Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Επιστολή προς τον Δημήτριο Κυδώνη

Επιστολή στην οποία εκφράζεται θλίψη και έλεγχος για την εκκλησιαστική αποστασία του παραλήπτη, με προτροπή για επιστροφή στην πατρώα ευσέβεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 8

Τῷ σοφωτάτῳ ἀνδρῶν Δημητρίῳ τῷ Κυδώνῃ. Ἐν Βενετίᾳ. Διάτορόν τι μέγα καὶ διαπρύσιον τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης ἡ σάλπιγξ, ἐκ τοσούτου πνεύσασα διαστήματος, καὶ μέχρις ἡμῶν ἤχησε καὶ ἐν τρικυμίᾳ με λογισμῶν καθεστῶτα διανέστησέ τε ἅμα καὶ ηὔφρανε καὶ εἰς λήθην παντὸς ἀφικέσθαι δεινοῦ παρεσκεύασε. Τοιοῦτος σὺ φίλος ἀεί, καὶ τοιαῦτά σοι τὰ πρός με συνήθη, χαίρων ὁπότε τι κέκτημαι τῶν καλῶν καὶ ἀχθόμενος ἐν τῷ κακῶς με πράττειν, σπουδαῖον ὄντα ἐπαινῶν καὶ ναρκῶντα ἐπεγείρων. Ἀμέλει σοι καὶ χάριτας οἶδα καὶ τοῖς συνοῦσι ταύτας ὁμολογῶ, καί γε εὔχομαι τῆς βασιλίδος εἰς βασίλεια ἐπανελθόντα σε ὅσον οὔπω πυθέσθαι. Καὶ γὰρ ἐμοὶ τὴν σὴν ἀποστασίαν ἐνθυμουμένῳ τὸ ταλαίπωρον ἡμῶν γένος ταλανίζειν ἔπεισι καὶ ἀποδύρεσθαι τῆς ζημίας, ἄνδρα τοιοῦτον ἀποβαλόν, ὃς τὰ μέγιστα μὲν ἂν εἰς κόσμον αὐτῷ συνετέλει καὶ καύχημα, μέγιστον δ’ ἂν εἶχε δ’ αὐτοῦ τὸ κράτος ἐν δόγμασι, κράτιστά τε αὖ τοὺς ἀντιθέτους κατηγωνίζετο. Νῦν δέ, ὃν ἂν χρείαν εἶχε γλώττης ἀποπληροῦντα ἢ ὅπλου ὀχυρωτάτου ἡ καθ’ ἡμᾶς Ἐκκλησία, τούτου αὐτῆς ἀποσκιρτῶντος, κἂν μὴ εὐκαταγώνιστος τοῖς πολεμοῦσι καθίσταται, ἀλλά γε εἶναι δοκεῖ. Καὶ εἴθε τὴν ἐκείνου ἔπασχε μόνον ἀποβολήν· νῦν δὲ τοῦτο λίαν ἐλεεινότερον, ὅτι πρὸς τῷ τῆς ἐκεῖθεν ἐκπεσεῖν συμμαχίας, καὶ ἐχθρὸν αὐτὸν κέκτηται καὶ πολέμιον. Τίνα τοῦτον; ὃν αὐτὴ φεῦ!

ἐγείνατό τε καὶ ἔθρεψε.

Καὶ τιμῆς μὲν ἕνεκεν τῆς πρὸς τοὺς γεννήτορας μεγίστης ἐπαγγελλομένης ἀμοιβῆς, οὐχ ἥττονος δὲ τῆς ἐπὶ τῇ παροινίᾳ ποινῆς ἐπισειομένης, οὐκ οἶδα τί παθὼν αὐτὸς καὶ ἀμφοῖν ἀλογῶν, τῇ εἰς φῶς ἐνεγκούσῃ τὸ νοητόν, ῥαγδαίως συρρήγνυσαι καὶ μαζοὺς ἀτιμάζεις, ὡς ἀκούω, τοὺς θρέψαντας, δέον εἰ καὶ ἐπιληψίμως ἔν τισιν εἶχε τὰ κατ’ αὐτήν, ἀποκρύπτειν πειρᾶσθαι τὸ αἶσχος, οὐ μέντοι γε ἐκπομπεύειν. Οὐδὲ γὰρ τὴν πατρικὴν ἐπιτωθάσας γύμνωσιν Χάμ, τὴν ἀξίαν δίκην διέδρα, ἀλλ’ οἶσθα πάντως ἃ πέπονθεν. Εἰ γάρ σοι δι’ ἔξωρον ἡλικίαν ἡ μήτηρ ἀμβλυτέραν εἶχε τὴν αἴσθησιν καί τι τοῦ καθήκοντος διημάρτανεν, ἐμυκτήρισας ἄν; ἀλλ’ οὐκ ἂν ὑπαίτιος ἦς καὶ Θεῷ καὶ ἀνθρώποις τοῦτό γε δρῶν; Παντί που σαφές. Ἢ ἀγνοεῖς ὅσον μὲν τῷ ἀοράτῳ Πατρὶ τὸ γονεῖς τιμᾶν ἠξίωται λόγου, οἵα δὲ δίκη τοῖς πατραλοίαις ἐπήρτηται; Πολλῷ οὖν μᾶλλον τὴν πνευματικῶς ὠδινήσασαν καὶ μαζῷ τῶν θείων λόγων ἐκθρέψασαν καὶ εἰς τόδε σε ἡλικίας προαγαγοῦσαν ἔδει τιμᾶν, καὶ εἰ σύνοιδάς τι τῶν ὑπεναντίων αὐτῇ. Εἰ γὰρ ἀτεχνῶς αὐτῇ τοιόνδε τι συνῄδεις, περιστέλλειν ἐχρῆν, ἀλλ’ οὐ πάντως ἀπογυμνοῦν. Οἶσθα γὰρ καὶ τῶν παίδων τοῖς τοῦ Νῶε τὴν γύμνωσιν συγκαλύψασιν οἵα χάρις ἀντεμετρήθη παρὰ τοῦ φύσαντος. Ἀλλὰ χάρις τῷ ὑπὲρ ταύτης τὸ ἴδιον αἷμα ἐκχέαντι, ὅτι οὐ μόνον αὕτη ἐν οὐδενὶ ἐπιλήψιμος, ἀλλ’ ὅτι μόνη ὀρθὴ καὶ ἀληθὴς καὶ ἐξαίρετος.

Ἀλλὰ περὶ μὲν τῆς εἰς τὴν Μητέρα ἐπανόδου αὐτὸς βουλεύσῃ σοφῶς· καὶ εὐφρανεῖς αὐτὴν τοῖς ὑστέροις, ὡς τοῖς προτέροις ἐλύπησας. Ἡμεῖς δὲ περὶ τῆς φθασάσης σιγῆς ἐκεῖνό σοι καθάπαξ ἀπολογούμεθα, ὡς οὐ γνώμης διαστροφῇ οὐδ’ ἀμελείᾳ περὶ τὰ καλὰ καὶ τῶν τοιούτων φίλων λήθῃ <ἑάλωμεν>· ἀλλὰ τὸ καταπιέζον καὶ τρύχον ἡμᾶς ἄλγος οἶσθα, ὑφ’ οὗ καὶ τῶν ἔγγιστα φίλων καὶ ἡμῶν αὐτῶν ἐπιλελῆσθαι βιάζομαι. Πλήν, καίπερ οὕτω τὴν κεφαλὴν πάσχων, σοῦ τῆς φίλης κεφαλῆς οὐδαμῶς ἐπιλέλησμαι. Τὸ γὰρ γνήσιον τῆς πρὸς ἐμέ σου ἀφάτου στοργῆς διηνεκῆ μοι τὴν σὴν μνήμην ἐντίθησι.

Καί σου τὴν ὄψιν ἀεὶ φαντάζεσθαι πείθει καὶ μηδ’ ἀναπνεῖν σχεδὸν ἄνευ τοῦ τὰ σὰ διιέναι τοῖς φίλοις ἀφίησι. Τάδ’ ἐστι τὸ τῆς σοφίας ὕψος, ἡ περὶ λόγους εὐφυΐα, ἡ διαρκὴς περὶ τὰς ἀναλογίας σπουδή, τὸ τάχος τῆς διανοίας, τὸ πλῆθος τῶν μαθημάτων, ἡ περὶ τὴν ἑρμηνείαν τῆς Ῥωμαίων φωνῆς πρὸς τὴν Ἕλληνα γλῶτταν ἀκρίβεια, τὸ σῆς σωφροσύνης χρῆμα, τὸ ταπεινὸν σχῆμα, τὸ μέτριον φρόνημα, τὸ ῥεῦμα τῆς γλώττης καὶ τὸ τῆς φωνῆς κάλλος, οὐκ ἐμὲ δὴ μόνον ἀλλὰ καὶ πάντας ἄγον εἰς ἔκπληξιν.

Τούτων ἕν τις λαβών, πόσους ἂν διεξέλθοι λόγους; ἢ πόσους ἂν εἰπών, ἱκανῶς εἰπὼν νομισθείη καὶ ἀποχρώντως τῷ πράγματι; Οὕτως ἡμεῖς μὲν πρὸς σέ, θαυμάσιε, διακείμεθα· αὐτὸς δὲ θᾶττον ἐπανέλθοις εἰς τὴν Πατρίδα καὶ τῆς σῆς σοφίας εὕροις καὶ τέλος ἐπάξιον. Ἡ χάρις τοῦ Θεοῦ ἄχρις ἡλίων πολλῶν περιόδους εἴη σε περιέπουσα. Τοῦ ὃν φιλεῖς διαφερόντως Ἰωσὴφ Βρυεννίου, πιστοτάτου σου φίλου, καὶ κατὰ Θεὸν ἀγαπῶντός σε.