Ἐν δὲ τῷ ἔκτῳ καὶ εἰκοστῷ τῶν αὐτοῦ, «ἐν τῷ Θεῷ οὐκ ἔστι τις δύναμις, ἢ ἐνέργεια, παρὰ τὴν οὐσίαν αὐτοῦ». Καὶ ἐν τῷ τριακοστῷ τῶν αὐτοῦ, «ἐν τοῖς θείοις ταὐτόν ἐστιν ἥ τε οὐσία, καὶ τὸ πρόσωπον». Καὶ ἐν τῷ δευτέρῳ τοῦ αὐτοῦ καὶ τριακοστῷ, «πέντε γνωρίσματα ἐν τοῖς θείοις, ἀγεννησία, πατρότης, υἱότης, κοινὴ πρόεσις, καὶ ἐκπόρευσις· τούτων δὲ τέσσαρες μόνον εἰσὶν ἀναφοραί· ἡ γὰρ ἀγεννησία, οὐκ ἔστιν ἀναφορά· καὶ τέσσαρες μόνον ἰδιότητες· ἡ γὰρ κοινὴ πρόεσις οὐκ ἔστιν ἰδιότης, δυσὶν ἐφαρμόζουσα προσώποις· τρία δέ εἰσι γνωρίσματα προσωπικά, τοὐτέστι καθ’ ἃ συνίσταται τὰ πρόσωπα, πατρότης δηλαδή, υἱότης, καὶ ἐκπόρευσις· ἡ γὰρ κοινὴ πρόεσις, καὶ ἡ ἀγεννησία, γνωρίσματα λέγονται τῶν προσώπων, οὐ μέντοι προσωπικά». Καὶ ἐν τῷ ἕκτῳ καὶ τριακοστῷ, «εὑρίσκεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἀμέσως ἐκπορευόμενον, καθ’ ὅσον ἐστὶν ἐξ αὐτοῦ, καὶ ἐμμέσως, καθ’ ὄσον ἐστὶν ἐκ τοῦ Υἱοῦ». Καὶ πάλιν ἐν τῷ αὑτῷ, «τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ, πρῶτον ὑπὸ τῶν Νεστοριανῶν εἰσενήνεκται· ταύτῃ δὲ τῇ αἱρέσει ἠκολούθησεν ὁ Νεστοριανὸς Θεοδώρητος, καὶ πλείονες ἄλλοι μετ’ αὐτοῦ, ἐν οἷς ἦν καὶ ὁ Δαμασκηνός»· οὕτω μὲν οὖν ὁ Θωμᾶς τίθησιν· ἐμοὶ δὲ πρὸς ταῦτα, καὶ παντὶ ὀρθοδόξῳ οὐ προσέχειν προσήκει τὸν νοῦν.