης ἀλλότριοι καὶ οἰκεῖοι, ὁρμῇ πάσῃ κατ’ αὐτῆς ἔπνευσαν, ἀλλ’ οἱ μὲν γεγόνασιν ὡσεὶ κόπρος τῇ γῇ, καὶ ὡς καπνὸς διελύθησαν, ἡ δὲ ἀκλόνητος ἵσταται· ἡ γὰρ ἐν τῷ συμβόλῳ ἡμετέρα ὁμολογία, καὶ τοῦ Δανιὴλ φωνή, καὶ τοῦ Γαβριήλ, οὐ διαπεσεῖται· καὶ ἀψευδὴς ὁ εἰπών, ἄρ’ ἐλθὼν ὁ Υἱὸς τοῦ Θεοῦ εὑρήσει τὴν πίστιν. Ὥστε καὶ νῦν, εἴ τις ἡμῶν βουληθῇ τὸ σέβας ἐξομόσασθαι, αὐτὸς μὲν ἑαυτὸν τῆς τῶν ὀρθοδόξων ὁλομελείας μερίσει, τῆς μέντοι πίστεως ἡμῶν ταύτης ἀνθέξονται, μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, Ῥωμαῖοι, Ἴβηρες, Κόλχοι, Ἀλβανοί, Ἀλανοί, Ἀβασγοί, Ζίκχοι, Πόντιοι, Ῥῶσοι, Δᾶκες, Ἰάζυγες, Μυσοί, Τριβαλλοί, Ἀλβανῖται, Νησιῶται, Σύροι, καὶ Μελχοί, Αἰθιόπων μητροπόλεις πέντε πρὸς ταῖς ἑβδομήκοντα, καὶ Ἰνδῶν μερὶς οὐ μικρά. Ἢ τί χρὴ καταλέγειν ἐθνῶν ἀγέλας, ὄπου οὐκ ἐν ὀνόμασι, καὶ ῥήμασι, καὶ λόγων πλοκαῖς, ἀλλ’ ἐν πράγμασι, μᾶλλον δὲ ὑπὲρ τὰ πράγματα πάντα, ἐστὶν ἡμῖν ἡ εὐσέβεια;