Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Διαλεκτική αναίρεση των δυτικών προτάσεων και κατακλείδα του έργου

Συστηματική λογική και δογματική εξέταση των συνεπειών της ταύτισης Πατρός και Υιού ως προβολέων, έλεγχος των πολλαπλών αιτίων και τελικό συμπέρασμα των διαλόγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 10 από 10

Εἰ γὰρ πᾶν δένδρον ἐκ τοῦ καρποῦ γνωρίζεται, ὥς φησιν ἡ ἀλήθεια, εἰ ἄρα σῦκον ὁ καρπός, συκῆ πάντως τὸ δένδρον τὸ τοῦτο προενεγκόν· εἰ δὲ μὴ σῦκον ἀλλὰ τρίβωλος, οὐκ ἂν εἴη κατ’ οὐδένα τρόπον ἡ τούτου ῥίζα συκῆ· συκῆ γὰρ σῦκα, οὐχὶ τριβώλους φέρει· καὶ εἰ τὸ συμπέρασμα ψευδές, οὐκ ἂν αἱ προτάσεις ἀμφότεραι ἀληθεῖς εἶεν ἐξ ὧν τοῦτο συνάγεται, ἀλλ’ ἢ τὴν ἑτέραν, ἢ ἀμφοτέρας ἀνάγκη μετὰ τοῦ ψεύδους ἵστασθαι· ψεῦδος γὰρ ψεῦδος γεννᾷ, οὐκ ἀλήθειαν· καὶ ἀλήθειαν, οὐχὶ ψεῦδος συνίστησιν ἡ ἀλήθεια· ὅτι δὲ τὸ συμπέρασμα τοῦτο οὐκ ἀληθές, ἤγουν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, οὕτω κ̣αὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει καθάπερ ἐξ αὐτοῦ τοῦ Πατρός, καὶ πολλαχόθεν τοῖς αἱρουμένοις σκοπεῖν, κἀντεῦθεν δῆλον. Ἐπὶ τῆς θείας Τριάδος ἄλλος ἐστὶν ὁ Πατὴρ καθ’ αὑτόν, καὶ ἄλλος ἰδίως ὁ προβολεύς, ἢ ὁ αὐτὸς καὶ εἶς Πατήρ, καὶ προβολεύς ἐστι καὶ Πατήρ;

Ο ΠΡΕΣ. Ἄλλος ἐστὶν ὁ εἶς Πατὴρ καθ’ αὑτόν, καὶ ἄλλος ἰδίως ὁ εἶς προβολεύς· λέγω δὲ καθ’ ἡμᾶς. ΙΩΣ. Λοιπόν, οὐκ ἔστιν ὁ Πατὴρ προβολεύς, καὶ ψεύδονται οἱ κηρύττοντες θεολόγοι, τὸν αὐτὸν εἶναι Πατέρα καὶ προβολέα, καὶ πλανῶνται οἱ πιστεύοντες πάντες, τοῦτον αἴτιον εἶναι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· εἰ δὲ ὁ αὐτὸς καὶ εἶς ἐστι καὶ προβολεὺς καὶ Πατήρ, οὐκοῦν ὥσπερ μόνος ἐστὶ Πατήρ, οὕτω καὶ μόνος ἐστὶ προβολεύς· καὶ ὁ Υἱὸς ὥσπερ οὐκ ἔστι Πατήρ, οὕτως οὐδὲ προβολεύς ἐστι καθ’ ὑπόστασιν.

Ο ΠΡΕΣ. Εἶπες, ἤκουσα, πρόσχες, ὅτι μόνος μέν ἐστι Πατὴρ ὁ Πατήρ, οὐ μόνος δὲ προβολεύς. ΙΩΣ. Λοιπὸν τὸ μὲν Πατὴρ εἶναι κυρίως ἔχει καὶ μόνος, τὸ δὲ προβολεὺς εἶναι, οὔτε μόνος, οὔτε κυρίως· καὶ οἱ δοξάζοντες τοῦτον μόνον κυρίως Πατέρα εἶναι καὶ προβολέα οὐκ ἀληθεύουσιν.

Ο ΠΡΕΣ. Ἵνα τί οὕτω θηρολεκτεῖς; ΙΩΣ. Ὅτι σὺ οὕτω κενοφωνεῖς· ὅτι δὲ κατ’ Ἰταλοὺς ἄλλος ἐστὶν ὁ εἷς Πατήρ, καὶ ἄλλος ἐστὶν ὁ εἶς προβολεύς, πρόδηλον· ὁ μὲν γὰρ εἶς Πατήρ, Πατήρ ἐστι μόνον, οὐ μὴν καὶ Υἱός· ὁ δὲ εἶς προβολεὺς κατ’ αὐτούς, οὐχὶ Πατήρ ἐστι μόνον, ἀλλὰ Πατὴρ καὶ Υἱός. Πάλιν, ὁ ἐν τοῖς θείοις προσώποις πιστευόμενος εἶς προβολεύς, ὁ αὐτός ἐστι καὶ προβολεὺς καὶ Πατὴρ καὶ Υἱός; ἢ ἄλλος ἐστὶν ὁ Πατήρ, καὶ ἄλλος ὁ Υἱός, καὶ ἄλλος ὁ καθ’ ὑπόστασιν τοῦ θείου Πνεύματος προβολεύς; ἢ ὁ ἐν τούτοις μόνος Πατήρ, καὶ μόνος Πατήρ, καὶ μόνος ἐστὶ προβολεύς.

Ο ΠΡΕΣ. Ἐπίσχες μικρὸν ὅσον ὅσον. ΙΩΣ. Ἵνα τί ἔνθεν κἀκεῖθεν περινοστεῖς; ὧδε πρὸς τὸν λόγον κατ’ ἔπος ἀπάντησον· εἰ μὲν γὰρ ὁ αὐτὸς καὶ εἶς προβολεύς, καὶ προβολεύς ἐστι καὶ Πατὴρ καὶ Υἱός, καὶ γεννηθήσεται ἄρα ὁ αὐτὸς καὶ εἶς προβολεύς, καὶ γεννήσει, καὶ ἐκπορεύσει· καὶ τρία πρόσωπα οὖτος ἔσται, καὶ ἕν· εἰ δὲ ἄλλος ἐστὶν ὁ εἶς Πατήρ, καὶ ἄλλος ὁ εἶς Υἱός, καὶ ἄλλος ὁ εἶς προβολεύς, οὔτε ὁ εἶς Υἱὸς λοιπόν, οὔτε ὁ εἶς Πατὴρ ἐκπορεύει τὸ Πνεῦμα καθ’ ὕπαρξιν, ἀλλὰ μόνος ἐκεῖνος ὁ εἶς προβολεύς, ὁ ἄλλος παρὰ τὸν ἕνα Πατέρα, καὶ τὸν ἕνα Υἱόν· καὶ τούτου κειμένου, οὔτε ἐκ τοῦ Πατρός, οὔτε ἐκ τοῦ Υἱοῦ, οὔτε ἐξ ἀμφοῖν προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· εἰ δὲ ὁ ἐν τούτοις μόνος Πατήρ, καὶ μόνος ἐστὶ Πατήρ, καὶ μόνος ἐστὶ προβολεύς, τὸ συμπέρασμα πρόδηλον.

Ο ΠΡΕΣ. Ἐπίμεινον καὶ ὄψει. ΙΩΣ. Αὗθις ὁ Πατὴρ ἀφ’ ἑαυτοῦ μόνου γεννᾷ τὸν Υἱόν, καὶ προβάλλει τὸ Πνεῦμα; ἢ καὶ παρ’ ἄλλου τὸ γεννᾶν τὸν Υἱόν, καὶ τὸ προβάλλειν τὸ Πνεῦμα πλουτεῖ; ἢ τὴν μὲν τοῦ Υἱοῦ γέννησιν ἀφ’ ἑαυτοῦ ἔχει μόνου, τὴν δὲ τοῦ Πνεύματος ἐκπόρευσιν καὶ ἐξ αὐτοῦ, καὶ ἐξ ἄλλου;

Ο ΠΡΕΣ. Ἀφ’ ἑαυτοῦ μόνου προσωπικῶς καὶ ἀμφοτέρας τὰς τῶν ἐξ αὐτοῦ ταύτας προόδους πλουτεῖ. ΙΩΣ. Οὐκοῦν τὸ παρ’ ἡμῶν ζητούμενον συμπέρασμα πεπεράτωται, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται· εἰ δὲ καὶ παρ’ ἑαυτοῦ καὶ παρ’ ἄλλου τὸ γεννᾶν τὸν Υἱόν, καὶ τὸ προβάλλειν τὸ Πνεῦμα πλουτεῖ, καὶ τοῦ Υἱοῦ ἄρα δύο πατέρες, καὶ τοῦ Πνεύματος δύο οἱ προβολεῖς, ὅ τε Πατὴρ αὑτός, καὶ ὁ τοῦ Πατρὸς συναίτιος πρὸς τὰ ἐξ αὐτοῦ προϊόντα προσωπικῶς.

Ο ΠΡΕΣ. Ἀλλὰ τὴν μὲν τοῦ Υἱοῦ γέννησιν ὁ Πατὴρ ἐξ αὑτοῦ ἔχει μόνον, τὴν δὲ τοῦ Πνεύματος ἐκπόρευσιν, καὶ ἀφ’ ἑαυτοῦ κέκτηται, καὶ ἐξ ἄλλου. ΙΩΣ. Λοιπὸν οὕτω τούτου πιστευομένου, ἐπεὶ ὁ Υἱὸς καὶ τοῦθ’ ὅπερ ἐστὶ καὶ πιστεύεται τὸ εἶναι Υἱός, καὶ τὸ καθ’ ὑμᾶς προβολεὺς εἶναι τοῦ Πνεύματος, ἐκ τοῦ Πατρὸς ἔχει μόνον, φανερὸν ὅτι ὁ Πατὴρ μόνος ἐστὶ καὶ ἰδίως καὶ ἀρχοειδῶς καὶ κυρίως, τοῦ τε Υἱοῦ ἄμα καὶ τοῦ ἁγίου Πνεύματος αἴτιος· ὅτι καὶ ἀφ’ ἑαυτοῦ μόνου ὁλικῶς προβάλλει τὸ Πνεῦμα, καὶ τοῦ κατὰ προβολέως, δηλαδὴ τοῦ Υἱοῦ, αὑτὸς μόνος ἐστὶ καθ’ αὑτόν, καὶ ἄναρχος, καὶ ἀγέννητος, καὶ ἀναίτιος αἴτιος.

Ο ΠΡΕΣ. Καὶ πῶς τινες τῶν ἡμετέρων, καὶ ἐκ τοῦ Υἱοῦ φασιν αὐτὸ ἐκπορεύεσθαι; ΙΩΣ. Τηνικαῦτα λύσομέν σοι τὰς ἀπορίας, ἡνίκα τοῖς μεθ’ ἡμῶν τεταγμένοις τετάξῃ· ὡς ἕως ἂν τοῖς ἡμῖν διαφερομένοις περὶ τὸ δόγμα· πρόμαχος ᾖς, ἀπορεῖν σε πάντα, ἢ ἐπίστασθαί τι βουλόμεθα.

Διατί δὲ μὴ πρὸς ἔπος ἀπαντᾷς, ἀλλ’ ἕτερον ἀνθ’ ἑτέρου προβάλλῃ; Ο ΠΡΕΣ. Μετ’ ὀλίγον ἀκούσῃ. ΙΩΣ. Ἔτι, ὁ ἐν τοῖς θείοις προσώποις λεγόμενος προβολεύς, πρόσωπον οὗτός ἐστι καθ’ αὑτὸν θεωρούμενον, ἢ οὐχὶ πρόσωπον καθ’ αὑτό; εἰ μὲν οὐκ ἔστι πρόσωπον οὗτος, περὶ τοῦ μὴ ὄντος ἐν τῇ θείᾳ Τριάδι προσώπου, ἡμῖν ὀλίγη φροντίς· οὐδὲ γὰρ αἴτιον ἔσται θείου προσώπου, τὸ μὴ πρὶν καθ’ αὑτὸ αὐθυπόστατον πρόσωπον· εἰ δὲ πρόσωπον οὗτός ἐστιν, ἢ τῷ πατρικῷ μόνῳ προσώπῳ ἔσται ταὐτόν, ἢ τῷ υἱϊκῷ μόνῳ, ἢ τοῖς δυσὶ προσώποις, ἢ οὐδενὶ τούτων ταὐτόν· εἰ μὲν οὖν μόνῳ τῷ πατρικῷ, εὕρηται τὸ ζητούμενον, εἰ δὲ μόνῳ τῷ υἱϊκῷ, καὶ Υἱὸς ἔσται, καὶ προβολεὺς ὁ αὐτός· εἰ δὲ καὶ τοῖς δυσὶ προσώποις ταὐτόν, καὶ Πατὴρ λοιπὸν ἔσται ὁ αὐτὸς καὶ Υἱός, καὶ συνάδελφος, καὶ πατράδελφος· εἰ δὲ οὐδενὶ τούτων ταὐτόν, λοιπὸν οὔτε Πατήρ ἐστιν, οὔτε Υἱὸς ὁ αὐτός· καὶ τούτου κρατοῦντος, οὐκ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Ἔτι, ὁ εἶς προβολεὺς ἐν τοῖς θείοις, ἣ ἓν ἔσται πρόσωπον αὐτὸ καθ’ αὑτό, ἢ ὁ αὐτὸς καὶ εἷς μόνος ἰδίως, δύο ἐστὶ πρόσωπα διακεκριμένα καθ’ ἑαυτά, ἢ οὔτε δύο ἐστὶ πρόσωπα, οὔτε ἕν, ἀλλὰ δύναμις μία κοινὴ Πατρὸς καὶ Υἱοῦ· καὶ ἵνα μὴ μακρηγοροῦντες φορτικοί τισι δόξωμεν, αὐτὸς καὶ τὰ ἐκ τῶν λόγων τικτόμενα, τούτων ἐχόμενα δίειμι.

Εἰ μὲν οὖν ἔν ἐστι πρόσωπον καὶ αὐτός, ἐπεὶ καὶ ὁ Πατὴρ ἕν ἐστι πρόσωπον, καὶ ὁ Υἱὸς ἄλλο πρόσωπον, καὶ τὸ ἅγιον Πνεῦμα παρὰ ταῦτα ἕτερον πρόσωπον, τὸ θεῖον ὄνομα ἡ Τριὰς ἡμῖν τετρὰς ἀναφαίνεται· εἰ δὲ δύο πρόσωπα διακεκριμένα ὁ εἷς ἐστι προβολεύς, καθὼς δοκεῖ καὶ Θωμᾷ, ταῦτα δὲ ὁ Πατήρ ἐστι καὶ ὁ Υἱὸς ἅμα· ἐπείπερ δύο τὰ πρόσωπα, δύο ἄρα τὰ τοῦ Πνεύματος αἴτια· εἰ δὲ μήτε ἕν ἐστι πρόσωπον ὁ εἷς προβολεύς, μήτε δύο, ἀλλὰ δύναμις μία κοινὴ Πατρὸς καὶ Υἱοῦ· αὕτη δὲ οὔτε οὑσία ἐστίν, οὔτε μορφή, οὔτε φύσις, οὔτε χαρακτήρ, οὔτε ἄτομον, οὔτε ὑπόστασις, οὔτε πρόσωπον· λοιπὸν οὔτε ὁ Πατήρ, οὔτε ὁ Υἱὸς ἐκπορεύει τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἡ κοινὴ τούτων δύναμις. Ἔτι, εἴπερ ἐκ μόνου τοῦ Πατρός, καθὸ Πατρός, τὸ Πνεῦμα τὸ ἅγιον καθ’ ὑπόστασιν ἐκπορεύεται, ἵνα μὴ καὶ Υἱὸς τοῦ Πατρός, καὶ ἀδελφὸς τοῦ Υἱοῦ νομίζηται πρός τινος, οὔτε ἐκ μόνου τοῦ Υἱοῦ, ἵνα μὴ καὶ ἔγγονος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ Υἱὸς ὑποπτεύηται, ἀλλ’ ἐκ μόνου τοῦ ἑαυτοῦ προβολέως, καθὸ προβολέως, ἵνα πρόβλημα μόνον δοξάζηται· ὁ δὲ εἷς προβολεύς, ἄλλος τίς ἐστι παρὰ τὸν ἕνα Πατέρα, καὶ ἕτερός τις παρὰ τὸν ἕνα Υἱόν, ὅτι δύναμις οὖτός ἐστι καθ’ ὑμᾶς οὐχ ὑπόστασις· τὸ Πνεῦμα τὸ ἅγιον ἄρα προσωπικῶς οὐδοπωσοῦν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται.

Ἔτι, τὸ ἐν τῇ θείᾳ Τριάδι πιστευόμενον ἓν πρόσωπον ὁ Υἱός, τὸ αὐτό ἐστι καὶ προβολεὺς καὶ Υἱός; ἢ ἄλλος ἐστὶν ὁ Υἱὸς ἰδίως, καὶ ἄλλος ὁ προβολεὺς καθ’ αὑτόν; Ο ΠΡΕΣ. Τὸ αὐτό ἐστι καὶ ὁ προβολεὺς καὶ ὁ Υἱός.

ΙΩΣ. Πρόσχες τί λέγεις· ὄρα τί φής· μέγαν ὠλίσθησας ὄλισθον· εἰ γὰρ οὐκ ἄλλος ἐστὶν ὁ Υἱὸς ἰδίως, καὶ ἄλλος ὁ προβολεὺς καθ’ αὑτόν, ἔστι δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καθ’ ὑμᾶς εἷς προβολεύς, οὐχὶ δύο· ἄρα ὁ ἐν τῇ θείᾳ Τριάδι μόνος Υἱός, καὶ προβολεύς ἐστι καὶ Πατὴρ καὶ προβολεύς· καὶ ὁ μόνος Πατήρ, καὶ προβολεύς ἐστι καὶ Υἱὸς καὶ Πατήρ.

Ο ΠΡΕΣ. Περὶ τούτων ἴσως τῇ συνόδῳ μελήσει διακρῖναι σαφέστερον, εἴπερ τάχιον συνελθεῖν ταύτην ὁ τῶν ὅλων εὐδοκοίη Θεός. ΙΩΣ. Καὶ μὴν εἴπερ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ Υἱὸς μόνον ἐστίν, οὐχὶ καὶ Πατήρ· ὁ δὲ τοῦ Πνεύματος προβολεύς, καθ’ ὑμᾶς, οὐχ Υἱός ἐστι μόνον, ἀλλ’ Υἱὸς καὶ Πατήρ· ἄλλος ἄρα ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἄλλος ὁ τοῦ Πνεύματος προβολεὺς καθ’ ὑπόστασιν· καὶ οἱ τὸν Υἱὸν λέγοντες προβολέα οὐκ ἀληθεύουσι. Πρὸς δέ, εἴπερ τοῦ μὲν Υἱοῦ μόνος αἴτιός ἐστιν ὁ Πατήρ, τοῦ δὲ Πνεύματος οὐ μόνος, ἀλλὰ μετά τινος· οὗτοι δὲ δύο· οἱ δύο πάντως ἄλλο τι τοῦ ἑνὸς ὄντες, δύο ἐπὶ τῆς θείας Τριάδος αἰτίους εἰσάγουσι· τοὐτέστι τὸν ἕνα Πατέρα τοῦ ἑνὸς Υἱοῦ ἕνα αἴτιον, καὶ τὸν ἕνα προβολέα, ἄλλο τι ὄντα παρὰ τὸν ἕνα Πατέρα, τοῦ ἑνὸς Πνεύματος ἄλλον αἴτιον· καὶ τὸ ἐκ τούτων ἑπόμενον πρόδηλον· ὅτι δύο θεότητες αἴτιοι. Ἔτι, ἐπεὶ ὁ εἷς προβολεὺς καθ’ ὑμᾶς οὔτε ὁ Πατήρ ἐστι μόνος, οὔτε ὁ Υἱὸς καθ’ αὑτόν, ἀλλὰ τὸ συναμφότερον τούτων, καθ’ ἕνωσιν, ἢ σύναψιν, ἢ συναίρεσιν, ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἤγουν· λοιπὸν ὁ αὑτὸς καὶ εἷς προβολεύς, καὶ δύο τινὰ ἔσται κατά τι διῃρημένως, καὶ ἓν πάλιν ἐκ δυοῖν συνερχόμενος· καὶ τρία, καὶ δύο, καὶ ἕν, ὅπερ ἄτοπον.

Ἔτι, ἐπείπερ ὁ ἐν τῇ θείᾳ Τριάδι Πατὴρ μόνον γεννᾷ, οὐ μὴν καὶ γεννᾶται· ὁ δὲ Υἱὸς τούτου οὐ γεννᾷ· καὶ ὁ μὲν τοῦ Θεοῦ Υἱὸς μόνος ἐστὶ γεννητὸς ἐν αὑτῇ, ὁ δὲ Πατὴρ ἀγέννητος εἶναι παρὰ πᾶσι δοξάζεται· εἰσὶ δέ, καθὼς ὑμεῖς λέγετε, καὶ ἀμφότεροι προβολεῖς τοῦ Πνεύματος καθ’ ὑπόστασιν, πᾶσα ἀνάγκη ἐν τοῖς θείοις προσώποις, ἢ ἕνα τὸν προβολέα ἐκ δυοῖν συνιστάμενον, ἢ δύο προβολεῖς διαφόρους τοῦ Πνεύματος· καὶ γεννῶν ἔσται ὁ αὐτὸς καὶ εἷς προβολεὺς καὶ γεννώμενος, καὶ γεννητὸς καὶ ἀγέννητος.

Ἔτι, ἐπεὶ ὁ μὲν εἷς Πατὴρ ἐν τῇ θείᾳ Τριάδι ὅλος γεννᾶν καὶ ὅλος προβάλλειν παρὰ πᾶσι πιστεύεται, ὁ δὲ εἷς προβολεύς, τοὐτέστιν ὁ Πατὴρ καὶ ὁ Υἱός, καθ’ ὑμᾶς, οὔτε ὅλος γεννᾷ, οὔτε ὅλος προβάλλει, ἀλλὰ τὸ μὲν αὐτοῦ καὶ γεννᾷ καὶ προβάλλει ὁ Πατὴρ μόνον, τὸ δὲ προβάλλει μόνον οὐ μὴν καὶ γεννᾷ, ὁ Υἱὸς δηλονότι· ἄλλος λοιπὸν ὁ γεννῶν, καὶ ἄλλος ὁ μὴ γεννῶν προβολεύς· εἰ δὲ τοῦτο, καὶ δύο οἱ τοῦ Πνεύματος αἴτιοι, καὶ τετρὰς τὸ παρ’ ὑμῶν πρεσβευόμενον· ὃν γὰρ τρόπον τὸ καθ’ ὕπαρξιν ἀδιαφόρως ἐξ ἑνὸς μόνου προσώπου προερχόμενον πρόσωπον, πάσαις ψήφοις, ἓν μόνον ἔχει τῆς ἰδίας προόδου τὸ αἴτιον, οὕτω πάσαις ἀνάγκαις, τὸ διαφόρως ἐκ δυοῖν προσωπικῶς προϊὸν δύο ἔχει τὰ αἴτια· καὶ ὃν τρόπον ὁ Υἱὸς τοῦ Θεοῦ, εἰ ἐκ τοῦ Πατρὸς γεννηθήσεται καὶ τοῦ Πνεύματος, ἐξ ἅπαντος τρόπου δύο ἕξει πατέρας, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύηται, κατὰ πᾶσαν ἀνάγκην δύο ἕξει προβάλλοντας· καὶ ὃν τρόπον εἰ δύο εἶεν ἐν τῇ θείᾳ Τριάδι πατέρες, δύο εἰσὶν ἐν ταύτῃ θεοί, τὸν ἴσον τρόπον, εἰ δύο εἷεν ἐν ταύτῃ προβάλλοντες, καὶ δύο ἀρχαί, καὶ δύο Θεοί.

Ἔτι ἐπεί, ὃν ὑμεῖς λέγετε προβολέα τοῦ Πνεύματος, οὐκ ἔστι πρόσωπον ἓν τῆς ἁγίας Τριάδος, οὔτε τινὶ τῶν ταύτης προσώπων οὖτος ταὐτόν, οὔτε συμπεριείληπται ὅλως, οὔτε συναριθμεῖται ταύτῃ προσωπικῶς, μόνοις δὲ δυσὶ προσώποις προσεῖναι ψιλαῖς ἐπινοίαις παρ’ ὑμῶν ἀναπλάττεται· λοιπὸν ἐν τοῖς θείοις προσώποις οὐδέν ἐστι προβολεὺς τοῦ Πνεύματος καθ’ ὑπόστασιν.

ΠΡΕΣ. Ἀλλὰ ταῦτα πάντα εἵπετο ἂν κατὰ σέ, εἴπερ τῷ τοῦ προβολέως προσώπῳ, τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μὴ συνήρχετο πρόσωπα· ἐπεὶ δὲ ὁ τὸν προβολέα εἰπών, τὸν Πατέρα εὐθὺς καὶ τὸν Υἱὸν συνωνόμασεν· ὁ γὰρ Πατὴρ καὶ ὁ Υἱὸς ὁ εἷς ἐστι προβολεύς, καὶ τὸ προβαλλόμενον δὲ Πνεῦμα τούτοις συμπεριείληπται, ἄπερ τὴν θείαν Τριάδα εἰσάγει, ἀπλήθυντον καθ’ αὑτὴν καὶ ἀμείωτον, πρόδηλον ὅτι ἐκφεύγει σου τὰς τῶν λόγων λαβὰς ὁ καθ’ ἡμᾶς προβολεύς, καὶ λαθών σε τοῖς θείοις προσώποις ἐστὶ συναρίθμιος.

ΙΩΣ. Πότερον; ὅτι ὁ προβολεὺς οὑτοσί, ὥσπερ τὸ ὅλον ἐστὶ προβολεύς, οὕτω καὶ τὸ ὅλον ἐστὶ Πατήρ, καὶ τὸ ὅλον Υἱός; ἢ ὅτι ἕκαστον τῶν θείων προσώπων, κἂν τοῖς λοιποῖς συνεισέρχηται, ἀμιγῆ πάντῃ πρὸς τὰ λοιπὰ τηρεῖ τὴν ἑαυτοῦ ἰδιότητα; εἰ μὲν τὸ πρῶτον, καὶ ἄμφω τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρόσωπα προβολεῖς, καὶ ἄμφω πατέρες, καὶ ἄμφω υἱοί· εἰ δὲ τὸ δεύτερον, τὰ πολυΰμνητα πρόσωπα τῆς Τριάδος τρία ὄντα, οὐ πλείω, τηρουμένης ἑκάστῳ τῆς ἰδιότητος ἀμιγοῦς, συναρίθμιον ἄλλο πρόσωπον ὁπωσοῦν οὐ προσδέχεται· ὥστε οὐ τοῖς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσώποις τὸ πρόσωπον τοῦ καθ’ ὑμᾶς προβολέως λαθόν ποθεν συνεισέρχεται· ἄπαγε! ὅτι τὰ μὲν πρόσωπά ἐστι, καθ’ αὑτὸ θεωρούμενον ἕκαστον, ὁ δέ, προσώπων δύναμις, οὐχὶ πρόσωπον.

Ο ΠΡΕΣ. Ἐγὼ πρὸς τοσαύτην φορὰν καὶ θρασύτητα λόγων ἐπαπορῶ. ΙΩΣ. Οὕπω δοκεῖς μοι τοῖς ῥηθεῖσιν ἐπιστῆσαι τὸν νοῦν· οὐκοῦν ἐξ ὑπαρχῆς τὰ αὐτὰ ἐκδηλότερον ἄκουσον. Ἐγὼ καὶ γαλήνην καὶ εἰρήνην καὶ ἠρεμίαν φιλῶν, σιγᾶν μᾶλλον ἢ λαλεῖν περὶ τῶν φυομένων ἀτόπων ἐκ τοῦ κατ’ Ἰταλοὺς συμπεράσματος, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἤθελον· ἐπεὶ δὲ καὶ μὴ θέλων εἰς τὸ περὶ αὐτῶν λέγειν φέρομαι, εἰπέ μοι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἄμα, οὓς ὑμεῖς λέγετε ἕνα τοῦ Πνεύματος αἴτιον εἶναι, τῇ κοινῇ τούτων οὐσίᾳ, ἣ τῇ μιᾷ ἑαυτῶν ὑποστάσει, ἢ τῇ ἐκπορευτικῇ μόνῃ δυνάμει ἐκπορεύουσι τὸ Πνεῦμα τὸ ἅγιον; εἰ μὲν οὖν τῇ κοινῇ τούτων οὐσίᾳ, ἐπεὶ ταύτῃ ἕν εἰσι Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα, τῆς θείας πάντως οὐσίας τὸ μὲν ἀφ’ ἑαυτοῦ ἐκπορεύει, τὸ δὲ ἀφ’ ἑαυτοῦ ἐκπορεύεται· καὶ μερίζεται ἡ ἀμέριστος· εἰ δὲ τῇ μιᾷ αὑτῶν ὑποστάσει, ὁ Πατὴρ ἄρα καὶ ὁ Υἱὸς ἔσται μία ὑπόστασις· εἰ δὲ καὶ τῇ ἐκπορευτικῇ μόνον δυνάμει, ἐπεὶ οὔτε Πατήρ ἐστιν αὕτη, οὔτε Υἱός, ἀλλὰ κοινὴ τούτων δύναμις, οὐδαμῶς τὸ Πνεῦμα καθ’ ὕπαρξιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται.

Πάλιν, εἴπερ ὁ Πατὴρ μόνος τὴν πρὸς τὸν Υἱὸν γεννητικὴν αὐτοῦ δύναμιν, μίαν δύναμιν ἕξει, ὁ δὲ Πατὴρ καὶ ὁ Υἱὸς τὴν πρὸς τὸ Πνεῦμα προβλητικὴν αὐτῶν δύναμιν, ἄλλην δύναμιν ἕξουσιν, ἤδη ἐν τῇ Τριάδι, οὔτε τὸ τοῦ Πατρὸς πρόσωπον, οὔτε τὸ τοῦ Υἱοῦ ἐστιν ὑποστατικόν· ἤγουν ἐξ αὑτοῦ γεννῶν, ἢ προβάλλον ὑπόστασιν, ἀλλ’ αἱ ὑποστατικαὶ τουτωνὶ τῶν προσώπων δυνάμεις μόναι· καὶ τούτου δοθέντος, οὐκ ἐκ τῶν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσώπων τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται.

Αὗθις, παρὰ τῆς θείας Γραφῆς, καὶ πᾶσα ἡ θεία Τριὰς μία δύναμις λέγεται, καὶ ἕκαστον τῶν ταύτης προσώπων ἰδίως καὶ καθ’ αὑτό, δύναμις ὀνομάζεται· ὁ μέντοι τοῦ θείου Πνεύματος προβολεύς, οὐδαμοῦ ταύτης εὕρηται προβλητικὴ λεγόμενος δύναμις· καθάπερ ἄρα οὐδ’ ὁ Πατὴρ γεννητικὴ δύναμις εἴρηται· τὸ δὲ παρὰ πάσης τῆς θεοπνεύστου Γραφῆς σιωπώμενον, ὡς μὴ ὂν σεσιώπηται· ὅτι τῶν τῷ Πατρὶ ἐνθεωρουμένων διττῶν ὄντων, τῶν μὲν προσωπικῶν καὶ ἰδίων, τῶν δὲ φυσικῶν καὶ κοινῶν, τὸ προβάλλειν τὸ Πνεῦμα οὐ τῶν φυσικῶν καὶ κοινῶν, προσωπικὸν ἄρα καὶ ἴδιον· πλὴν κἂν τοῦτο δοίημεν ὄλως, τὴν μὲν γεννητικὴν δύναμιν τοῦ Πατρός, αἰτίαν εἶναι τοῦ Υἱοῦ, τὴν δὲ προβλητικὴν δύναμιν Πατρὸς καὶ Υἱοῦ, αἰτίαν εἶναι τοῦ Πνεύματος, οὔτε ὁ Πατὴρ ἀμέσως, ἀλλὰ διὰ τῆς γεννητικῆς δυνάμεως αἴτιος ἔσται τοῦ Υἱοῦ, οὔτε ὁ προβολεὺς προσεχῶς, ἀλλὰ διὰ τῆς προβλητικῆς δυνάμεως αἴτιος ἔσται τοῦ Πνεύματος· καὶ ὁ μὲν Υἱός, Υἱὸς δι’ ἑνὸς μέσου μόνος, τὸ δὲ Πνεῦμα διὰ δύο μέσων, τοῦ τε Υἱοῦ λέγω, καὶ τῆς προβλητικῆς δυνάμεως, ἐκ τοῦ Πατρὸς προελεύσεται.

Ἔτι, ὁ μὲν Πατὴρ μόνος ἰδίως εἶς ἐστιν αἴτιος τοῦ Υἱοῦ, ὁ δὲ Πατὴρ καὶ ὁ Υἱὸς οἱ δύο ἄμα, εἷς αἴτιος εἶναι τοῦ Πνεύματος δοκοῦσιν ὑμῖν· ἄλλος αἴτιος ὁ εἷς Πατὴρ καθ’ αὑτόν, ὅτι μόνος, καὶ ὅτι τοῦ Υἱοῦ· καὶ ἄλλος αἴτιος ὁ Πατὴρ καὶ ὁ Υἱὸς οἱ δύο ἅμα, ὅτι οὐ μόνος ἑκάτερος, καὶ ὅτι τοῦ Πνεύματος· εἰσὶ δὲ παρὰ τούτους τοὺς δύο αἰτίους ἐν τοῖς θείοις προσώποις, καὶ δύο αἰτιατοὶ διαφόρως· εἷς αἰτιατὸς ἰδίως ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱός, καὶ εἷς αἰτιατὸς παρ’ αὐτὸν ἐκ Πατρὸς καὶ Υἱοῦ, ὁ ἄλλος Παράκλητος· ἔστι δ’ ἐπὶ τούτοις, ἄλλη ἡ γεννητικὴ δύναμις τοῦ Πατρός, τῆς τοῦ Υἱοῦ γεννήσεως αἰτία οὖσα μόνον, καὶ ἄλλη ἡ προβλητικὴ δύναμις Πατρὸς καὶ Υἱοῦ, αἰτία οὖσα ἰδίως τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως· εἰσὶ δὲ παρὰ τὰς δύο δυνάμεις ταύτας, καὶ δύο αἰτιαταὶ ἰδιότητες, ἡ τοῦ Υἱοῦ γέννησις, καὶ ἡ τοῦ Παρακλήτου ἐκπόρευσις· καὶ τούτων οὕτω κειμένων ἐπὶ τῆς θείας Τριάδος δύο οἱ αἴτιοι, καὶ δύο οἱ αἰτιατοί· δύο δυνάμεις αἰτίαι, καὶ δύο ἐκ τούτων αἰτιαταὶ ἰδιότητες· ἄπερ τῆς τῶν ὀρθοδόξων θεοσοφίας ἀλλότρια.

Ἔτι, εἴπερ ἡ γεννητικὴ δύναμις τοῦ Πατρὸς γεννᾷ τὸν Υἱόν, καὶ ἡ προβλητικὴ δύναμις Πατρὸς καὶ Υἱοῦ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μὲν Πατὴρ καθὸ αἴτιος, καὶ δύο προσώπων, καὶ δύο ὑποστατικῶν δυνάμεων αἴτιος ἔσται μόνος· ὁ δὲ Υἱὸς καθὸ αἴτιος, καὶ ἑνὸς μόνου προσώπου, καὶ μιᾶς ὑποστατικῆς δυνάμεως, αἴτιος ἔσται οὐ μόνος· ὅτι πᾶν τὸ παρά του λεγόμενον εἶναι, πρὸς τὴν τῶν πρώτων αἰτίαν τὴν ἀναφορὰν ἔχει, ὡς ἐν τῷ πρώτῳ τῶν Ἀντιῤῥητικῶν φησιν ὁ μέγας Βασίλειος· εἰ δὲ τοῦτο δοίημεν ὅλως, ὁ μὲν Πατὴρ τῶν ἐξ αὐτοῦ αἴτιος ἔσται μόνος, ὁ δὲ Υἱὸς τῶν ἐξ αὐτοῦ οὐ μόνος· καὶ αὗ, ὁ μὲν Υἱὸς καθὸ αἰτιατός, ἐκ δυοῖν· τὸ δὲ Πνεῦμα καθὸ αἰτιατόν, ἐκ τριῶν· ἐκ δύο ἤτοι προσώπων, καὶ δυνάμεως μιᾶς.

Ἔτι, εἴπερ ὁ εἷς Πατὴρ ἐν τοῖς θείοις προσώποις οὐκ ἔστιν ὁ Υἱός, καὶ ὁ εἷς Υἱὸς οὐκ ἔστιν ὁ Πατήρ, καὶ ὁ εἷς προβολεύς, οὔτε ὁ Πατήρ ἐστιν, οὔτε ὁ Υἱός· ὅτι οὐκ ἔστι πρόσωπον ἀλλὰ δύναμις· καὶ τὸ ἓν Πνεῦμα τὸ ἅγιον, οὔτε ὁ Πατήρ ἐστιν, οὔτε ὁ Υἱός, οὔτε ὁ προβολεύς· λοιπὸν τοῦ μὲν Υἱοῦ, εἶς ἐστι μόνος αἴτιος ὁ Πατήρ· τοῦ δὲ ἁγίου Πνεύματος, τρεῖς καθ’ ὑπόστασιν αἴτιοι, ὁ εἷς Πατήρ, ἄλλος ὢν παρὰ τὸν ἕνα Υἱόν, καὶ ὁ εἷς Υἱός, ἄλλος ὢν παρὰ τὸν ἕνα Πατέρα, καὶ ὁ εἷς προβολεύς, ἄλλος ὢν παρὰ τὸν ἕνα Υἱὸν καὶ τὸν ἕνα Πατέρα· ἐπεὶ οὔθ’ ὑπόστασιν οὗτος δηλοῖ, οὔτε πρόσωπον οὖτός ἐστι.

Καὶ τούτων οὕτως ἐχόντων, ἐν τῇ αὐτῇ καὶ μιᾷ Τριάδι, καὶ τριὰς προβολέων, καὶ τετρὰς αἰτίων προσώπων εὑρίσκεται. Ἔτι, εἰ τὰ δύο τῆς μιᾶς μορφῆς πρόσωπα ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ δύο προσώπων ἐστὶν αἴτια, καὶ δύο δυνάμεων ὑποστατικῶν, ἄρα καὶ τὰ δύο αὐτῆς πρόσωπα ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, οὐ δύο προσώπων αἰτιατὰ μόνον ἔσται, ἤτοι Πατρὸς καὶ Υἱοῦ, ἀλλὰ καὶ δύο δυνάμεων ὑποστατικῶν ταῦτα αἰτιατά· εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, Τριὰς ἄρα προβολέων, καὶ τετρὰς αἰτίων, καὶ τετρὰς αἰτιατῶν ἐν τοῖς θείοις προσώποις εἰσάγεται.

Ο ΠΡΕΣ. Ἵλεως ἔσο μοι, Κύριε! ΙΩΣ. Ὡς ἄτοπά σοι ταῦτα δοκεῖ, καὶ δύσφημα, καὶ ἀνήκουστα; σύνοιδα· ἀλλὰ ταῦτα καὶ ἄλλα μυρία συνάγεται ἐκ τοῦ πιστεύειν καὶ τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος, καὶ ἄλλως οὐκ ἔστι φυγεῖν τὸν τοσούτων ἀτόπων ἐσμόν, εἰ μὴ τῷ δοξάζειν, μόνον αἴτιον τὸν Πατέρα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος.

Ο ΠΡΕΣ. Ἐμοὶ δοκεῖν ἔπεισιν, οὐκ ἂν ἐξ ἑνὸς ῥητοῦ τοσαῦτα φύεσθαι ἄτοπα, εἰ μὴ ἄτοπον ἦν, τὸ αἴτιον τῶν τοσούτων ἀτόπων συμπέρασμα. ΙΩΣ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. Καὶ ταῦτα μὲν εἴρηταί μοι, ὅσον οἷόν τε κατ’ ἐπιτομήν· ἂν δ’ ὁ Θεὸς ἐπιτρέπῃ, καὶ συνέλθῃ ἡ σύνοδος, εἰρήσεταί μοι πρὸς ταύτην, καὶ πολλὰ καὶ στεῤῥὰ καὶ καλά. Σὺ γοῦν, ἢ λῦσον ὡς χρὴ τὰς ῥηθείσας σοι ταύτας προτάσεις, ἢ τὸ δόγμα κατάθου, ἢ τὴν ἧτταν ἐνδυσάμενος ἄπιθι. Ἀλλ’ ὁ παντὶ τῷ κόσμῳ τὴν εἰρήνην βραβεύων Θεός, αὐτὸς καὶ ἡμᾶς οἷς τρόποις οἶδας εἰρήνευσον. Ἀμήν.