Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Τα επτά κύρια σημεία κανονικής και λειτουργικής διαφωνίας

Απαρίθμηση και ανάλυση των επτά βασικών διαφορών μεταξύ Ορθοδόξων και Λατίνων, όπως τα άζυμα, το βάπτισμα, το καθαρτήριο πυρ και η νηστεία, με προτροπή σε τήρηση της παραδόσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 10

ΣΚΑΡ. Ἐγὼ Χριστῷ μεγίστην χάριν ὁμολογῶ, νῦν πρῶτον ἐντυχών σου τῇ ἀρετῇ· μυρία γὰρ ἔχων πρὸ χρόνων πυθέσθαι περὶ τῆς ἡμετέρας διαφορᾶς, οὐκ ἔσχον ὅτῳ χρήσομαι, πρὸς τὰς λύσεις ἑρμηνεῖ· καὶ δή μοι τοῦτο πρῶτον εἰπέ, μόνον ἡμῖν τὸ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ζήτημα διορθώσεως δεῖται; ἢ καὶ περὶ ἄλλων τινῶν πρὸς ἡμᾶς διαφέρεσθε;

ΙΩΣ. Καὶ περὶ πολλῶν μὲν καὶ ἄλλων εὗ ἴσθε διαφερόμεθα πρὸς ὑμᾶς· τίς ἂν πάντα ῥᾳδίως διέλθοι; ἐξόχως δὲ περὶ τῶνδε τῶν ἑπτά. ΣΚΑΡ. Εὐοῖ! αὐτὸς δὲ ᾤμην ἓν εἶναι τὸ τῆς θεολογίας ἐκεῖνο μόνον· καὶ πότε ταῦτα διορθωθήσεται; ἓν μόνον τοσοῦτος χρόνος οὐκ ἴσχυσε διορθῶσαι, καὶ τὰ ἑπτὰ πόσος; ἢ τίνες ἄνθρωποι διορθώσονται; πλὴν ἐφιεμένῳ μοι πόσ’ ἂν εἴποις μαθεῖν, ἀνάγγειλον ἀξιῶ τίνα ταῦτα; καὶ τοῦ χάριν διὰ ταῦτα ἡμῶν ἀποσχίζεσθε; πρὸς δέ, καὶ πῶς ποτε τῆς προσηκούσης διορθώσεως ταῦτα τύχοι, εἰ ἄρα τύχοι;

ΙΩΣ. Ἐγώ σοι ταῦτα φιλαλήθως ἐπερωτῶντι, ἑτοίμως τε ὡς οἷόν τε καὶ σαφῶς καὶ συντόμως ἐρῶ. Αʹ. Ὅτι ἀντὶ ἐνζύμων ἐν ταῖς ὑμῶν λειτουργίαις προσφέρετε ἄζυμα. Βʹ. Ὅτι τοὺς παρ’ ὑμῶν βαπτιζομένους εἰς μίαν κατάδυσιν βαπτίζετε, ὡς μὴ ὤφελον. Γʹ Ὅτι καθαρτήριον πῦρ ἐπὶ πᾶν ἁμάρτημα μετὰ θάνατον εἶναι δοξάζετε. Δʹ. Ὅτι τὸ πνικτὸν ἀδεῶς, καὶ τὸ αἷμα, ἵνα μὴ φιλοτίμως εἴπω ἢ καὶ φιλονείκως, ἐσθίετε.

ΣΚΑΡ. Πέμπτον; ΙΩΣ. Ἀλλὰ μὴ δυσχεράνῃς, ὅτι τῷ σαββάτῳ μετὰ Ἰουδαίων νηστεύετε. ϛʹ. Ὅτι τοὺς τῶν θείων ἀποστόλων κανόνας, καὶ τῶν οἰκουμενικῶν ἑπτὰ συνόδων τὰς δύο, προφανῶς παραγράφεσθε. Καὶ Ζʹ. Ἐπὶ πᾶσιν, ὅτι καὶ ἐκκλησιαστικὸν πᾶν ἀξίωμα, καὶ παντὸς ἁμαρτήματος λύσιν, διὰ χρημάτων παῤῥησίᾳ τοῖς χρῄζουσι δίδοτε.

Ταῦτα μὲν οὖν εἰσι τὰ ἑπτά, περὶ ὧν πρὸς ὑμᾶς διαφερόμεθα μάλιστα· λέγω δὲ δίχα τοῦ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ζητήματος, καὶ τῶν ἄλλων, περὶ ὧν τό γε νῦν ἔχον σιγᾶν ἄμεινον. Ἀποσχιζόμεθα δὲ ὑμῶν διὰ ταῦτα, οὔτε δι’ αὐτονομίαν θελήματος, ἄπαγε! οὔτε δι’ ἐρίθειαν ἄλλως, ἢ ἀρχῆς ἔφεσιν, ὡς ἄν τις τυχὸν ὑπολάβοι, ἀλλὰ τοῖς τῶν πανευφήμων ἀποστόλων κανόσι, καὶ ταῖς τῶν ἑπτὰ οἰκουμενικῶν συνόδων ἑπόμενοι παραδόσεσι· καὶ τοῦτο σκοποῦντί σοι, ἐντεῦθεν ἂν γένοιτο φανερόν.

ΣΚΑΡ. Πόθεν; ΙΩΣ. Ὅτι περὶ μὲν τοῦ πρώτου, οὕτως ἡ ἑβδόμη τῶν οἰκουμενικῶν σύνοδος τίθησιν· εἴ τις οὐ τίθησιν εἰς τὴν προσφορὰν προζύμην καὶ ἄλας, καὶ εἴ τις προσφέρει ἄζυμα, ἀνάθεμα ἔστω. Καὶ ὁ μέγας Βασίλειος ἐν τῇ ἑρμηνείᾳ τῆς θείας λειτουργίας φησί· «διὰ τῶν ἐνταῦθα τελουμένων σημαίνομεν τὴν τελείαν ἀνθρωπότητα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δείκνυμεν τοῦτον τέλειον Θεὸν εἶναι, καὶ τέλειον ἄνθρωπον· ἄλευρον ἡ σάρξ, πρόζυμον ἡ ψυχή, ἄλας ὁ νοῦς· καὶ διὰ τοῦτο ἔννουν καὶ ἔμψυχον τὸ τοῦ Κυρίου σῶμα ὀνομάζομεν.

Ἀλλὰ καὶ τὰς πέντε αἰσθήσεις ἀποπληροῦμεν ἐν ταῖς ἱεραῖς προσφοραῖς, ὅρασις τὸ ἄλευρον, ὄσφρησις τὸ πρόζυμον, ἀκοὴ τὸ πῦρ, γεῦσις τὸ ἄλας, καὶ ἁφὴ τὸ ὕδωρ». Καὶ ὁ θεῖος Χρυσόστομος, ἐν μὲν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου ῥητῶς οὕτω δίεισι· «πρὸ μιᾶς ὁ Κύριος ἡμέρας τὸ οἰκεῖον παρέδωκε Πάσχα, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε τὸ παλαιὸν Πάσχα ἐγίνετο».

Καὶ ἐν τῷ λόγῳ, οὖ ἡ ἀρχὴ «Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα», φησί, «τριακόσιοι πατέρες, ἢ καὶ πλείους, εἰς τὴν Βιθυνῶν χώραν συνελθόντες, ταῦτα ἐνομοθέτησαν, καὶ ἔργοις ἐτέλεσαν, καὶ λόγοις ἐκύρωσαν· οὐκ ἤκουσας αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, ὅτι “ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν”; εἰ δὲ ὅπου δύο ἢ τρεῖς, μέσος ἐστὶν ὁ Χριστός, πῶς ὅπου τριακόσιοι καὶ πολλῷ πλείους παρῆσαν, οὐ πολλῷ μᾶλλον παρῆν; καὶ πάντα ἐτύπου καὶ ἐνομοθέτει αὐτός; σὺ δὲ οὐ μόνον ἐκείνων καταγινώσκεις, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης, ἣ καὶ τὴν ἐκείνων γνώμην ἐπῄνεσε.

Καὶ γὰρ ὁ Χριστός, καὶ περιτομὴν ὑπέμεινε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπετέλεσε, καὶ ἄζυμα ἔφαγε, καὶ ἐν Ἱεροσολύμοις ταῦτα ἔπραξεν ἅπαντα· καὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός· ἀλλ’ οὐδενὶ τούτων ἡμεῖς ὑποκείμεθα· καὶ βοᾷ Παῦλος λέγων, “ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει”· καὶ περὶ τῶν ἀζύμων πάλιν, “ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας”· ἡμῶν γὰρ τὰ ἄζυμα οὐκ ἄλευρον πεφυρμένον, ἀλλὰ βίος ἐνάρετος· καὶ πάλιν, “τέλος νόμου Χριστός· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· οἵτινες ὑπὸ νόμον ἐστέ, τῆς χάριτος ἐξεπέσατε· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά”· ἓν δὲ τῶν πάντων ἐστί, καὶ τὸ κατὰ τὸ Πάσχα μυστήριον· τοῦτο γὰρ ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων. Καὶ τίνος ἕνεκεν ἐποίησε τοῦτο ὁ Χριστός; ἐπειδὴ τὸ παλαιὸν Πάσχα, τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἕδει δὲ τὴν ἀλήθειαν ἐπιτεθεῖναι τῷ τύπῳ, πρότερον δείξας τὴν σκιάν, τότε ἐπήγαγε τὴν ἀλήθειαν· καὶ τῆς ἀληθείας δὲ ἐπενεχθείσης ἡ σκιὰ λοιπὸν ἀποκρύπτεται, καὶ οὐδὲ καιρὸν ἔχει· ἢ τί γὰρ ἔδει τύπου τῆς ἀληθείας ἐλθούσης; τί δὲ σκιᾶς, τῶν πραγμάτων ἐπιδεδημηκότων; τί δὲ ἀλόγου ἀμνοῦ, τοῦ τῆς ἀλογίας ἡμᾶς ἀπαλλάξαντος ἱερείου ἀντεισαχθέντος;

Εἰ δὲ καὶ τὸ τυπικὸν πρὸ τοῦ ἀληθινοῦ, ὄρθιος ἔφαγε, καὶ μετὰ σπουδῆς, ἀλλ’ οὐ τὸ χρόνῳ παλαιωθὲν ἐκεῖνο, τοῦτο δὲ εἶπε τὸ καινὸν εἰς τὴν ἐμὴν ποιεῖτε ἀνάμνησιν».

Καὶ ἐν ἄλλοις, «εἰ δέ τις προσφέρων ἄζυμον οὐ συνεορτάζει τοῖς Ἰουδαίοις φησί, τοῦτο ταὐτόν ἐστιν, ὥσπερ ἂν εἰ καὶ περιτέμνων τις ἑαυτόν, κατὰ σκοπόν τινα ἴδιον, ἀλλὰ μὴ πρὸς τὴν τῶν χρωμένων τῷ ἔθει τούτῳ περιτεμνόμενος ἔννοιαν, ἐνίστατο μὴ τὰ ἐκείνων φρονεῖν».

Καὶ ἐν ἑτέροις, «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ· ἤγουν ὁ λόγος τοῦ Θεοῦ ζύμη τροπικῶς, καὶ σπόρος ὠνόμασται, διὰ τὸ ζωτικὴν ἔχειν ταῦτα δύναμιν, κινητικὴν καὶ αὐξητικήν, καὶ τοῦ ὁμοίου γεννητικήν»· ὡς δήπου τὸ ζύμης ἄμοιρον φύραμα, καὶ τῶν τοιῶνδε ποιοτήτων ἐστέρηται.

ΜΑΞ. Ἱκανὰ ταῦτα περὶ τοῦ πρώτου. ΙΩΣ. Περὶ δὲ τοῦ δευτέρου, οἱ μὲν θεῖοι ἀπόστολοι ἐν ἑβδόμῳ καὶ τεσσαρακοστῷ κανόνι, ῥητῶς οὕτω λέγουσιν· «εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, νενόηται τὸ ἑπόμενον». Ὁ δὲ μέγας Βασίλειος, ἐν ἑβδόμῳ καὶ εἰκοστῷ τῶν πρὸς Ἀμφιλόχιον κεφαλαίῳ φησί· «τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, οὐκ ἀπὸ τῆς μυστικῆς παραδόσεως παρελάβομεν;». Καὶ ὁ τὴν γλῶτταν χρυσοῦς, ἐν τῷ πρὸς νεοφωτίστους βιβλίῳ, ἐν λόγῳ βʹ οὕτως ἐκτίθησι· «καὶ ἵνα μάθῃς καὶ ἐντεῦθεν, ὡς μία ἡ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνεται παράδοσις· ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως, βαπτίζεται ὁ δεῖνα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τρίτον τὴν κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς, τὴν τοῦ Πνεύματος παρασκευάζων ἐπιφοίτησιν δέξασθαι»· οὐδὲ γὰρ ἱερεύς ἐστι μόνος ὁ τῆς κεφαλῆς ἐφαπτόμενος, ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά, καὶ τοῦτο ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος δείκνυται· οὐδὲ γὰρ λέγει βαπτίζω ἐγὼ τὸν δεῖνα, ἀλλὰ βαπτίζεται ὁ δεῖνα, δεικνύς, ὅτι αὐτὸς μόνος γίγνεται διάκονος τῆς χάριτος, καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ παρέχει, ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα.

ΜΑΞ. Εἶεν· τί δὲ περὶ τοῦ τρίτου ἔχεις προβάλλεσθαι; ΙΩΣ. Ὅτι περ τῶν οἰκουμενικῶν συνόδων ἡ εʹ τοὺς δοξάζοντας μετὰ θάνατον τέλος εἶναι κολάσεως, ἀποκηρύκτους τοῦ καταλόγου τῆς Ἐκκλησίας τίθεται. ΜΑΞ. Καί τί ἐστιν ὃ λέγει Παῦλος, ἐν τῷ τρίτῳ τῆς πρώτης πρὸς Κορινθίους «ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός».

ΙΩΣ. Τοῦτο πολυτρόπως ἑρμηνεύοντες οἱ θεῖοι διδάσκαλοι, μίαν ἔννοιαν συμπεραίνουσι· ζημιωθήσεται λέγοντες, ἰδοὺ μία κόλασις· αὐτὸς δὲ σωθήσεται, οὕτω δέ, ὡς διὰ πυρός· εἰς τὸν αἰῶνα τὸν ἄπλετον, ἀθάνατα κολαζόμενος. Ἔθος γὰρ ἡμῖν λέγειν ἐν τῷ πυρὶ σῴζεται, περὶ τῶν μὴ κατακαιομένων ὑλῶν· σωθήσεται δὲ εἰπών, τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο.

ΜΑΞ. Καὶ πῶς Γρηγόριος ὁ Διάλογος εἶναι πῦρ καθαρτήριον ἀποφαίνεται; ΙΩΣ. Μία χρῆσις ἁγίου, δόγμα καθολικὸν οὐ συνίστησιν· οὐ γὰρ νόμος Ἐκκλησίας τὸ σπάνιον· ἐπεὶ καὶ αὐτὸς ἐφ’ ὡρισμένοις ἁμαρτήμασιν εἶναι τοῦτό φησιν, οὐκ ἐν ἅπασι.

ΜΑΞ. Καὶ λοιπὸν αἱ ὑπὲρ τῶν ἀποιχομένων εὐποιΐαι, καὶ προσφοραί, περιτταί. ΙΩΣ. Ἀναγκαιόταται μᾶλλον, εἴπερ τι ἄλλο, μετὰ τὸν θάνατον· πλὴν ἱλασμὸς ταῦτα Δεσπότου, καὶ οὐχὶ πῦρ καθαρτήριον· ἀλλὰ περὶ μὲν τούτου, ἐν ἑτέροις ῥηθήσεται πλείονα.

Περὶ δὲ τοῦ τετάρτου ὡς ἐν τύπῳ εἰπεῖν, ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται κατὰ λέξιν οὑτωσί· «οἱ ἀπόστολοι, καὶ οἱ πρεσβύτεροι καὶ ἀδελφοί, τοῖς ἐξ ἐθνῶν πιστοῖς, χαίρειν· ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος· πλὴν τούτων ἐπάναγκες ἀπέχεσθαι, εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε». Τούτων ταῖς διατάξεσι, καὶ ἡ ἕκτη σύνοδος ἑπομένη, ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ κανόνι τῶν ἑαυτῆς ἀποφαίνεται· «εἴ τις ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσει, οἱῳδήτινι τρόπῳ, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω».

ΜΑΞ. Καὶ περὶ τοῦ πέμπτου κατ’ ἐπιτομὴν δίελθε· ὅπου γὰρ σύνοδοι καὶ ἀπόστολοι μάρτυρες, οὐ δεῖ μηκύνειν. ΙΩΣ. Ἄριστα ἔφης· ἀμέλει καὶ τῷ τῶν ἀποστόλων μόνῳ χορῷ ἀρκεσθήσομαι ἐπὶ τούτῳ, ὅτι περὶ τοῦ πέμπτου οἱ αὐτοὶ ἀπόστολοι, οὕτως ἐν ἑξηκοστῷ καὶ τρίτῳ κανόνι τιθέασιν· «εἴ τις κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν ἑνὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω».

Περὶ δὲ τοῦ ἕκτου, ἥγουν ὅτι καὶ σύνοδοι ἑπτὰ οἰκουμενικαὶ γεγόνασι προφανέστατα, καὶ κανόνας οἱ ἀπόστολοι ἔγραψαν, πολλὰ καὶ πολλαχόθεν ἡμῖν τὰ μαρτύρια. Περὶ μὲν τῶν συνόδων οἱ χρονογράφοι, τὰ Τυπικά, τὰ Μηναῖα, τὰ Νόμιμα, καὶ οἱ ἀγῶνες καὶ οἱ λόγοι τῶν ἐν ταύταις διαπρεψάντων ὁμολογητῶν καὶ πατέρων ἡμῶν.

Περὶ δὲ τῶν κανόνων, καὶ αὐταὶ αἱ σύνοδοι μάρτυρες, καὶ πολλοὶ τῶν ἁγίων, ὅτι ἡ μὲν ἐν τῇ Νικαίᾳ τὸ πρῶτον συναθροισθεῖσα εὐθύς, ἐν τῷ πρώτῳ αὐτῆς κανόνι, μέμνηται τοῦ πρώτου τῶν ἀποστολικῶν κανόνων, καὶ τοῦ δευτέρου, καὶ τοῦ τετάρτου. Ἡ δὲ δευτέρα ἐν μὲν τῷ ἑαυτῆς δευτέρῳ, τοῦ τεσσαρεσκαιδεκάτου· ἐν δὲ τῷ πέμπτῳ, τοῦ δωδεκάτου, καὶ τοῦ δευτέρου καὶ τριακοστοῦ. Ἡ δὲ τρίτη τοῦ ἑβδομηκοστοῦ τετάρτου, ᾦ καὶ χρησαμένη εὐκαίρως, τὸν δυσσεβῆ καθεῖλε Νεστόριον. Ἡ δὲ ἐν Χαλκηδόνι ἐν τῷ ἑαυτῆς πέμπτῳ, τοῦ δωδεκάτου, καὶ τοῦ ἑκκαιδεκάτου, καὶ τοῦ τρισκαιδεκάτου, καὶ τοῦ τεσσαρεσκαιδεκάτου ποιεῖται μνείαν. Πρὸς ταύταις ὁ μέγας Βασίλειος ἐν τῷ ἑαυτοῦ δωδεκάτῳ, τοῦ ἑπτακαιδεκάτου ποιεῖται μνείαν· ὁ θεολόγος Γρηγόριος ἐν τοῖς Ἔπεσι, καὶ ὁ Δαμασκηνός, ἐν εἰκοστῷ καὶ ἑβδόμῳ τῶν αὑτοῦ Δογματικῶν, πάντων μέμνηται. Ἰδίως δὲ περὶ τούτων καὶ πάντων, ἡ τῶν οἰκουμενικῶν ἑβδόμη σύνοδος, ὧδε φρικτῶς ἀποφαίνεται· «ἔστω ἀνάθεμα, καὶ τοῦ χριστιανικοῦ καταλόγου ἀλλότριος, ὁ παραχαράττειν, ἢ ἀνατρέπειν, ἢ ἀθετεῖν τολμῶν, οἱονδήτινα τῶν ἱερῶν κανόνων».

ΦΩΚ. Ὡς φοβερὰ ἡ ἀπόφασις αὕτη, καὶ φρίκης ἀνάμεστος! ΙΩΣ. Περὶ δὲ τοῦ ἑβδόμου καὶ τελευταίου, Λέων μὲν ὁ ἀοίδιμος πάπας, οὖ τὴν ἐπιστολὴν ὀρθοδοξίας στήλην ὠνόμασεν ἡ τῶν συνόδων τετάρτη, ἐν τοῖς κανόσι τῶν ἐπὶ χρήμασι χειροτονούντων φησί· «χάρις ἡ μὴ προῖκα διδομένη τε καὶ λαμβανομένη, χάρις οὐκ ἔστιν». Ἀλλ’ οἱ τοῦ Σίμωνος οὐ προῖκα λαμβάνουσιν· οὐκ ἄρα τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς τάξεσιν ἐνεργοῦσαν λαμβάνουσιν· εἰ δὲ μὴ λαμβάνουσιν, οὐδὲ ἔχουσιν· εἰ δὲ μὴ ἔχουσιν, οὔτε προῖκα, οὔτε μετὰ χρημάτων δύνανταί τινι δοῦναι· τί τοίνυν διδόασι; Πνεῦμα δηλονότι ψεύδους· πῶς; τοῦτο δείξωμεν. Εἰ γὰρ τὸ Πνεῦμα τῆς ἀληθείας, αὐτῆς τῆς ἀληθείας μαρτυρούσης παρ’ ἧς πρόεισι, δωρεὰν δίδοται, πόῤῥω πάσης ἀμφιβολίας Πνεῦμα ψεύδους ἐλέγχεται τὸ μὴ προῖκα διδόμενον. Περὶ τούτου, ἵνα τοὺς ἄλλους παρῶ, ἐν εἰκοστῷ καὶ ὀγδόῳ κανόνι, ἐμβριθέστερον οἱ ἀπόστολοι λέγουσιν: «Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ πρεσβύτερος, ἢ διάκονος, καθαιρείσθω καὶ αὑτός, καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω τῆς κοινωνίας παντάπασιν, ὡς ὁ Σίμων ὁ μάγος ὑπ’ ἐμοῦ τοῦ Πέτρου».

Καὶ μάλα εἰκότως, εἴποι πᾶς τις, ταῦτα καὶ χείρω τοῖς δειλαίοις συμβαίνειν· εἰ γὰρ ὁ μάγος ἐκεῖνος, καί περ νομίσας μόνον δυνατὸν ὄλως εἶναι τὴν δωρεὰν τοῦ Θεοῦ ἀργυρίῳ κτήσασθαι, αὐτίκα πόῤῥω που τῆς Ἐκκλησίας ἀπέῤῥιπται, οἱ διὰ βίου ἔργον τοῦτο ποιούμενοι, τὸ πάσας πιπράσκειν χρυσίου τὰς τοῦ Πνεύματος χάριτας, ποῦ ποτε ἆρα στήσονται; ἢ ποίαν τίσουσι δίκην; Ὡς ἂν δ’ ἐπὶ τὸν τοῦ λόγου εἱρμὸν καταντήσωμεν, διὰ ταύτας τὰς αἰτίας ὑμῶν διιστάμεθα, ἄτε τοῖς ἁγίοις ἐν πᾶσι στοιχοῦντες, καὶ οὐχ ὑμῖν, τοῖς, ἵν’ εὐφημότερον εἴπω, πορευομένοις ὡς βούλεσθε.

ΦΩΚ. Πρὸς ταῦτα τίς ἱκανός; ΙΩΣ. Μία δὲ τούτοις ἅπασιν ἡ διόρθωσις ἔσται συναιρομένου Θεοῦ, τὸ μηδὲν παρὰ τὰ διατεταγμένα τοῖς ἱεροῖς ἀποστόλοις, καὶ ταῖς ἁγίαις συνόδοις, μεταχειρίζεσθαι ἢ φρονεῖν· ὁ γὰρ τοῦτον τὸν ὅρον φυλάττων ὀρθῶς, συγχορευτὴς ἡμῖν ἔσται, συγκοινωνός, καὶ ὁμόπιστος· ὅ γε μὴν τοὺς προειρημένους κανόνας ἀπαναινόμενος, καὶ κατὰ τῶν ἀποστόλων ὁμόσε χωρῶν, καὶ κατὰ τῶν ἁγίων ἀναίδην φερόμενος, τίνα ἂν σχοίη πρὸς ἡμᾶς κοινωνίαν; τίς δὲ μερὶς μεθ’ ἡμῶν ἔσται τούτῳ, ἢ τίς μετοχὴ κατ’ εὐσέβειαν;

ὅπου ὁ μὲν τῶν διδασκάλων λέγει τοῖς θέλουσιν εὐσεβεῖν, «πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος φαινέσθω σοι, ἐν προβάτου δορᾷ, φθορὰν προβάτων κατεργαζόμενος»· ὁ δέ, «εἴ τις τῶν δοκούντων τοῖς θεοφόροις πατράσι σαλεύῃ τι, οὐκ ἔτι τοῦτο οἰκονομίαν κλητέον, ἀλλὰ παράβασιν, καὶ προδοσίαν δόγματος, καὶ περὶ τὸ θεῖον ἀσέβειαν»· ὁ δέ, «χρὴ τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον, εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι, ἢ προσθῆναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ Πνεύματος, μὴ παρ’ ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν»· ὁ δέ, «ἥδη ἅπαξ τύπον δεδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν χριστιανόν, ἐκεῖνο φυλάττῃ, ὃ παρὰ τῶν ἁγίων ἀποστόλων παρεδόθη, λέγοντος τοῦ μακαρίου Παύλου, εἴ τις ὑμᾶς εὐαγγελίζηται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Γράφουσι δὲ πρὸς τούτοις διαῤῥήδην αἱ σύνοδοι, νῦν μέν, «περὶ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἕπεσθαι»· νῦν δέ, «εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφόν τε καὶ ἄγραφον ἀθετεῖ»· νῦν δέ, «ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ὑποτύπωσιν τῶν ἁγίων πατέρων καινοτομηθέντα καὶ πραχθέντα, ἢ καὶ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα ἔστω».

Ὅπου τοίνυν τοσοῦτοι, καὶ τοιοῦτοι δοξάζειν ἄλλως ἀπείργουσι, μία καὶ μόνη διόρθωσις αὕτη, καὶ σωτηρίας ὁδός, ταῖς ἁγίαις συνόδοις στοιχεῖν, καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κανόσιν ἕπεσθαι, καὶ διὰ πάντων ἀκολουθεῖν τῷ Χριστῷ· ᾧ πάντων ἕνεκεν χάρις.