Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολὴ πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Η ορθόδοξη απόκριση και οι πατερικές μαρτυρίες για την ανακαίνιση της κτίσεως

Αναίρεση των ωριγενιστικών αντιλήψεων και τεκμηρίωση της προσδοκώμενης απαλλαγής του κόσμου από τη φθορά, μέσα από τη διδασκαλία του Ιωάννου Χρυσοστόμου, του Γρηγορίου Θεολόγου και του Γρηγορίου Νύσσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 3

Μᾶλλον δὲ τίς ἐστιν ἡ ἐν τούτοις ἀλήθεια; Δίδαξόν με μαθεῖν ἐπειγόμενον. ΑΠΟΚΡΙΣΙΣ Τοῦτο ζήτημά ἐστιν ἓν τῶν μεγάλων, ἀγαπητέ. Διὰ τοῦτο καὶ γὰρ ἡ πέμπτη τῶν οἰκουμενικῶν συγκεκρότηται σύνοδος καὶ πάντας τοὺς τὰ αὐτὰ φρονοῦντας ἐκείνῳ ἀνεθεμάτισε. Τοῦτο περιλήρημα Ὠριγένους ἐστὶ τοῦ ἀδαμαντίνου, ὃς ἐφλυάρει προὔπαρξιν καὶ ἀποκατάστασιν, ὃν ἡ ῥηθεῖσα σύνοδος ἀνεθεμάτισε λέγοντα ὅτι ἐν τῇ συντελείᾳ τῶν αἰώνων πᾶσα ἡ κτίσις ἀναλύσει εἰς τὸ μὴ ὃν καὶ ὥσπερ ἄρα ὑπῆρχε πρὸ τοῦ γενέσθαι ἐν τῷ Θεῷ, οὕτω πάλιν ἀποκαταστήσεται ἐν αὐτῷ τῷ Θεῷ καὶ μόνος μενεῖ Θεός, τὰ δὲ πάντα οἰχήσεται. ἀλλὰ ταῦτα μὲν αἱρετικῶν εἰσιν ἔμετοι καὶ ναυτίαι. Τῇ δὲ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ τοὐναντίον ἅπαν δοκεῖ. Ὅτι γέγονε μὲν ἐκ τοῦ μὴ ὄντος ἅπαντα εἰς τὸ εἶναι διὰ τὸν ἄνθρωπον· διὰ δὲ τοῦ ἀνθρώπου παράβασιν ὑπόκεινται πάντα φθορᾷ, ἀλλὰ φθορᾷ προσκαίρῳ, οὐκ ἀπωλείᾳ οὐδ’ ἀφανισμῷ παντελεῖ. Ἀλλαγήσεται γὰρ πάντα, τουτέστιν ἀλλοιωθήσεται ἀπὸ τοῦ εἶναι φθαρτὰ καὶ τρεπτὰ εἰς τὸ εἶναι ἄφθαρτα, ἄτρεπτα καὶ ἀνάλωτα, ὥσπερ ἄρα καὶ ὁ δι’ ὃν ταῦτα συνέστη, ὁ ἄνθρωπος. Καὶ τοῦτο καὶ οἱ τῆς Παλαιᾶς προφῆται καὶ οἱ τῆς Νέας Διαθήκης διδάσκαλοι σαφῶς διδάσκουσι.

Ὁ μὲν γὰρ τῶν προφητῶν φησιν «ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή». Ὁ δὲ «ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα» τοὐτέστι κατὰ τοῦτον ῥέοντα καὶ φθειρόμενον «καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ἤτοι κατὰ τὸν μέλλοντα ἐκεῖνον καὶ ἀδιάῤῥευστον. Εἶτα τὸ ἀμετάπτωτον εἶναι τὴν τούτων στάσιν δεικνύς, ἐπάγει «πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται». Καὶ ταῦτα μὲν οἱ προφῆται.

Ταὐτὰ δὲ τούτοις οἱ τῆς Ἐκκλησίαις φωστῆρες δοξάζουσι. Τούτων γὰρ ὁ μὲν Χρυσόστομος Ἰωάννης ἐν ὁμιλίᾳ πεντεκαιδεκάτῃ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, ἐξηγούμενος τὸ τοῦ μακαρίου Παύλου ῥητὸν τὸ λέγον «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». Τοῦτο γοῦν ἐξηγούμενος, οὕτω φησί· «τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη ἀντὶ τοῦ φθαρτὴ γέγονε· τίνος ἕνεκεν καὶ διατί; διὰ σὲ τὸν ἄνθρωπον·» ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος, πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος· «κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται». καὶ Ἡσαΐας τὰ αὐτὰ ἐμφαίνων ἔλεγεν· «ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω»· «ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται». Εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις καὶ πῶς ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς;

Ὁ μὲν γάρ φησιν «ὡς ἱμάτιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται»· ὁ δέ, «οἱ κατοικοῦντες αὐτὴν ὡς ταῦτα ἀπολοῦνται», οὐ παντελῆ λέγων ἀπώλειαν, οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτήν, τοὐτέστιν οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον· καὶ δι’ αὐτῆς ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται. Ὥσπερ οὖν καὶ ἡ κτίσις· ἅπερ ἅπαντα τὰ διὰ τοῦ εἰπεῖν, ὡς ταῦτα παρεδήλωσε· ὅπερ οὖν καὶ ὁ Παῦλος λέγει σαφῶς «τί λέγεις» φησὶν «κακῶς ἔπαθε διὰ σὲ καὶ φθαρτὴ γέγονεν ἡ κτίσις; ἀλλ’ οὐδὲν ἠδίκηται· καὶ γὰρ ἄφθαρτός ἐστι διὰ σὲ πάλιν». Τοῦτο γάρ ἐστι τὸ ἐπ’ ἐλπίδι. —Εἰπὲ δὴ ποίᾳ ἐλπίδι. —Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. —Τί ἐστι «καὶ αὐτή». —Οὐχὶ σὺ μόνος· ἀλλὰ καὶ ὅσα ἐστὶ καταδεέστερα καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως καὶ ταῦτά σοι κοινωνήσει τῶν ἀγαθῶν· ἐλευθερωθήσεται γάρ φησιν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς τοὐτέστι οὐκ ἔτι ἔσται φθαρτή. ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφίᾳ τοῦ σοῦ· ὥσπερ γὰρ γενομένου φθαρτοῦ γέγονε καὶ ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου καταστάντος, καὶ αὐτὴ ἕψεται πάλιν· ὅπερ οὖν καὶ δεικνὺς ἐπήγαγεν εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ τοὐτέστι διὰ τὴν ἐλευθερίαν. Καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικὸν ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς καὶ αὐτὴ συναπολαύσει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. «

οὕτω καὶ πατέρες ποιοῦσι τοῦ υἱοῦ μέλλοντος ἐπὶ ἀξιώμασι φαίνεσθαι καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς: δόξαν ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβαλεῖ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων».

Καὶ ταῦτα μὲν κατὰ λέξιν οὕτω διηγεῖται ὁ τὴν γλῶτταν χρυσοῦς· ὁ δὲ Θεολόγος Γρηγόριος ἐν τῷ λόγῳ οὗ ἡ ἀρχὴ «Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων», ἐν λόγῳ δευτέρῳ τῆς νέας δεκαλόγου, παντὶ παραινεῖ ὀρθοδόξῳ οὕτω πιστεύειν.

Λέγει· «πίστευε τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξεσθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν». Ὅ τε Νύσσης ὡσαύτως συνώνυμος.

Τούτου ἐν τῇ «εἰς τοὺς ψαλμοὺς ἐξηγήσει» λέγει πρὸς τὸν Θεόν· «Σὺ μόνος, ὦ Δέσποτα, τὸ ἀΐδιον ἔχεις, ἅτε Θεὸς ὤν· ὁ δὲ οὐρανοὶ εἰ καὶ μέγα τι καὶ ἐξαίρετον ὑπάρχουσι κτίσμα, ἀλλ’ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ, ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμόν· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι· εἰ δέ τις προβάληται τὸ ὁ ἥλιος σκοτισθήσεται καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οὐκ αὐτὸν ἐκεῖνον, ὁποῖος ἂν εἴη, δεξόμεθα ἐξηγητήν, ἀλλὰ τοὺς τῆς Ἐκκλησίας εἰσηγητάς.

Τί οὖν φασιν ἐξηγούμενοι ταῦτα οἱ θεῖοι ἐξηγηταί, πρόσχες· ὁ ἥλιος σκοτισθήσεται οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι, τουτέστι τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν»· ἀκούεις;