Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Το μυστήριο της Αγίας Τριάδας

Ερμηνεία της τριαδικότητας του Θεού με βάση την αναλογία νου, λόγου και πνεύματος. Επεξηγείται η διάκριση των θείων υποστάσεων σε συνδυασμό με την απόλυτη ενότητα της θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 7

ΑΠΙΣΤΟΣ. [71] Περὶ τριάδος καλῶς ὑπέμνησας· πῶς, λέγοντες πιστεύειν εἰς ἕνα θεόν, ὁμολογεῖτε πάλιν πιστεύειν καὶ εἰς τριάδα; ΟΡΘΟΔΟΞΟΣ. Ὅτι ὁ εἷς θεὸς τῶν ἁπάντων αὐτός ἐστι καὶ τριάς, καὶ ἡ τριὰς εἰς ἣν πιστεύομεν αὐτός ἐστιν ὁ εἷς καὶ μόνος θεός.

ΑΣΕΒΗΣ. Παραδοξότατον τοῦτο δοκεῖ. εἰ γὰρ ἕν ἐστιν ὁ θεός, οὐκ ἂν εἴη καὶ τρία, εἰ δ’ ἐστὶ τρία, οὐκ ἂν εἴη ἕν. ΕΥΣΕΒΗΣ. Ὁμολογουμένως ἐστὶ παράδοξον, διὰ γὰρ τοῦτο καὶ θεῖον· εἰ γὰρ συμβαῖνον ταῖς πάντων δόξαις καὶ σύνηθες ἦν, οὐκ ἂν ἐπεφύκει θεῖον. πλὴν δ’ ὁ αὐτὸς θεός ἐστι καὶ τρία καὶ ἕν.

ΠΛΑΝΟΣ. Τίνι τρόπῳ; ΑΛΗΘΗΣ. Ὑπὲρ ἀπόδειξιν ἅπασαν. ΑΧΑΙΜΕΝΙΔΗΣ. Οὐκ ἀρνοῦμαι ταύτῃ τῇ ἀποκρίσει· ἀπόδος καὶ τὸν περὶ τούτου μοι λόγον, ὅσον ἐνδέχεται. ΧΡΙΣΤΙΑΝΟΣ. Οὐκ ἔστι τὰ ὑπὲρ φύσιν φυσικῶς ἀποδείκνυσθαι, ὡς οὐδὲ τὰ φυσικὰ διὰ τῶν ὑπὲρ φύσιν.

ΤΑΛΑΣΙΜΑΝΗΣ. Οὐδ’ αὐτὸς τοῦτ’ ἀπαιτῶ, ἀλλ’ ἑτέρως ὑποδειγμάτισόν μοι. ἐπανάγαγέ με ποσῶς εἰς τὴν τοῦ ζητουμένου κατάληψιν. πέποιθα γάρ σοι ἐκ τῶν προειρημένων πλεῖστα κἀν τούτῳ σε δύνασθαι. ΜΟΝΑΧΟΣ. [72] Ἐρῶ σοι λοιπόν, ἐπεὶ εὐγνωμόνως πυνθανόμενον βλέπω, οὐχ ὅσον ἴσμεν, ἀμυήτοις γὰρ ψυχαῖς ῥίπτειν τοὺς μαργαρίτας τούτους οὐκ ἐπετράπημεν, ἀλλ’ ὅσον αὐτὸς συνιέναι δύνασαι· πρόσχες γοῦν. ὅτι πιστεύομεν ἕνα θεὸν εἶναι πάσης ὁρατῆς καὶ ἀοράτου φύσεως δημιουργόν· τὸ γὰρ μὴ οὕτω φρονεῖν ἀθεότητος ἄντικρυς. ὁ τοιοῦτος τοίνυν ἀνάγκη καὶ λόγον ἔχειν· θεὸς γὰρ πῶς ἂν εἴη ἄλογος; ἀλλὰ καὶ πνεῦμα δεῖ ἔχειν τὸν λόγον, ἐπεὶ οὐδεὶς ἄνευ πνεύματος πρόεισι λόγος. ἀλλὰ καὶ ἐνυπόστατά φαμεν εἶναι ταῦτα· οὐδὲν γὰρ τῶν ἐν τῷ θεῷ ἀνυπόστατον. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ τριὰς ἣν ἀκούεις, οὐ θεὸν καὶ θεὸν καὶ θεόν, ἄπαγε, δογματίζοντες, πολυθεΐα γὰρ τοῦτο σαφής, ἀλλὰ τὰ τρία ταῦτα ταῖς ἰδιότησιν ἕνα τῇ φύσει θεόν. [73] εἶτα, σὺ ὁ πιστεύων κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν θεοῦ γενέσθαι τὸν ἄνθρωπον, πῶς ἐν τῇ εἰκόνι θεωρῶν τὴν τριάδα τὸ τῆς εἰκόνος πρωτότυπον ἀπιστεῖς;

ΚΑΡΜΙΑΝΟΣ. Φώτισόν μοι· οὔπω γὰρ κατενόησα τὴν ἐν τῇ εἰκόνι ταύτῃ τριάδα. ΒΡΥΕΝΝΙΟΣ. Φημὶ ὅτι κατ’ εἰκόνα θεοῦ ὁ ἄνθρωπος καὶ γέγονε καὶ ἐστίν, οὐ κατὰ τὸν τύπον τοῦ σώματος ἀλλὰ κατὰ τὴν τῆς ψυχῆς ἰδιότητα.

ΙΣΜΑΗΛ. Σύμφημι. ΙΩΣΗΦ. Θεωρεῖται δ’ ἐν τῇ ψυχῇ ἐν ταὐτῷ νοῦς καὶ λόγος καὶ πνεῦμα, ἅμα τρία καὶ ἕν, ἅπερ αὐτή ἐστιν ἡ ψυχή. ὡς οὖν ταῦτα ἀμερίστως ἐν τῇ εἰκόνι νοεῖται, οὕτως ἐν τῷ πρωτοτύπῳ, καὶ κατ’ ἐπέκεινα σφόδρα θεοπρεπῶς πατήρ, υἱός, πνεῦμα ἅγιον, ὅπερ ἐστὶν ὁ θεός, ἡ ἁγία Τριάς, ἡ τρία οὖσα καὶ ἕν.

ΑΠΙΣΤΟΣ. [74] Οὐκοῦν, ἡ αὐτὴ καὶ μία τριάς, ἐπεὶ ἕν ἐστι καὶ τρία, καὶ εἷς θεός ἐστι καὶ τρεῖς; ΟΡΘΟΔΟΞΟΣ. Ἥκιστά γε. ΑΣΕΒΗΣ. Καὶ τίνι τρόπῳ, ἀπόδειξον, ὅτι ἐνταῦθά ἐστιν ὁ ἀγών. ἐνταῦθα, εἰ ἓν ἔτι μοι τοῦτο λύσεις, ὁμόφρονά σοι ... ἀλλ’ οὐδὲν οὔπω λέγω ὅτι οὐδὲ δυνήσῃ λῦσαι τὸ ἀπορούμενον.

ΕΥΣΕΒΗΣ. Εἰπὲ θαρρούντως, μόνον εὐφήμως· πέποιθα γὰρ εἰς τὴν ἁγίαν Τριάδα ὅτι καὶ τοῦτο ῥᾳδίως καὶ ἀληθῶς σοι, ὥσπερ καὶ τἄλλα, λυθήσεται. ΠΛΑΝΟΣ. [75] Ἰδοὺ ἐξ ὧν αὐτὸς καὶ φρονῶ καὶ οἰκείοις ὀφθαλμοῖς βλέπω, εἰ μὴ κοιμῶμαι, εἰ μὴ μεθύω, εἰ μὴ ἐξέστην, προτείνομαι ἀληθέστατα, ὅτι σὺ ἄλλος μὲν ἄνθρωπος εἶ παρὰ τοῦτον, καὶ οὗτος ἕτερος ἄνθρωπός ἐστι παρὰ σέ, κἀκεῖνος πάλιν ἄλλος ἄνθρωπός ἐστι παρ’ ὑμᾶς· καὶ διὰ τοῦτο οὔτε εἷς ἐστε οὔτε δύο ἀλλὰ τρεῖς. ἢ οὐχὶ καλῶς ἀποφαίνομαι;

ΑΛΗΘΗΣ. Ναί, καλῶς· [76] ἀλλὰ τί σοι βούλεται τὸ ἐρώτημα; ΑΧΑΙΜΕΝΙΔΗΣ. Ἄρτι λέγω· ὁ ἐν τῇ τριάδι παρ’ ὑμῖν δοξαζόμενος Πατὴρ αὐτὸς καθ’ ἑαυτὸν ἴδιόν ἐστι πρόσωπον καὶ ὁ υἱὸς αὐτὸς καθ’ ἑαυτὸν ἴδιον πάλιν πρόσωπον, ὅ γε Παράκλητος αὖθις αὐτὸς καθ’ ἑαυτὸν ἴδιον πρόσωπον· καὶ ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν καὶ οὐχ ὁ αὐτὸς τῷ Υἱῷ καὶ ὁ Υἱὸς ὁμοίως ἄλλος παρὰ τὸν Πατέρα καὶ παρ’ ἐκείνους ὡσαύτως ἄλλος ἐστὶν ὁ Παράκλητος. καὶ κυρίως θεός ἐστιν ὁ Πατήρ, κυρίως θεός ἐστι καὶ ὁ Υἱός, κυρίως θεός ἐστι καὶ ὁ Παράκλητος. τούτων οὖν οὕτως ἐχόντων, πῶς οὐ τρεῖς θεοὶ ἐκεῖνοι, ὥσπερ ὑμεῖς τρεῖς ἐστε ἄνθρωποι; ἀλλ’ ἐκεῖνοι μὲν εἷς, ὑμεῖς δὲ τρεῖς; καὶ πῶς ἐλευθέρᾳ γλώττῃ ἓν μὲν καὶ τρία τὸν θεὸν λέγετε, ἕνα δὲ τὸν αὐτὸν καὶ τρεῖς οὐ τολμᾶτε λέγειν;

ΧΡΙΣΤΙΑΝΟΣ. Τοῦτό ἐστι τὸ μέγα ἐκεῖνο καὶ δυσδιάλυτον, ὃ πρὸ μικροῦ εἰπεῖν ἔφης, ἢ ἄλλο; ΤΑΛΑΣΙΜΑΝΗΣ. Τοῦτο, οὐκ ἄλλο. ΜΟΝΑΧΟΣ. [77] Πρόσχες οὖν συναγαγών σου τὸν νοῦν. διὰ τοῦτο ἡμεῖς μὲν οὓς ὁρᾷς τρεῖς καὶ λεγόμεθα καὶ ἐσμὲν ἄνθρωποι, ὅτι τὸ «ἄνθρωπος» ὄνομα λεγόμενον ἐφ’ ἡμῖν τὴν τῆς ἀνθρωπότητος φύσιν δηλοῖ, καὶ ἐστὶ τὸ ὄνομα τοῦτο σημαντικὸν φύσεως, ὡς καὶ ἐπὶ πάντων τῶν ὀνομαζομένων κτισμάτων. ἐπὶ μέντοι τῶν θείων προσώπων, ἤτοι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, λεγόμενον τὸ «θεὸς» ὄνομα οὐ φύσιν σημαίνει, ἀλλ’ ἔστιν ἐνεργείας σημαντικόν. ἐπεὶ δὲ ταύτην τὴν διὰ τοῦ «θεὸς» ὀνόματος σημαινομένην ἐνέργειαν ἐπ’ ἴσης ἔχει ὁ Πατήρ, ἐπ’ ἴσης ἔχει ὁ Υἱός, ἐπ’ ἴσης ἔχει τὸ Πνεῦμα τὸ Ἅγιον, διὰ τοῦτο καὶ ἰδίᾳ ἕκαστον θεὸς κυρίως καὶ λέγεται καὶ ἐστί· καὶ τὰ τρία ἅμα εἷς πάλιν κυρίως θεός.

ΚΑΡΜΙΑΝΟΣ. Οὔπω νοῶ τὸ λεγόμενον· σαφήνισόν μοι τὸν λόγον, ἐπεὶ δοκεῖς μοι παραλογίζεσθαι. ΒΡΥΕΝΝΙΟΣ. Λέγω δὴ τοῦτο σαφέστερον ἄλλως, ὅτι σὺ θεὸν τὸν Πατέρα ἀκούων, θεὸν τὸν Υἱόν, θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον, τρεῖς θεοὺς εἶναι τούτους νομίζεις, οὐχ ἕνα, ἐπειδὴ δοκεῖς ὅτι τὸ «θεὸς» ὄνομα τοῦτο λεγόμενον ἐπὶ τῶν θείων προσώπων φύσιν ἐκεῖ δηλοῖ καὶ δηλωτικόν ἐστι τοῦτο φύσεως, ὥσπερ καὶ ἐφ’ ἡμῖν, οὓς ὁρᾷς τρεῖς ἀνθρώπους, τὸ «ἄνθρωπος» ὄνομα. τόδε οὐχ οὕτως ἔχει.

ΙΣΜΑΗΛ. [78] Ἀλλὰ πῶς; ΙΩΣΗΦ. Ἄκουσον· ἡ θεία φύσις ὄνομα οὐκ ἔχει, ὃ ἡμῖν γεννητοῖς ἀνθρώποις γινωσκόμενον· πᾶν γὰρ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῇ τὸ δὲ ὑπακούῃ. τίς οὖν ὁ ὀνομάσας φύσιν θεοῦ; θεὸν οὖν ὀνομάζοντες ἰδίᾳ ἕκαστον τῶν θείων προσώπων καὶ αὖθις ἅμα πάντα ἕνα θεὸν λέγοντες, οὐ τὴν φύσιν αὐτὴν τῆς θεότητος διὰ τούτου σημαίνομεν, ἄπαγε, ἦ γὰρ ἂν τρεῖς θεοὺς ἐδοξάζομεν, ἀλλὰ διὰ τοῦ «θεὸς» ὄνομα τοῦτο τὴν μίαν καὶ αὐτὴν ἐνέργειαν τῶν τριῶν δηλοῦμεν, ἐπειδὴ ἀπὸ τοῦ τὰ πάντα θεᾶσθαι ἢ πανταχοῦ θέειν ἢ τὴν κακίαν αἴθειν τὸ ὄνομα τοῦτο παράγεται· ἣν δὴ ἐνέργειαν ἕκαστον τῶν ἐν τῇ τριάδι προσώπων ἴσην καὶ ἀπαράλλακτον κέκτηται τοῖς λοιποῖς.

ΑΠΙΣΤΟΣ. [79] Ἔτι μου ὁ λογισμὸς ὑποσκάζει καὶ ἀμφιγνοῶ τὸ ζητούμενον. ΟΡΘΟΔΟΞΟΣ. Ἐγώ σε νῦν θᾶττον τοῦ ἀμφιγνοεῖν ἀπαλλάξω. ἡμεῖς μὲν οἱ τρεῖς, τρεῖς λεγόμεθα ἄνθρωποι καὶ οὐχ εἷς, ὅτι τὴν τοῦ ἑνὸς ὑμῶν, ὁποίου ἂν εἴποις, ἐνέργειαν οὔτε οἱ λοιποὶ δύο ἅμα οὔτε ὁ εἷς ἡμῶν ὁπωσοῦν ἰδίᾳ ἔχει καθάπερ ἐκεῖνος ἀπηρτισμένην, οὔτε σχεῖν ταύτην τινὶ τρόπῳ δύναται οὔτε μήν, ἐργαζομένου αὐτοῦ, συνεργάζεται οὔτε, παυομένου τῆς ὁποιασοῦν ἐνεργείας, συγκαταπαύει. ὁ δὲ εἷς θεὸς λέγεται καὶ οὐ τρεῖς, ὅτι τῶν δύο ὁποιωνοῦν προσώπων τῶν ἐκεῖ τὴν ἀίδιον καὶ μίαν ἐνέργειαν, ἐξ ἧς θεὸς ὀνομάζονται, ἴσην κέκτηται τὸ λοιπὸν καὶ μόνιμον καὶ ὁλόκληρον καὶ διαφορὰ ἐν αὐτοῖς ἐνεργείας οὐκ ἔστι. καὶ τοῦτο μὲν κατὰ τοῦτο. ἓν δὲ καὶ τρία τὸν θεὸν λέγομεν οὐ κατὰ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα, ἀλλὰ τρία μὲν αὐτόν φαμεν ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἓν δὲ τῇ φύσει.

ΑΣΕΒΗΣ. Νῦν ἔγνων ἐναργῶς, ἤδη πεπληροφόρημαι, μηκέτι κοπία. ΕΥΣΕΒΗΣ. [80] Οὐκ ἀποστήσομαι, ἕως ἂν ἐκ περιουσίας ἐναργέστερον τοῦτο διδάξω σε. τρεῖς ἡμεῖς καὶ οὐχ εἷς, ὅτι τοῦ ἑνὸς ἡμῶν ἐπινοουμένου ἢ ὑφισταμένου ἢ ἀναιρουμένου, οὔτε συνεπινοοῦνται οὔτε συνυφίστανται οὔτε συναναιροῦνται οἱ λοιποί. εἷς δὲ θεὸς τὰ τρία τῶν θείων προσώπων, οὐ τρεῖς, ὅτι Πατρὸς ἐπινοουμένου, εὐθὺς συνεπινοεῖται τούτῳ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τοῦ Υἱοῦ ὑφισταμένου ταῖς ἐπινοίαις, Πατὴρ ἅμα συνυφίσταται τούτῳ καὶ ὁ Παράκλητος καὶ τοῦ Παρακλήτου ἀναιρουμένου τῇ ἐπινοίᾳ, συναναιρεῖται τούτῳ αὐτίκα Πατὴρ ὁμοῦ καὶ Υἱός. πάλιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ ἁγία Τριάς, ὁ Θεὸς ἡμῶν, εἷς ἐστι θεὸς καὶ οὐ τρεῖς καὶ ὅτι ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Παρακλήτῳ ὁρᾶται καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Παρακλήτῳ ὑπάρχει καὶ ὅλος ὁ Παράκλητος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατοπτεύεται καὶ ἑνὶ λόγῳ, ὅλα ἐν ὅλοις ἐστίν. ἡμεῖς δὲ τρεῖς ἄνθρωποι καὶ οὐχ εἷς, ὅτι οὐδεὶς ἡμῶν θεωρεῖται ἐν τῷ ἑτέρῳ, ἀλλὰ μόνον καθ’ ἑαυτόν ἐστιν ἕκαστος. καὶ οὔπω λέγω ὅτι ἡμεῖς μὲν καὶ τόποις διιστάμεθα καὶ τρόποις διαφέρομεν ἀλλήλων καὶ χρόνοις καὶ πλείοσιν ἄλλοις, τὰ θεῖα δὲ πρόσωπα, πρὸς τῷ μηδενὶ τῶν εἰρημένων ὑποκεῖσθαι, ἄκρᾳ καὶ ἀρρήκτῳ ἑνώσει συνδέδενται.

τίς οὖν καθ’ ἡμῶν ἔτι διᾶραι στόμα τολμήσει, εἰ μὴ πάντῃ ἔσται ἠλίθιος;