ΕΡΜ. Εἴθε!
ΙΩΣ. Ἄλλως τε, οὔθ’ ὁ μέγας οὑτοσὶ τούτου χάριν ἀφίκετο, καὶ τοσαύτην διεστείλατο τὴν ἀποδημίαν, ὥστε διαλέξεις δημοσίᾳ ποιεῖσθαι, οὔθ’ ἡμεῖς ἐκ πρώτης βαλβῖδος, ὃ λέγεται, τοιαύταις δεξιωσόμεθα, τοιόνδε πρέσβυν ὑποδοχαῖς· ἀλλ’ οὗτος μέν, ὥστε κομίσαι τῷ πατριάρχῃ, καὶ τοῖς κρατοῦσι, πρεσβείας ἑνωτικὰς τῶν Ἐκκλησιῶν, καὶ σὺν αὐτοῖς ἵνα καὶ τοῖς περὶ τούτων λογάσι, βουλεύσηταί τι μέγα, περὶ οὗ ἧκε σκοποῦ· ἡμεῖς δὲ οὕτως ὄντα τοιοῦτον, καὶ παρὰ τοσῶνδε καὶ τοιῶνδε πεμφθέντα, ἐπὶ τοιούτῳ σκοπῷ, πάσαις φιλοφρονησόμεθα ταῖς ἀξίαις τιμαῖς· γενήσεται δὲ μετ’ αὐτοῦ, καὶ διάλεξις μία, ἢ τυχὸν καὶ δευτέρα, καὶ τρίτη· μᾶλλον δὲ οὐ διάλεξις, περὶ δὲ τοῦ μελετωμένου κοινὴ συνδιάσκεψις, οὐχ ὡς ἐν σεκρέτῳ, ἀλλ’ ἐν ὡρισμένοις, ἐν τῷ περιωνύμῳ τῆς τοῦ Θεοῦ Σοφίας νεῷ, ἢ ἐν τῷ θεοφρουρήτῳ παλατίῳ, ἢ ὅποι ἂν οἱ λογάδες ἐκλέξωνται. Ἴσως δὲ καὶ αὐτὸς (ἐπείπερ χρὴ τὸν ἀποκρινόμενον, οὐ μόνον ἃ χρή, καὶ ὑπὲρ ὧν χρή, καὶ ὡς χρή, ἀλλὰ καὶ ὅπῃ χρή, καὶ ὡς χρὴ ἀποκρίνασθαι) περὶ τούτου λοιπὸν ὅπου χρὴ τηνικαῦτα ἀποκρινοῦμαί σοι, ἐὰν ἄραγε ζῶ, καὶ κληθῶ, καὶ συνῶ.