Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Η έναρξη της θεολογικής συζήτησης και το ζήτημα του ενός αιτίου

Μετάβαση στον κυρίως διάλογο με τους Λατίνους, παράθεση πατερικών και γραφικών επιχειρημάτων υπέρ του ενός αιτίου στην Αγία Τριάδα και κριτική στις θέσεις του Θωμά Ακινάτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 10

ΜΑΞ. Ὁ Θεὸς οἶδεν. ΙΩΣ. Πανάληθες· πλὴν ἐάσαντες, εἰ δοκεῖ, τὸ πρὸς ἔπος τοῦτο φιλότιμον, εἴ τι περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἐκ τῆς πρότριτα πρὸς ἡμᾶς συντυχίας ὑμῖν ὑπολέλειπται, πρόσθετε· ἐπεὶ καὶ τοῦ σήμερον οὕτως ὑμῖν ἀποκρίνασθαί με ὑμεῖς αὐτοὶ αἴτιοι, προτεινόμενοι πεύσεις ἀσυνήθεις, καὶ ξένας, καὶ παίζουσι προσηκούσας, ἀλλ’ οὐκ ἀνδράσι νοῦν ἔχουσι.

ΦΩΚ. Πάνυ ἀρίστως καὶ τοῦτό σοι διακέκριται· διὸ ἐπ’ αὐτὴν εὐθὺς τὴν ὁμιλίαν ἰτέον, ὑπὲρ ἧς πρὸς σὲ νῦν ἀφίγμεθα· καὶ πρώτῳ σοι τὰ πρωτεῖα παραχωροῦμεν· εἴ τι βούλει αὐτός, καὶ ὡς θέλεις ἐρώτησον. ΙΩΣ. Οὐκοῦν Θεοῦ μοι προηγουμένου, πρῶτον ὑμᾶς ἐρωτῶ, ἐπὶ τίνι σκοπῷ μακρὰν οὕτω καὶ διαπόντιον ἐστείλασθε τὴν ἀποδημίαν; πότερον ὑπὲρ τῶν ἐσφαλμένων ὑμῖν ἀπολογήσασθαι πρὸς ἡμᾶς, καὶ μετανοῆσαι ἐπὶ τοῖς φθάσασιν, ἢ καὶ ἡμᾶς πρὸς τὸν αὐτὸν προσκαλέσασθαι ὄλεθρον; εἰ μὲν τὸ πρῶτον, καλῶς ἡμῖν ἥκατε· Θεῷ χάρις, ὅτι ἐπέγνωτε τὴν ἀλήθειαν· εἰ δὲ τὸ δεύτερον, ἴστε ὡς εἰς κενὸν ἐπονέσατε· οὐ προτιμήσομεν ὑμᾶς τῶν ἁγίων, οὐδὲ τοῦ ἀσφαλοῦς τὸ ἀμφίκρημνον, οὐδὲ τὸν Ῥώμης τοῦ Χριστοῦ· ἄπαγε!

ΣΚΑΡΑΝΟΣ. Οὕτως ἡμᾶς ἀπεκρούσω αὐτίκα σὺν αὐστηρίᾳ, πρόφασιν εὑράμενος τὴν ἡμῶν ἐπὶ τὸ πρώτως εἰπεῖν παραχώρησιν; περὶ τοῦ Πνεύματος εἶπον ἐρώτησον, οὐ περὶ τοῦ σκοποῦ τῆς ἡμετέρας ἀφίξεως. ΙΩΣ. Λοιπὸν περὶ τοῦ ἁγίου Πνεύματος ἤδη πυνθάνομαι, καὶ ἀπάντησον· μόνος ἐστὶν ὁ Πατὴρ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος; ἢ οὐ μόνος;

ΜΑΞ. Τοῦ μὲν Υἱοῦ μόνος, τοῦ δὲ ἁγίου Πνεύματος οὐ μόνος. ΙΩΣ. Ἄλλο ἠρώτησα, καὶ ἄλλο ἀπεκρίνω· ἵνα τί φεύγεις ἐκ πρώτης; δεῦρο κατ’ ἔπος ἀπόκριναι· μόνος ἀμφοῖν τοῖν προσώποιν αἴτιος ὁ Πατήρ, ἢ οὐ μόνος;

ΜΑΞ. Οὐ μόνος. ΙΩΣ. Οὐκοῦν καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος δύο ἐπὶ τῆς θείας Τριάδος οἱ αἴτιοι; ΜΑΞ. Μόνος. ΙΩΣ. Λοιπὸν συνῆκται τἀληθές, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται. ΜΑΞ. Καὶ τί τὸ κωλῦον δοξάζειν ἡμᾶς τοῦ μὲν Υἱοῦ εἶναι μόνον αἴτιον τὸν Θεὸν καὶ Πατέρα, τοῦ δὲ Πνεύματος μὴ μόνον, ἀλλὰ μετὰ τοῦ ἀχωρίστως αὐτῷ συνημμένου κατὰ φύσιν Υἱοῦ; οὐδὲ γὰρ δύο Πατέρας, οὐδὲ δύο προβολεῖς λέγομεν, ἵνα δύο αἰτίους εἰσάγωμεν· ἀλλ’ ὥσπερ ἕνα Πατέρα τοῦ ἑνὸς Υἱοῦ πιστεύομεν εἶναι τὸν Θεὸν καὶ Πατέρα, οὕτως ἕνα προβολέα τοῦ ἑνὸς Πνεύματος ἅμα δοξάζομεν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν.

ΙΩΣ. Οὐκοῦν ἄλλος ἐστὶν ὁ εἶς προβολεὺς παρὰ τὸν ἕνα Πατέρα, καθάπερ ἄλλο τὸ ἓν Πνεῦμα παρὰ τὸν ἕνα Υἱόν· καὶ λοιπὸν δύο τὰ αἴτια πρόσωπα ἐπὶ τῆς θείας Τριάδος, καὶ δύο ἐν ταύτῃ τὰ αἰτιατὰ πρόσωπα δείκνυνται.

ΦΩΚ. Πῶς τοῦτο λέγεις; φράσον ἡμῖν ἐκδηλότερον. ΙΩΣ. Ἤδη σαφέστατα εἶπον, καὶ πᾶσιν ἡ ἐμὴ πρότασις αὕτη νενόηται τοῖς ἀκούσασι· πλὴν καὶ ἄλλως δίειμι ταύτην, καὶ πρόσχες, καὶ ἀποκρίθητι. Ἐπὶ τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων, πότερον τούτων δοξάζετε; τὸ ἓν πρόσωπον μόνον αἴτιον τοῖν δυοῖν; ἢ τὰ δύο πρόσωπα μόνον αἴτια τοῦ ἑνός; ἢ καὶ τὸ ἓν πρόσωπον αἴτιον τοῖν δυοῖν, καὶ τὰ δύο πρόσωπα αἴτια τοῦ ἑνός; εἰ μὲν τὸ ἓν πρόσωπον μόνον αἴτιον τοῖν δυοῖν, γράψον μοι ταύτην σου τὴν ὁμολογίαν οἰκειοχείρως πιστῶν μαρτύρων ἐνώπιον, καὶ ὡς ὁμόπιστον εὐθὺς λογιοῦμαί σε· εἰ δὲ τὰ δύο πρόσωπα μόνον αἴτια τοῦ ἑνός, εἴπερ ὑμεῖς ἀληθεύετε, ψεύδεσθαι πᾶσα ἀνάγκη τοὺς λέγοντας θεολόγους ἐν τῇ ὑπερθέῳ Τριάδι, ἕνα εἶναι αἴτιον τὸν Πατέρα· τίνες οὗτοι; οἵδε· ὁ Δαμασκηνὸς Ἰωάννης λέγων ἐν τῷ ὀγδόῳ τῶν αὐτοῦ Δογματικῶν «καὶ Υἱοῦ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὑτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ὁ τῆς Ἀλεξάνδρου Κύριλλος ἐν τῷ περὶ Τριάδος αὐτοῦ λόγῳ «εἶς γὰρ παρ’ ἡμῖν, ἀμφοῖν τοῖν προσώποιν αἴτιος ὁ Πατήρ»· καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος, ἵνα τοὺς ἄλλους παρῶ, «εἶς μὲν Θεός, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων»· συνορᾷς τί φησιν ὁ διδάσκαλος;

εἰς ἓν αἴτιον, καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, εἷς ἐστιν ἡμῖν ὁ Θεός· καὶ τὸ ἀντίξουν πρόδηλον· ὅτι εἰ μὴ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα εἰς ἓν αἴτιον ἀναφέροιτο, οὐκ ἂν ἡμῖν εἶς Θεὸς ἡ Τριάς. Ὡς ἂν δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπερ ὡς λέγεις, οὐχὶ τὸ ἓν τοῖν δυοῖν, ἀλλὰ τὰ δύο τοῦ ἑνός εἰσιν αἴτια, καὶ πάντας τούτους ψεύδεσθαι πᾶσα ἀνάγκη, καὶ τοὺς τούτων ὁμόφρονας τῆς ἀληθείας ἀποπλανᾶσθαι· λέγω δέ, οὐχὶ μόνον τοὺς νῦν ἀπίστους, ἀλλὰ καὶ τοὺς τηνικαῦτα, ὅτε ταῦτ’ ἐδιδάσκετο, τῶν διδασκάλων τούτων ἀμέσους ἀκροατάς· ἀλλ’ ἡ μὲν ἀδικία ἐψεύσατο ἑαυτῇ· τούτοις δ’ ἡμεῖς πειθόμενοι, τοὺς δύο αἴτια λέγοντας ἐπὶ τῆς θείας Τριάδος ἀποστρεφόμεθα· πλὴν ἡ ἀλήθεια φίλη. Ὑμεῖς μὲν τὸ τῶν Λατίνων γένος, καὶ τὸ ἓν πρόσωπον μόνον ἓν αἴτιον λέγετε τοῦ ἑνός, καὶ τοῦτο τὸ ἓν πάλιν, μόνον αἴτιον τοῖν δυοῖν, καὶ τὰ δύο πρόσωπα τῆς Τριάδος ἓν αἴτιον τοῦ ἑνός. Φεῦ! ποῖ τις τράποιτο; πῇ κακῶν φορὰν φεύγοι;

Ἡμεῖς δὲ τὸ τῶν Ῥωμαίων ἔθνος, ἀπειράκις τὸ ἅγιον Πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ εὑρίσκοντες ἐκφερόμενον, οὐδαμοῦ λεγόμενον εὕρομεν ἐκ τοῦ Υἱοῦ αὐτὸ καθ’ ὑπόστασιν ἐκπορεύεσθαι· τὸ δὲ παρὰ πάσης τῆς θείας Γραφῆς σιωπώμενον, δίκαιον τοῦτο κρίνομεν καὶ παρ’ ἡμῶν πάντων τιμᾶσθαι σιγῇ· ἐπίσης γὰρ ἄτοπον καὶ αὐθαδείας ἐπέκεινα, καὶ τὸ παρὰ τοῦ Θεοῦ κηρυττόμενον δόγμα διδόναι σιγῇ, καὶ τὸ παρ’ αὐτοῦ σιωπώμενον ἀπ’ αἰῶνος, ἄρτι κηρύττεσθαι παρ’ ἡμῶν.

ΜΑΞ. Ἀλλ’ οὐχ οὕτω ταῦτα καὶ Θωμᾶ Ντὲ Ἀκυΐνο δοκεῖ. ΙΩΣ. Ἐγὼ τὸν Θωμᾶν (ἀλλὰ μὴ θορυβήσῃς) καὶ ἐν ἄλλοις μὲν πολλοῖς ὁρῶ τοῦ δέοντος διαπίπτοντα, καὶ ἐν οἷς δὲ περὶ τοῦ ἁγίου Πνεύματος συμπεραίνειν, καὶ ἐν τοῖς καθ’ ἡμῶν αὐτοῦ κεφαλαίοις, δοκεῖ μάλιστα. Ὅτι δὲ κἂν τούτοις βλασφημίας ἁλίσκεται, καὶ τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λέγει, καὶ τὰς πλατωνικὰς ἰδέας τῇ θείᾳ φύσει προσάπτει, καὶ ταὐτὸν εἶναι ἐπὶ Θεοῦ οὐσίαν δύναμιν καὶ ἐνέργειαν, καὶ πάλιν οὐσίαν ἐπὶ Θεοῦ ταὐτὸν καὶ πρόσωπον ἀποφαίνεται, καὶ τέσσαρας προσεῖναι δοξάζει τοῖς θείοις προσώποις τὰς ἰδιότητας, καὶ ἀμέσως καὶ ἐμμέσως ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, καὶ πολλοὺς τῶν ἁγίων τοῦ τῶν ἁγίων χοροῦ διαγράφει, ἐντεῦθεν δῆλον. Ἐν μὲν γὰρ τῷ δωδεκάτῳ ζητήματι, τοῦ πρώτου τῶν αὐτοῦ θεολογικῶν οὕτω δίεισι· «τὸ τιθέναι μόνον διά τινος ἐλλάμψεως τῆς αὐτοῦ λαμπρότητος τὸν Θεὸν ὁρᾶσθαι, ἄντικρύς ἐστι μὴ τιθέναι τὴν τοῦ Θεοῦ οὐσίαν ὁρᾶσθαι· ἡμεῖς δὲ τὴν θείαν οὐσίαν τοῖς ἀξίοις ὁρᾶσθαι πιστεύομεν». Καὶ πάλιν ἐν τῷ αὐτῷ, «ἀνάγκη ἐν τῷ θείῳ νῷ τιθέναι ἰδέας, πάντων τῶν ὑπὸ τοῦ Θεοῦ γινωσκομένων».

Ἐν δὲ τῷ ἔκτῳ καὶ εἰκοστῷ τῶν αὐτοῦ, «ἐν τῷ Θεῷ οὐκ ἔστι τις δύναμις, ἢ ἐνέργεια, παρὰ τὴν οὐσίαν αὐτοῦ». Καὶ ἐν τῷ τριακοστῷ τῶν αὐτοῦ, «ἐν τοῖς θείοις ταὐτόν ἐστιν ἥ τε οὐσία, καὶ τὸ πρόσωπον». Καὶ ἐν τῷ δευτέρῳ τοῦ αὐτοῦ καὶ τριακοστῷ, «πέντε γνωρίσματα ἐν τοῖς θείοις, ἀγεννησία, πατρότης, υἱότης, κοινὴ πρόεσις, καὶ ἐκπόρευσις· τούτων δὲ τέσσαρες μόνον εἰσὶν ἀναφοραί· ἡ γὰρ ἀγεννησία, οὐκ ἔστιν ἀναφορά· καὶ τέσσαρες μόνον ἰδιότητες· ἡ γὰρ κοινὴ πρόεσις οὐκ ἔστιν ἰδιότης, δυσὶν ἐφαρμόζουσα προσώποις· τρία δέ εἰσι γνωρίσματα προσωπικά, τοὐτέστι καθ’ ἃ συνίσταται τὰ πρόσωπα, πατρότης δηλαδή, υἱότης, καὶ ἐκπόρευσις· ἡ γὰρ κοινὴ πρόεσις, καὶ ἡ ἀγεννησία, γνωρίσματα λέγονται τῶν προσώπων, οὐ μέντοι προσωπικά». Καὶ ἐν τῷ ἕκτῳ καὶ τριακοστῷ, «εὑρίσκεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἀμέσως ἐκπορευόμενον, καθ’ ὅσον ἐστὶν ἐξ αὐτοῦ, καὶ ἐμμέσως, καθ’ ὄσον ἐστὶν ἐκ τοῦ Υἱοῦ». Καὶ πάλιν ἐν τῷ αὑτῷ, «τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ, πρῶτον ὑπὸ τῶν Νεστοριανῶν εἰσενήνεκται· ταύτῃ δὲ τῇ αἱρέσει ἠκολούθησεν ὁ Νεστοριανὸς Θεοδώρητος, καὶ πλείονες ἄλλοι μετ’ αὐτοῦ, ἐν οἷς ἦν καὶ ὁ Δαμασκηνός»· οὕτω μὲν οὖν ὁ Θωμᾶς τίθησιν· ἐμοὶ δὲ πρὸς ταῦτα, καὶ παντὶ ὀρθοδόξῳ οὐ προσέχειν προσήκει τὸν νοῦν.