Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Επιστολές προς τον Θεόδωρο Μελιτηνιώτη, τον Νικήτα Μυρσινιώτη και τον Ιωάννη Ολόβολο

Αλληλογραφία με εξέχοντα πρόσωπα, περιλαμβάνουσα εγκώμια, συστάσεις, απαντήσεις σε θεολογικά ζητήματα και εκφράσεις πνευματικής φιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 8

Τῷ μεγάλῳ σακελλαρίῳ τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας, ἀρχιδιακόνῳ καὶ διδασκάλῳ τὰ θεῖα, κυρῷ Θεοδώρῳ τῷ Μελιτινιώτῃ. Ἐν Πόλει. Πολὺς μὲν ἐμοὶ τῶν σῶν λόγων ἐντέτηκεν ἔρως καὶ διάπυρον σφόδρα μοι καὶ διακαὲς τὸ πρὸς σέ, μάκαρ, φίλτρον, ἀλλὰ καὶ τὸ διεῖργον μεταξὺ πολὺ πάντως διάστημα. Καὶ οὐκ ἔχω πῶς ἂν ἐμποδὼν ἅπαν ὥς τινα κλοιὸν ἀποτιναξάμενος πρὸς τὸν πεποθημένον ἀφίξομαι, μόνον δέ σε νοερῶς ἐνοπτρίζομαι, καὶ τοῦ νοῦ κρυφίαις συγγίγνομαι ταῖς ἀναπολήσεσιν, ἀΰλοις ἀναζωγραφῶν σε χρώμασι καὶ εἰκόνα παρ’ ἐμαυτῷ τῆς ἡδίστης μοι φέρων ὄψεως.

Καὶ τοῦτό μοι τοῦ πόθου μετρία τις ἀφοσίωσις καὶ τοῦ ἐλλείποντος ἀμωσγέπως καθέστηκεν ἀναπλήρωσις, διαπνοήν τινα μικρὰν τῷ πυρὶ τοῦ πόθου παρέχουσα. Ἐπάγονται δέ μοι οἱ σοί, θεσπέσιε, ἔρωτες, οὐ τὸ περιὸν μόνον τῆς σῆς ἀρετῆς ἢ τὸ ἐν λόγοις ἀπαράβλητον ἢ τὸ πρὸς παιδείαν πᾶσαν ἀνθρωπίνην τε καὶ θείαν ἄκρως εὐδόκιμον—δι’ ἃ πάντα ἄγαλμά σε ἄν τις ἰσχυρίσαιτο τῆς φύσεως καὶ μέγιστον ὡς ἀληθῶς φιλοτίμημα—ἀλλὰ καὶ τὸ σὸν ἐπιρρεπὲς εἰς ἐμὲ καὶ λίαν φιλόστοργον, ἐξ οὗ ἄρα τὸ σὸν ἔχω καταμανθάνειν, ἵν’ οὕτως εἴπω, θεοειδές, καὶ τὴν ἄκραν πρὸς τὸ καλὸν γνησιότητα, ναὶ μὴν καὶ τὴν εἰς μέγιστον ἐπαίρουσαν ὕψος ταπείνωσιν. Ὅτι τὸν μηδὲν ὄντα, πρὸς τὴν σὴν ἀγχίνοιαν συγκρινόμενον, ἐπὶ μέγα ἐξῇρες καὶ ἔστεργες ἄκρως, καὶ μετὰ πολλοῦ ἦγες τοῦ θαύματος. Ἐπὶ τούτοις οὖν ἔχων χάριν εἰδέναι σοι, πῶς τῶν σῶν ἐπιλήσομαι; Πῶς οὐ διὰ τέλους σε στέρξω, καὶ πολυέραστόν τί σε χρῆμα καὶ ἐρασμιώτατον θήσομαι;

Ἀλλὰ τούτων μὲν ἅλις· χάριν δὲ ἔσχον ὅτι πλείστην Θεῷ, πυθόμενός σε γενναιότατα τοῖς ἐναντίοις ἀντιταξάμενον, καὶ πᾶν στόμα λαλοῦν ἀνομίαν ἐμφράξαντα, καὶ κυνῶν ὑλακὴν τοὺς ἐκείνων φληνάφους ἐλέγξαντα, ὥστε καὶ ἰχθύων ἀφωνοτέρους, καίπερ ἐπὶ λόγοις μέγα φρονοῦντας, ἀποτελέσαι, ἀραχνίων ὑφασμάτων οὐδέν τι διενηνοχέναι τοὺς ἐκείνων παραλογισμοὺς ἀπελέγξαντα, καὶ λαμπρὰν ἤδη τὴν κατ’ αὐτῶν ἀράμενον νίκην, καὶ περιφανὲς καὶ μέγα στησάμενον τρόπαιον.

Ἀμέλει παρίσταταί μοι μὴ ἀμφιγνοεῖν ὁπωσοῦν, ὅτι σοι εἰκότως καὶ ὁ τῆς δικαιοσύνης ἀπόκειται στέφανος, ὃν ὁ δίκαιος Κριτὴς κατ’ ἐκείνην ἀποδώσει σοι τὴν ἡμέραν, τὸν δρόμον ἤδη κατὰ τὸν Παῦλον τὸν μέγαν τετελεκότι καὶ τὴν πίστιν μὴ ὅτι τετηρηκότι ἀλλὰ καὶ κρατύναντι καὶ κλονουμένην ἐν μέρει καὶ πεσεῖν κινδυνεύουσαν στηρίξαντι τοῖς στερροῖς τῶν λόγων ἐρύμασι. Μακαρίζω σε τοιγαροῦν τῆς ἐν λόγοις περιουσίας, τοῦ περὶ τὴν εὐσέβειαν ζήλου καὶ τῆς θερμότητος, τῶν ὑπὲρ ἐκείνης ἀγώνων καὶ τῆς γενναίας ἐνστάσεως. Μακαρίζω σε τῆς νίκης καὶ τῶν τροπαίων, ἃ κατὰ τῶν ἐξ ἐναντίας ἀνέστησας, τῶν ἐπὶ τοῖς ἀγῶσιν ἐκείνοις στεφάνων καὶ τῶν ἐν οὐρανοῖς ἀμοιβῶν, αἳ λαμπραί σοι καὶ περιφανεῖς ηὐτρεπίσθησαν· ὧν κατὰ τὴν φοβερὰν ἐκείνην, εὖ οἶδα, ἀξιωθήσῃ ἡμέραν, ἐν ᾗ κἀμοὶ εἴη, σαῖς εὐχαῖς οἰκτιρμῶν μὴ παντάπασιν ἀμοιρῆσαι δεσποτικῶν.

Ἐρρωμένος εἴης καὶ ὑγιαίνων ψυχῇ τε καὶ σώματι, τῆς θείας σοι διὰ βίου παντὸς συμπαρομαρτούσης χάριτος καὶ τὸ πρὸς ἅπαν σκαιὸν περιποιουμένης ἀνάλωτον. Τοῦ ἐν μοναχοῖς ἐλαχίστου, ὃν ἡ φήμη ἐκ νέου Βρυέννιον Ἰωσὴφ ἐγνώρισεν.

Τῷ εὐλαβεστάτῳ καὶ λογιωτάτῳ ἐν ἱερεῦσι κυρῷ Νικήτᾳ τῷ Μυρσινιώτῃ. Ἐν Ῥόδῳ. Τῆς ἐπιστολῆς ἥσθην μὲν καὶ τῷ κάλλει τῶν ὀνομάτων καὶ τῇ τῶν ἐννοιῶν πυκνότητι καὶ τῇ διὰ πάντων εὖ καὶ καλῶς ἐχούσῃ συνθήκῃ καὶ τοῖς ἄλλοις, οἷς τὰς καλὰς ἐπιστολὰς κοσμοῦσιν οἱ καλῶς ἐπιστέλλειν εἰδότες.

Τοῦ μέντοι μέτρου καὶ μᾶλλον ἐπῄνεσα, ὅτι μηδέν, ἢ τῶν δεόντων ἐνεῖναι, ταύτῃ ἐνέλιπες, ἢ τῶν μὴ δεόντων προσέθηκας, ἀλλ’ ἦν, ὅπερ ἂν εἴποι τις ἀληθεύων, καλή. Προσετίθεις δὲ τῷ κόσμῳ καὶ ὅπερ αὐτὸς ἐβουλόμην καὶ ὑπὲρ οὗ σοῦ πολλάκις δεδέημαι μέν, οὐκ ἔπειθον δέ, λέγω δή, τὸ ἀφελεῖν τῶν εἰς ἐμέ σου ἐγκωμίων πολύ, ἐρρῶσθαι φάσκων τῇ ἀμετρίᾳ.

Οὕτω γοῦν γράφε, καὶ σαυτῷ καὶ ἐμοὶ τήρει τὸ μέτρον, ὃ παρὰ πάντων μὲν ἐπαινούμενον οἶσθα, τηρούμενον δὲ πρὸς μόνων τῶν ἀρετῇ συζῆν αἱρουμένων. Ὡς τούτου χωρίς, μηδὲν αὐτοῖς τῶν πολλῶν κατορθωμάτων ὄφελος ὄν.

Ὧν ἕνα καὶ σὲ πεπεισμένος βουλοίμην ἄν σε πανταχοῦ τὸ μέτρον τηρεῖν, τούτῳ καὶ τὸ μηδὲν ἄγαν προσάπτοντα. Ἄλλως θ’ ὅτι τοῖς παρὰ καιρὸν ἐπαίνοις, ἐμὲ μὲν οὐδὲν βελτίω ποιήσεις—οὐ γάρ, ὅπερ οὔκ εἰμι, τοῦτ’ εἶναί με πιστεῦσαι ποτὲ πείσεις—, σὺ δέ, ἅπερ οὐδείς μοι σύνοιδε χαριζόμενος, πρὸς τῷ ψεύδεσθαι καὶ κόλακος δόξαν προσλήψῃ, ὅ σε παθεῖν οὐκ εἰκός, ἄνδρα τοῦ βίου παντὸς ἀλήθειαν προστησάμενον. Περὶ μὲν οὖν τούτου βουλεύσῃ, καὶ πάντως τοῦ λοιποῦ σαυτῷ καὶ ἐμοὶ συμμέτρους πέμψεις ἐπιστολάς, ἵνα μὴ τὸ παρὰ τὸ πρέπον ἐπαινεῖν με, αἴτιόν σοι γένηται τοῦ τῶν ἐμῶν, ὧν φὴς ἐρᾶν, ἐπιστολῶν στερηθῆναι· σιγήσομαι γάρ, μὴ δόξω γράφειν ἐπαίνων ἐπιθυμίᾳ.

Περὶ δὲ τῶν δὶς ἑπτὰ ζητημάτων, ὧν με ἠξίους ἐκθέσθαι σοι ἀνεπεργάστως, ἰδοὺ ταῦτα ἐκτίθεμαί σοι, καὶ ὅσον οἷόν τε κατὰ σύνοψιν. Ὅτι ἡ πάντων Κυρία Θεοτόκος, μετέστη μέν, οὐκ ἀνέστη δέ. Ὁ θεολόγος Ἰωάννης ἀναμφιβόλως κεκοίμηται, πλὴν ἔτι τοῦτο ζητεῖται τοῖς πλείοσιν. Ὁ θεοδόχος Συμεὼν ἱερεύς ἐστι, μὴ ἀμφίβαλλε. Αἱ τῶν ἁγίων ψυχαὶ ἐκεῖ εἰσιν, ὅπου αὐτὸς ὁ Θεός, ἐν τῇ μελλούσῃ μακαριότητι. Τὴν γνῶσιν τῶν ὄντων ᾗ ὄντων οὐχ ἕξουσι τελειοτέραν οἱ σοφοὶ τῶν ἀσόφων, οὐδέ γε οἱ ἐπιστήμονες τῶν ἰδιωτῶν, ἐπεὶ ἐν πᾶσι τοῖς οὖσι τὸ γινώσκειν ἓν καὶ τὸ γινωσκόμενον αὖ, ὁποῖον ἂν εἴποις, ἕν ἐστι. Πρὸς πάντων πατέρων καθαιρεθέντας τοὺς τῶν Ἰταλῶν ἱερεῖς ἡγοῦ, καὶ πρό γε πάντων τὸν ἑαυτῶν πρόκριτον.

Τὰ μέντοι παρ’ αὐτῶν ἱερουργούμενα ἅγια, ἅγια πάντα καὶ τέλεια νόμιζε, καθάπερ ἄρα καὶ τὰ πρὸς τῶν ἐν ἡμῖν καθῃρημένων τελούμενα. Μέλλων βασιλεύς, ὃν ἀκούεις οὕτω παρὰ πολλοῖς προᾳδόμενον, ὁ Χριστός ἐστιν.

Ἡ Πόλις οὔτε παραδοθήσεται τοῖς ἀπίστοις οὔτε ταὐτὰ τῇ Ἱερουσαλὴμ πείσεται, ἐπεὶ οὐχ ὅμοια ἥμαρτε. Πεφόνευται Ζαχαρίας ὁ τοῦ Προδρόμου πατήρ, τῷ τὴν Θεοτόκον ἱστᾶν μετὰ τῶν παρθένων. Εἴ γε οὐ προκόπτουσιν ὅλως οἱ ἄγγελοι, ἢ ὡς ἄλογοι μένουσιν ἐν αἰσθήσει ἢ καταληπτὸν αὐτοῖς τὸ ἄπειρον γέγονεν, ἅπερ ἀμφότερα πρὸς τῷ ψεύδει καὶ τὸ βλάσφημον ἐπιφέρεται.

Ὁ Χρυσόστομος οὐκ ἐμνήσθη τοῦ Θεολόγου ἐν τοῖς οἰκείοις συγγράμμασιν, ὅτι μηδ’ ὁ Λουκᾶς τοῦ Ματθαίου ἢ τοῦ Ἡσαΐου ὁ Δανιήλ. Εἰς ἀρετὴν οὐ προκόπτομεν, ὅτι καὶ πρὸ τοῦ τὸ καλὸν τελέσαι, ἐπιχειρῆσαι δὲ τοῦτο μόνον, οὐχ ὡς ὀφείλοντες τοῦτο, ἀλλ’ ὡς μεγάλα τινὰ τῷ Θεῷ χαρισάμενοι διακείμεθα, καὶ ὀφειλέτην αὐτὸν ἔχειν εὐθὺς φανταζόμεθα, καὶ τοὺς λοιποὺς ἅπαντας, ὡς μὴ τοῦτο κατωρθωκότας, εὐτελεστέρους ἡμῶν αὐτίκα καὶ Θεῷ ἀποστόργους ἡγούμεθα. Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, οὐκ ἀποθήσει, φησίν, ἀλλ’ ὅτι ταύτην ὑφ’ ἑτέρων κατεχομένην ἐκσπάσας, προσάξει τῷ ἰδίῳ Πατρί. Ὅτι ἡ μὲν ὄψις τὰ τῶν σωμάτων ἐπιπόλαια μόνον βλέπει, ἡ δ’ ἀκοὴ τὰ τῶν ψυχῶν βάθη καὶ πάντα τὰ νοητὰ παρέχει ἡμῖν καθορᾶν, τῆς πρώτης ἡ δευτέρα χρησιμωτέρα.

Οὕτω μὲν οὖν ταῦτά σοι λέλυται τὰ ζητήματα. Σὺ δ’ ἐν πᾶσιν ἐν οἷς ἀπορεῖς τὰς αἰτίας, τούτων τὰς λύσεις τῷ μέλλοντι ταμιεύου αἰῶνι ἐν Πνεύματι. Ἐρρωμένος εἴης καὶ ὑγιαίνων ψυχῇ τε καὶ σώματι, τῆς θείας σοι χάριτος ἀεὶ συνεργούσης καὶ ἅπαν ἀβούλητον τιθεμένης ἀτέλεστον. Τοῦ ἐν μοναχοῖς ἐλαχίστου Ἰωσήφ, ὃν τὴν ἐπίκλησιν ἡ φήμη Βρυέννιον οἶδε καλεῖν.

Τῷ μεγάλῳ χαρτοφύλακι τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας καὶ ἀρχιδιακόνῳ κυρῷ Ἰωάννῃ τῷ Ὁλοβόλῳ. Ἐν τῇ Βασιλευούσῃ τῶν Πόλεων. Ἔπεισιν εὐδαιμονίζειν καὶ κατὰ τοῦτό με τὴν βασίλειον πόλιν, καὶ εὐφημισμῶν ὅσων αὐτὴν καὶ μακαρισμῶν ἀξιοῦν, ἐφ’ ᾧ τοιούσδε πολίτας πεπλούτηκεν, εὐγενεῖς τὸ σῶμα, εὐγενεῖς τὴν ψυχήν, πλουσίους τοῖς χρήμασιν, ὀλβίους τὴν ἀρετήν, ἐνδόξους τε ἀξιώμασι, λαμπροὺς τὴν σοφίαν, οἷόν μοι καὶ σέ, πανολβιώτατε, αὕτη προήνεγκε. Καὶ γὰρ τοσοῦτόν σου τὸ ἐν πᾶσι καλοῖς περιδέξιον πέφυκε, λέγω δὴ τὸ τοῦ γένους ἐπίσημον, τὸ πρὸς τὴν εἰς Θεὸν εὐσέβειαν θερμὸν καὶ διάπυρον, τὸ πρὸς πᾶσαν ἀρετῆς ἰδέαν ἐπιρρεπές, τὸ ἀγχίνουν τῆς διανοίας καὶ ὀξὺ καὶ οὐχ ἥκιστα εὐεπήβολον, ὡς καὶ πολλοὺς ἐρᾶν σοῦ διερεθίζειν, καὶ πρὶν ὄψεως θεατὰς γενέσθαι τῆς σῆς καὶ τῶν σῶν καλῶν ἀπολαῦσαι ὁπωστιοῦν ἢ τῆς σῆς ὅλως φιλίας πεῖραν σχεῖν. Ἐγὼ δὲ καὶ ἀκοῇ ὠτὸς ἤκουσά σου καὶ αὐταῖς εἶδόν σε ὄψεσι καὶ λόγων κοινωνὸς ἐγενόμην καὶ σύνειμί σοι ἀεὶ τῇ ψυχῇ. Καί σου τῷ ἱμέρῳ τυραννηθεὶς καὶ τῶν ἐρώτων ἁλώσιμος γεγονώς, πειρῶμαι καὶ διὰ τοῦ παρόντος σε ἐπισπάσασθαι γράμματος· τοιοῦτόν μοι, θαυμάσιε, τὸ πρὸς σὲ διακείμενον καὶ τοιαῦταί με ἐλπίδες εἰς τὴν σὴν προσδιαλαλιὰν διὰ τῆς παρούσης ἐπιστολῆς κεκινήκασι.

Πείθει γάρ με, ὡς οὐκ ἀνεπίστροφά σοι ἔσται τὰ καθ’ ἡμᾶς, πρῶτον μὲν ἡ προενυπάρξασα πρός με φιλία τῆς σῆς λογιότητος, εἶτα καὶ συχναὶ ταύτης ἐπαγγελίαι ἡνίκα ἐξερχομένου μου τῆς Πόλεως ὑπισχνοῦ μηδαμῶς ἐπιλήσεσθαι, ἔπειτα καὶ ἡ ἐμπεφυκυῖα τῶν τρόπων σοι ἐπιείκεια, ἥ σε ἄρα καὶ πρὸς εὔνοιαν οὐ τὴν εἰς ἐμὲ μόνον κινήσειεν ἄν, ἐσχηκότα ἴσως τὸ ἐπαγωγὸν ἔκ τε τῆς πάλαι συνηθείας καὶ τῶν λόγων αὐτῶν, ἀλλὰ καὶ τὸν ὁπωσδήποτε ἔχοντα, κἂν καὶ ὁ λίαν ᾖ εὐτελέστατος. Ἐπαίνους μὲν οὖν διεξιέναι τοὺς σούς, καὶ ὅσοις σε φύσις ἅμα καὶ τρόπος ἐκόσμησαν τοῖς καλοῖς, μακρῶν ἂν ἡμῖν δεήσειε λόγων καὶ μείζονος ἄρα ἢ κατὰ τὸν παρόντα καιρόν· εὐχαῖς δέ σε ἀντὶ τούτων δεῖν ἔγνων τὸ τέως φιλοφρονήσασθαι, ὅπερ ἄρα καὶ σοὶ ποθεινότερον. Εὔχομαι οὖν ἐπὶ πολὺ μὲν τὸν τοῦ παρόντος βίου ἐκταθῆναί σοι δρόμον, χρησίμης, εὖ οἶδα, οὔσης σου τῆς ζωῆς εἰς πολλῶν λυσιτέλειαν, εὐμαρῶς δέ σοι τοῦτον καὶ πάσης ὕπερθεν δυσχερείας ἀνύεσθαι.

Τῶν μέντοι σοι κατ’ ἀρετὴν προτερημάτων ὁσημέραι ἐπιδιδόντων, ἀεὶ πρὸς τὸ ἔμπροσθεν ἐπεκτείναιο καὶ Θεοῦ ἐγγύτερον γένοιο, μέχρις ἄν, τῆς τοῦ βίου προθεσμίας διηνυσμένης σοι, τρανότερον αὐτῷ προσπελάσῃς καὶ καθαρώτερον. Εἰς παῖδάς σοι καὶ ἀπογόνους ἄχρι καὶ αἰῶνος τερμάτων, τὸ κατὰ τὸν βίον ἅμα καὶ τὴν ἀρετὴν διαβαίη εὐδόκιμον.

Ἀλλὰ ταῦτα μὲν τὰ ἐμά. Εὔχου δὲ καὶ αὐτός μοι διὰ τὸν Κύριον. Καὶ εἴ τινα οἶδας αὐτόθι ἄνθρωπον τοῦ Θεοῦ, ἀξίωσον ἀντ’ ἐμοῦ μεμνῆσθαί μου ἐν ταῖς αὐτοῦ πρὸς Θεὸν εὐχαῖς, ὡς ἂν τὸ λοιπὸν τῆς ἐμῆς ζωῆς εἰς μετάνοιαν φυλάξας μὴ μόνον ἀνώτερος τῶν τοῦ πονηροῦ ἐπιβουλῶν ἐν τῷ παρόντι βίῳ ἀναδειχθῶ, ἀλλὰ κἀκεῖσε τύχω τῆς μακαρίας ζωῆς. Οἶσθα γὰρ τῶν ἀνθρωπίνων τὸ ἐπίκηρον, ὡς ποταμίων ῥευμάτων μιμεῖται φύσιν, καὶ ὡς ἐκείνους μόνους χρὴ μακαρίζειν, τοὺς μετὰ χρηστῆς ἐλπίδος καταλύοντας τὸν παρόντα βίον· οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ’ ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον. Καὶ ταῦτα τίνες; οἱ ἀγαθοὶ καὶ πιστοὶ δοῦλοι, οἱ φρόνιμοι οἰκονόμοι, οἱ ἐργάται τῆς ἀρετῆς. Ἐμοὶ δὲ πολλῶν εὐχῶν χρεία, ἁμαρτίαις ἄλλως ὑπόχρεῳ γεγονότι, καὶ διὰ ταύτας ὑπευθύνῳ κολάσεσι χρηματίσαντι, ὧν λυτρωθείην ταῖς σαῖς ἁγίαις εὐχαῖς.

Ἐρρωμένος εἴης καὶ εὐεκτῶν, ὦ θειότατε, καί σοι ὁ ἔξωθεν ἄνθρωπος συνευεκτοίη τῷ ἔνδοθεν. Τοῦ πάντα καὶ φιλοῦντος τὰ σὰ καὶ θαυμάζοντος Ἰωσὴφ μοναχοῦ τοῦ Βρυεννίου.