Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Εισαγωγή και φιλοσοφικές προϋποθέσεις του πρώτου διαλόγου

Προοίμιο του πρώτου διαλόγου και διαλεκτικές ερωταποκρίσεις σχετικά με τα όρια της επιστημονικής γνώσης, τη φύση των προβλημάτων και τα ακατάληπτα μυστήρια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 10

ΤΟΥ ΑΥΤΟΥ ΙΩΣΗΦ ΤΟΥ ΒΡΥΕΝΝΙΟΥ ΔΙΑΛΕΞΙΣ Αʹ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΚΠΟΡΕΥΣΕΩΣ Μετὰ τοῦ λατινόφρονος ΜΑΞΙΜΟΥ τῆς τάξεως τῶν Κηρύκων. Γέγονε δὲ περὶ τὴν περίφημον Κρήτην· ἐπ’ ἀκροάσει πάσης τῆς ἐκεῖ Μητροπόλεως ΜΑΞΙΜΟΣ (προλογίζει). Χαίροις.

ΙΩΣΗΦ. Εἴθε! ΜΑΞΙΜΟΣ. Πῶς ἔχεις; ΙΩΣ. Γήρει τήκομαι. ΜΑΞ. Ψυχικῶς πυνθάνομαι. ΙΩΣ. Ὀρέγομαι, λογίζομαι, βούλομαι, ζητῶ, σκέπτομαι, κρίνω, προαιροῦμαι, ὁρμῶ, καὶ χρῶμαι. ΜΑΞ. Τί νῦν ποιεῖς, λέγω; ΙΩΣ. Εἴπερ σὺ ταῦτα λέγεις, ἐγὼ σιγῶ.

ΜΑΞ. Ἀντὶ τοῦ ἐρωτῶ τῷ λέγω ἐχρησάμην. ΙΩΣ. Βλέπω, ἀκούω, λαλῶ, ὁρᾷς. ΜΑΞ. Τί δὲ ἐποίεις; ΙΩΣ. Ἄλλοτε ἄλλα. ΜΑΞ. Πρὸ ταυτησὶ τῆς ῥοπῆς. ΙΩΣ. Ἐμελέτων. ΜΑΞ. Περὶ τίνος εἰπέ μοι. ΙΩΣ. Περὶ τῆς ἐξόδου μου.

ΜΑΞ. Τί λέγεις; ΙΩΣ. Νῦν ἀποκρίνομαι. ΜΑΞ. Τί θέλεις; ΙΩΣ. Εὐεκτεῖν, εὐθυμεῖν, εὐτυχεῖν, δοξάζεσθαι, σῴζεσθαι. ΜΑΞ. Καὶ τί ζητεῖς; ΙΩΣ. Ἀθανασίαν. ΜΑΞ. Τί εἶπες; ΙΩΣ. Ὃ ἐξήγγειλα. ΜΑΞ. Τί ὥρισας φημί;

ΙΩΣ. Ὅπερ ἔσχον. ΜΑΞ. Τί φής; ΙΩΣ. Λόγον. ΜΑΞ. Κἀγὼ τί λέγω; ΙΩΣ. Ἄλλοτε ἀλλοῖα, ἔστι δ’ ὅτε καὶ ταὐτά. ΜΑΞ. Τί ἐστι τὸ τί; ΙΩΣ. Τί. ΜΑΞ. Τί ἐστὶν αὐτόθι; ΙΩΣ. Ὃ οὐκ ἔστιν ἄλλοθι. ΜΑΞ. Καὶ τί οὐκ ἔστιν ἄλλοθι;

ΙΩΣ. Ὅ ἐστιν ἑτέρωθι. ΜΑΞ. Πόθεν; ΙΩΣ. Ποθέν. ΜΑΞ. Ποῦ; ΙΩΣ. Ὡς σέ, ἢ ὅπου. ΜΑΞ. Τοῦ χάριν; ΙΩΣ. Χρείας. ΜΑΞ. Πῶς εἶ; ΙΩΣ. Ὡς γέγονα. ΜΑΞ. Ὑγιαίνεις; ΙΩΣ. Ὁρᾷς. ΜΑΞ. Πῶς ἐγένου; ΙΩΣ. Ἐκ τοῦ μὴ ὄντος παραχθεὶς εἰς τὸ εἶναι.

ΜΑΞ. Νῦν δὲ τί γίνῃ; ἤδη, πῶς ἔχει σου ἡ ἁγιότης; ΙΩΣ. Δονεῖται πάθεσι. ΜΑΞ. Βλέπε. ΙΩΣ. Τὸ τί; ΜΑΞ. Ἄκουε. ΙΩΣ. Ἤκουκα. ΜΑΞ. Ἀκούεις; ΙΩΣ. Καὶ ὁρῶ. ΜΑΞ. Γινώσκεις; ΙΩΣ. Αἰσθάνομαι. ΜΑΞ. Νοεῖς;

ΙΩΣ. Ἐκ μέρους. ΜΑΞ. Ἐπιβάλλεις τοῖς λεγομένοις; ΙΩΣ. Καὶ παισὶ ταυτὶ δῆλα. ΜΑΞ. Σκοπεῖς τί βούλεται ταῦτα; ΙΩΣ. Οὐχ ἥκιστα. ΜΑΞ. Ἀλλὰ πῶς ἔχει σου ἡ πατρότης; ΙΩΣ. Τό γε νῦν ἔχον τεθρόηται. ΜΑΞ. Τίσι;

ΙΩΣ. Τοῖς ἀκουσθεῖσι. ΜΑΞ. Ἤγγελταί τι; ΙΩΣ. Μυρία. ΜΑΞ. Πόθεν ᾔσθου; ΙΩΣ. Ὅθεν ἤκουσται. ΜΑΞ. Ποθέν, ἢ πόθεν; ΙΩΣ. Καὶ ἀμφότερα. ΜΑΞ. Πότε; ΙΩΣ. Ἡνίκα. ΜΑΞ. Τί ὁρίζεις; ΙΩΣ. Καί τινα. ΜΑΞ. Διατί;

ΙΩΣ. Διότι. ΜΑΞ. Συγχώρησον. ΙΩΣ. Πότε οὐκ ἀφῆκα; ΜΑΞ. Μετάνοιαν. ΙΩΣ. Κτησαίμην! ΜΑΞ. Εὐλόγησον. ΙΩΣ. Ὅ,τι κακολογῶ; ΜΑΞ. Εὔχου μοι. ΙΩΣ. Ὅ, τι ποτὲ κατηρασάμην; ΜΑΞ. Ὑγεία σοι. ΙΩΣ. Ἡ ταύτης δόσις οὐκ ἐν σοί.

ΜΑΞ. Ἄπιθι μετ’ εἰρήνης. ΙΩΣ. Ὃ οὐκ ἔχεις, πῶς χαρίζῃ; ΜΑΞ. Ἦλθες; ΙΩΣ. Μὴ βλέποντος ἡ ἐρώτησις. ΜΑΞ. Οὐκ ἀπῆλθες ἐκεῖ; ΙΩΣ. Ὅμως ἄλλοθι. ΜΑΞ. Ὑπάγεις; ΙΩΣ. Περιττὴ ἡ ἀπόκρισις. ΜΑΞ. Καλῶς ἧκες.

ΙΩΣ. Πόθεν οἶσθα; ΜΑΞ. Καλῶς ἀπέρχῃ. ΙΩΣ. Εἴτε οὕτως, εἴτε μή, οὐ σόν ἐστι τὸ γνῶναι. ΜΑΞ. Τουτὶ τὸ καλὸν εὔχομαί σοι, οὐκ ἀποφαίνομαι. ΙΩΣ. Ὥστε ἄδηλα φής. ΜΑΞ. Συνηθείᾳ ἑπόμενος οὕτως ἔφην. ΙΩΣ. Οἶδα, ἀλλὰ προδήλως τὸ μέλλον οὐ πρόδηλον.

ΜΑΞ. Κελεύεις; ΙΩΣ. Προτρέπου, τούτου σαφέστερον· καὶ ἀμφοῖν, τὸ δέξαι, ἢ λάβε μᾶλλον· ἐπεὶ ὁ κελεύων οὐχ ἑαυτῷ κελεύει. ΜΑΞ. Παρακαλῶ. ΙΩΣ. Τὸν παρακεκλημένον; ΜΑΞ. Πῶς ἵστασαι; ΙΩΣ. Ὀρθούμενος.

ΜΑΞ. Ποῦ ἵστασαι; ΙΩΣ. Εἰς τὸ τῆς γῆς ἐπιπόλαιον. ΜΑΞ. Ἵστασαι, ἢ κινῇ; ΙΩΣ. Καὶ ἀμφότερα. ΜΑΞ. Τίνι τρόπῳ; ΙΩΣ. Τὸ μὲν τῇ σαρκί, τὸ δὲ τῇ ψυχῇ. ΜΑΞ. Στάσις ἐστὶ πρῶτον, ἢ κίνησις; ΙΩΣ. Μονή. ΜΑΞ. Τίς εἷ;

ΙΩΣ. Σύμφημι, νοεῖς γὰρ ὀρθῶς ὅτι τις ἐγώ, οὐχὶ πᾶς, οὐδὲ πάλιν οὐδείς. ΜΑΞ. Ποῖος εἶ; πυνθάνομαι. ΙΩΣ. Βρυέννιος Ἰωσήφ, ὁ νῦν σοι διαλεγόμενος. ΜΑΞ. Πολλὰ γινώσκεις. ΙΩΣ. Πλείω ὧν οἶδα οὐκ ἐπίσταμαι.

ΜΑΞ. Πότε ἀποθανῇ; ΙΩΣ. Ὅταν ἁμάρτω. ΜΑΞ. Ζῇς δὲ πότε; ΙΩΣ. Ἡνίκα ποιῶ τἀγαθόν. ΜΑΞ. Ὣς ἄριστα ἔφης· πλὴν ἐρομένῳ φράσον. ΙΩΣ. Τὸ τί; ΜΑΞ. Τί πρότερον ὑπάρχει ἑκάστοις; ΙΩΣ. Ἀεὶ δι’ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλόν ἐστι.

ΜΑΞ. Ἀπόδειξον. ΙΩΣ. Οὐκ ἔστι πᾶσα γνῶσις ἀποδεικτική. ΜΑΞ. Καὶ πῶς γινώσκεις ἄπερ γινώσκεις; ΙΩΣ. Τὰ μὲν δι’ ἀποδείξεως, τὰ δ’ ἀναποδείκτως· ἐπεὶ ἀδύνατον πάντα εἰδέναι δι’ ἀποδείξεως. ΜΑΞ. Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις ἐπινήχεσθαί με τοῖς λογισμοῖς;

ΙΩΣ. Φημί, ὅτι ὥσπερ ἡ αἴσθησις ἄνευ ἀποδείξεως γινώσκει τὰ αἰσθητά, καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν γινώσκει ταῦτα, οὕτω καὶ ὁ νοῦς ἁπλαῖς ἐπιβολαῖς, τούτοις τε καὶ τοῖς νοητοῖς ἐπιβάλλων, ἀναποδείκτως τὴν φύσιν αὐτῶν οἶδεν, ἐξ ὧν συμπλέκει τὰ ἀξιώματα, ἐκ τῶν ὑστέρων τὰ πρότερα, καὶ ἐκ τῶν μερικῶν τὰ καθόλου δεικνύς.

ΜΑΞ. Ἆρ’ οὖν οὐκ οἶδας ἀποδεῖξαι, τί πρότερον ὑπάρχει ἑκάστοις; ΙΩΣ. Καὶ οἶδα, καὶ ἀπέδειξα. ΜΑΞ. Πῶς τοίνυν προαποφήνω, εἰπών, οὐκ ἔστι πᾶσα γνῶσις ἀποδεικτική; ΙΩΣ. Ὅτι, ὃ εἶπον, οὐκ ἔστι πᾶσα γνῶσις.

ΜΑΞ. Τί πρότερον ἠρώτησα, σὺ δὲ τί μᾶλλον ἀπεκρίθης; ὥστε οὐ κατὰ λόγον ἀπήντησας. ΙΩΣ. Ἐσήμανα διὰ τοῦ δευτέρου τὸ πρότερον, ἔξωθεν ἀφεὶς νοεῖσθαι. ΜΑΞ. Πόθεν οἶδας τοῦτο; ΙΩΣ. Ἀπὸ τῶν ἐπιστημῶν. ΜΑΞ. Οὐ ψεύδονται πολλὰ τὰ ἐν ταῖς ἐπιστήμαις;

ΙΩΣ. Οὐκ, ἀλλ’ οὗ ἁπλῶς ἐστιν ἐπιστήμη, τοῦτ’ ἀδύνατον ἄλλως ἔχειν. ΜΑΞ. Ἔστιν ἐπιστήμη καὶ τοῦ μὴ ὄντος; ΙΩΣ. Οὐκ ἔστι τὸ μὴ ὂν ἐπίστασθαι. ΜΑΞ. Πῶς οὖν ἐπίστασαι τὸ μὴ ὄν, ὅτι μὴ ὅν; καὶ πόθεν; ΙΩΣ. Ἐκ τῆς τοῦ ὄντος ὀντότητός τε καὶ παραθέσεως, καὶ οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστι.

ΜΑΞ. Τί ἐστιν ἀρχὴ ἐπιστήμης; ΙΩΣ. Νοῦς. ΜΑΞ. Ποῖος; ΙΩΣ. Ὁ ἡμέτερος. ΜΑΞ. Ἑτέρως ἕδει σε ἀποκρίνασθαι. ΙΩΣ. Καὶ τί τοῦτο, ὅτι οὐ πρὸς ὃ λογίζῃ ἀπεκρινάμην; ἀεὶ γὰρ ἐνστῆναι πρὸς τὸν ἐκτὸς λόγον ἕτοιμον, πρὸς δὲ τὸν ἐντὸς οὐκ ἀεί.

ΜΑΞ. Τίς ἐστιν ὁ ἐκτὸς λόγος, ὃν φής; ΙΩΣ. Ὁ προφορικός. ΜΑΞ. Τὸν προφορικὸν λόγον ἀπεκρίνω λοιπόν; ΙΩΣ. Οὐχί· ἀλλ’ ὡς ἡ προφορική σου ἀπῄτει ἐρώτησις τὴν ἀπόκρισιν. ΜΑΞ. Ἆρα ἐπίστασαι εἴ τι ἐρωτηθείης ἀποκρίνασθαι;

ΙΩΣ. Οὐκ, ἀλλὰ μόνα τὰ κατ’ ἐπιστήμην διορισθέντα καλῶς. ΜΑΞ. Οὐκοῦν οὐκ ἐρωτητέον πᾶν ἐρώτημα ἕκαστον ἐπιστήμονα; ΙΩΣ. Πάντως· ἀλλ’ οὐδὲ πᾶν τὸ ἐρωτώμενον ἀποκριτέον περὶ ἑκάστου. ΜΑΞ. Τοῦ χάριν; ΙΩΣ. Ὅτι ἕκαστον ἀποδεῖξαι οὐκ ἔστι πρωτίστως, ἀλλ’ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν.

ΜΑΞ. Οὐ κοινωνοῦσι γοῦν αἱ ἐπιστῆμαι ἀλλήλαις; ΙΩΣ. Ναί· ἀλλὰ κατὰ τὰ κοινά, ἅπερ εἰσὶ τὰ ἀξιώματα, ἀλλ’ οὐχὶ κατὰ τὰ ὑποκείμενα. ΜΑΞ. Ἂν τοίνυν θεώρημα γεωμετρικὸν ἐρωτήσω σε μουσικῶς, οὐκ ἀπαντήσεις μοι μουσικῶς;

ΙΩΣ. Ἴσως ἀποκρινοῦμαί σοι κατὰ λόγον· πλὴν ἀμυδρῶς, καὶ ὡς εἰπεῖν ἀναλογικῶς. ΜΑΞ. Σαφήνισόν μοι τὸ ζήτημα. ΙΩΣ. Ἤδη φημὶ καὶ σύνες. Ὅτι εἴπερ σημεῖον σημείῳ συντεθὲν οὐδὲν ποιεῖ πλέον· ἀδιάστατον γὰρ ἀδιαστάτῳ συντεθὲν διάστημα οὐχ ἕξει, ὥσπερ εἴ τις τὸ οὐδὲν οὐδενὶ συνθεὶς σκέπτοιτο· οὐδὲν γὰρ ποιεῖ· καὶ μονὰς ἑαυτὴν πολλαπλασιάσασα οὐδὲν πλέον ἑαυτῆς γεννᾷ· πολλῷ μᾶλλον φθόγγος σημείῳ, καὶ πόλος μονάδι συντεθεῖναι δόξαντα πρός τινος, ἀριθμητικόν, ἢ μουσικὸν θεώρημα ... προχείρως ποιήσουσι.

ΜΑΞ. Τίνι τρόπῳ ἡ μαγνῆτις ἕλκει τὸν σίδηρον; ΙΩΣ. Ὑπὲρ ἡμᾶς εἶ, καὶ ὑπὲρ ἀπόδειξιν εἴη τὸ ἐρώτημα. ΜΑΞ. Τί δήποτε; ΙΩΣ. Ὅτι τῶν προβλημάτων τὰ μὲν αὐτόθεν ἐστὶ πιστὰ καὶ γνώριμα, πάσης ἀμφιβολίας καὶ ζητήσεως ἄγευστα, ὡς τό, διατί τὸ πῦρ καίει; καὶ τὸ ὕδωρ ψύχει; τὰ δὲ ἄλυτα παντελῶς τοῖς ἀνθρώποις, καὶ Θεῷ μόνῳ, ἢ καὶ ἀγγέλοις γνώριμα, ὡς τό, πῶς ὁ Θεὸς οὔτε ἐγένετο, οὔθ’ ἑαυτὸν ἐποίησε; τὰ δὲ μέσην ἔχοντα τάξιν, ὡς τό, διατί τὰ ἄχυρα καὶ θερμὸν ὕδωρ φυλάττει, καὶ χιόνα τὴν ψυχράν; οὖ λύσις διὰ τὸ ἄποια εἶναι, καὶ θᾶττον συμμεταβάλλεσθαι, αἷς ἂν ποιότησιν ὁμιλήσωσιν. Ἐκ τῶν οὖν παρ’ ἡμῖν ἀλύτων ἐστὶν ὃ προέτεινας· τῶν δὲ ἀπόρων ἐρωτήσεων, ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι.

ΜΑΞ. Τίς ἡ ἀρχὴ τῶν τοῦ τοῦ Θεοῦ λόγων; ΙΩΣ. Ἡ ἀλήθεια. ΜΑΞ. Διατί; ΙΩΣ. Ὅτι βασιλὶς τῶν ἕν τε λόγοις καὶ πράγμασιν ἀρετῶν αὕτη. ΜΑΞ. Τί ἐστι τὸ ἐκτὸς τῆς ἀνάστρου σφαίρας κενόν; ΙΩΣ. Εἰ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου, πῶς ἐξ ἐτοίμου περὶ τῶν ἐπουρανίων ἐξιχνιάσομεν; πλὴν καὶ τοῦτο κενόν, περὶ κενοῦ μελετᾶν.

ΜΑΞ. Τί ἐστι μελέτη θανάτου; ΙΩΣ. Τὸ καθ’ ἑκάστην χωρίζεσθαι τῶν ματαίων. ΜΑΞ. Τί οὖν μὴ συγγράφεις, οὕτως εὐστόχως καὶ κατ’ ἔπος δυνάμενος ἀπαντᾶν; ΙΩΣ. Ὅτι ὡς μὲν βούλομαι οὐ δύναμαι, ὡς δὲ δύναμαι οὐ βούλομαι.

ΜΑΞ. Τί ταῦτα προτείνῃ ταπεινούμενος δῆθεν, ὅπου γε πάντες σχεδὸν οἱ εἰδότες σε ὡς ἕνα τῶν πάλαι φωστήρων τῆς Ἐκκλησίας δοξάζουσιν; ΙΩΣ. Ἤθελον εἶναί τι μέγα, καὶ μὴ δοκεῖν μᾶλλον. Ἰστέον μέντοι κἀκεῖνο, καὶ πάνυ ὂν ἀληθές, ὅτι οἱ πάλαι τῆς ἀληθείας διδάσκαλοι πρὸς τὸ δοχεῖα εἶναι τοῦ Πνεύματος, ἐκ τοῦ ἐν αὐτοῖς ὑπερβλύζοντος ἐλάλουν τε καὶ συνέγραφον, ἡμεῖς δὲ ἐξ ὧν ἔνθεν κἀκεῖθεν ὑποκλέπτομεν, καὶ συῤῥάπτομεν.

ΦΩΚΑΣ. Τί λαλεῖς, πάτερ; ὁ Θεὸς λαλεῖ διὰ σοῦ πίστευσον. ΙΩΣ. Ἐμῷ φίλῳ ὄντι σοι, τὰ ἐμὰ ἐπαινοῦντι οὐ πείθομαι· αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι, ἀξιοπιστότεραί εἰσι πολλάκις. ΜΑΞ. Καλόν. ΙΩΣ. Εὕροιμι!