ὅπου ὁ μὲν τῶν διδασκάλων λέγει τοῖς θέλουσιν εὐσεβεῖν, «πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος φαινέσθω σοι, ἐν προβάτου δορᾷ, φθορὰν προβάτων κατεργαζόμενος»· ὁ δέ, «εἴ τις τῶν δοκούντων τοῖς θεοφόροις πατράσι σαλεύῃ τι, οὐκ ἔτι τοῦτο οἰκονομίαν κλητέον, ἀλλὰ παράβασιν, καὶ προδοσίαν δόγματος, καὶ περὶ τὸ θεῖον ἀσέβειαν»· ὁ δέ, «χρὴ τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον, εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι, ἢ προσθῆναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ Πνεύματος, μὴ παρ’ ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν»· ὁ δέ, «ἥδη ἅπαξ τύπον δεδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν χριστιανόν, ἐκεῖνο φυλάττῃ, ὃ παρὰ τῶν ἁγίων ἀποστόλων παρεδόθη, λέγοντος τοῦ μακαρίου Παύλου, εἴ τις ὑμᾶς εὐαγγελίζηται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Γράφουσι δὲ πρὸς τούτοις διαῤῥήδην αἱ σύνοδοι, νῦν μέν, «περὶ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἕπεσθαι»· νῦν δέ, «εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφόν τε καὶ ἄγραφον ἀθετεῖ»· νῦν δέ, «ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ὑποτύπωσιν τῶν ἁγίων πατέρων καινοτομηθέντα καὶ πραχθέντα, ἢ καὶ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα ἔστω».