Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Επιστολές προς Πατριάρχες και διακεκριμένους πνευματικούς άνδρες

Επιστολές προς τον Πατριάρχη Ιεροσολύμων Δωρόθεο, τον Νικόλαο Καβάσιλα, τον ηγούμενο της Μονής Στουδίου Ευθύμιο και τον Πάπα Αλεξανδρείας Μάρκο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 8

Τῷ παναγιωτάτῳ μοι δεσπότῃ Δωροθέῳ τῷ τῶν Ἱεροσολύμων πατριάρχῃ. Εἰς τὴν Ἱερουσαλήμ. Τὸ μὲν ἀλλήλους ἐπ’ ἴσης φιλεῖν, ὡς ἡ σὴ θεσπεσία φωνή, θειότατε, ἀπεφήνατο, καὶ Θεῷ φίλον καὶ τῇ καλλίστῃ τῶν τρόπων ἀρετῇ συμβαῖνον, ἣν δήπου τὸ τῆς ἀγάπης καλὸν συνίστησιν. Ἐκεῖνο δ’ ἴσως οὐ μετὰ τῆς αὐτῆς εὐπορίας μοι πάρεστι, τὸ διὰ καλῶν γραμμάτων ἔχειν εὐφραίνειν σε, τὴν οὕτω θαυμασίαν κεφαλὴν καὶ αἰδέσιμον. Ὅπερ αὐτὸς ἤδη πεποίηκας καὶ ποιεῖν σὺν ὥρᾳ δύναιο, τοῖς τε πάλαι, πολλοῖς ἱδρῶσι συνηθροισμένοις χρώμενος λόγοις καὶ τῇ μακαρίᾳ ταύτῃ σχολῇ, ᾗ ποιεῖς μὲν τὸ σῶμα εὔρωστον, τῶν ἀγοραίων τούτων ὑπεξέλκων αὐτὸ θορύβων. Ποιεῖς δὲ καὶ τὴν ψυχὴν βελτίω, μόνος ἐντυγχάνων μόνῳ Θεῷ καὶ τὴν καλὴν ταύτην καρπούμενος θυμηδίαν ἐν τῇ τῶν ἀεὶ θεωρίᾳ μενόντων, ὀλίγα, εἰ μὴ ἐφ’ οἷς ἡ τῆς φύσεως ἀσθένεια πείθει, τοῖς περὶ τὸ σῶμα προσέχων· καὶ ταῦτα ποῦ; ἐν γῇ τῆς ἐπαγγελίας, ἐν Σιὼν τῷ Ὄρει, ἐν τῇ ἁγίᾳ Πόλει. Ἐμοὶ δ’ ἐνταῦθα μυρίαι τὸν νοῦν βαπτίζουσιν ἀσχολίαι· καὶ νῦν μὲν ἀνάγκη τοῦτον καταλλάττειν ἐκείνῳ, νῦν δὲ προσιόντι τὰ ὦτα διδόναι. Καὶ ποτὲ μὲν τῷ ἀδικουμένῳ συνηγορεῖν, ὁτὲ δὲ τὸν ἀδικοῦντα ἐλέγχειν.

Καὶ νῦν μὲν τὰ τῆς μονῆς διεξάγειν, νῦν δὲ καὶ τοῖς ἔξωθεν ἐπιρρέουσι ῥανίδα τινὰ τῶν ἱερῶν λόγων ἐπομβρίζειν, καθ’ ἑκάστην ἀπαιτοῦσι τοῦτο καὶ τῇ σιγῇ δυσχεραίνουσι καὶ ῥαθυμίαν τινὰ ἐγκαλοῦσι, καὶ τὴν δικαίαν εὐλάβειαν καὶ τοῦ ἐμαυτοῦ βίου καὶ τῶν λόγων ἐπίγνωσιν, ὡς οὐχ ἱκανὰ πρὸς τάδε, τρυφήν τινα καὶ μαλακίαν καλοῦσι. Τούτοις οὖν κωλυόμενος οὔτε καλὰς οὔτε συχνὰς πέμπειν ἄν σοι δυναίμην ἐπιστολάς, ἀλλὰ καὶ οὕτω διακειμένῳ, οὐ παραιτητέον μοι τὸ γράψαι ἐκρίθη τῇ σῇ ἁγιότητι. Τὸ γὰρ ἐπιστέλλειν προσδιάλεξίς τις οἶόν ἐστι καὶ συλλαλιά, ὡς παρὼν παρόντι δῆθεν προσδιαλεγομένου τῷ ἀπόντι τοῦ γράφοντος. Τὸ οὖν ὡς παρόντι, παναγιώτατε, σοὶ προσδιαλέγεσθαι γράφοντα, ὀνησιμώτατον ἐμοὶ καὶ λίαν εὐφραντικώτατον. Εἰ γὰρ καὶ ψιλὴ τῶν κεχαρισμένων μνήμη Θεῷ ἥδει τὴν ψυχὴν καὶ ὀνίνησι, πολλῷ μᾶλλον τὸ καὶ λογικῶς συγγίγνεσθαι καὶ διάγειν ἐν τῇ τούτων προσλαλιᾷ, ἄμφω ταῦτα περιποιήσαιτο ἄν. Τοῦτο οὖν περιποιούμενος καὶ αὐτός, εἰς τὸ ἐπιστεῖλαί σοι ἤδη κεκίνημαι. Χαίροις τοίνυν τῷ ἀξιώματι, καὶ ἔρρωσο τὸν ἔσωθέν τε καὶ τὸν ἔξωθεν ἄνθρωπον, ὥσπερ, εὖ οἶδα, καὶ ἔρρωσαι· κἂν μὴ τὸν ἔξωθεν ἴσως, ἧττον τούτου πεφροντικώς, μᾶλλον δὲ καὶ ἐκτήκων αὐτὸν καὶ πιέζων τοῖς πόνοις τῆς ἀρετῆς, τὸν μέντοι νοούμενον.

Εἰ δέ σοι καὶ ὁ ὁρώμενος ἔρρωται, καὶ τοῦτο ἔστω σοι μὴ μικρὸν πρὸς τὴν τῶν κρειττόνων ἐπίδοσιν ἐπικούρημα. Ὡς ἂν δι’ ἀμφοῖν κατορθοῖτό σοι τὸ εὐδόκιμον, καὶ ἡ πρὸς Θεὸν ἀνάτασις εὐχερῶς ἐξανύοιτο, ἐκλανθανομένῳ μὲν τῶν ὄπισθεν, τοῖς δὲ ἔμπροσθεν ἀεὶ ἐκτεινομένῳ, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν, ἀπὸ δόξης τε εἰς δόξαν προβαίνοντι. Καὶ ταῦτα μὲν τὰ ἡμῶν.

Ἡ σὴ δὲ μεγαλειότης τὸ ἡμέτερον εὔγνωμον τοῦτο προσηκαμένη, εὐνοίας καὶ στοργῆς, πρὸς ἣν ἡμεῖς τὴν σὴν ἐκκαλούμεθα ψυχήν, μὴ ἀπαξιώσῃς τὸ καθ’ ἡμᾶς, ἀλλ’ ἐπιστράφηθι τούτου πατρικῶς καὶ ἀγάπησον καὶ Θεὸν πρὸς σπλάγχνα κίνησον οἰκτιρμῶν, τῇ σαυτοῦ πρὸς αὐτὸν παρρησίᾳ καὶ οἰκειότητι. Κἂν γὰρ αὐτὸς ἀφέστηκα τῇ τῶν τρόπων ἀνοικειότητι, ἀλλ’ αὐτὸς τῇ πρὸς αὐτὸν ἐγγύτητι προσοικειώσεις με τούτῳ, πολλῷ τῷ μέσῳ τοὺς πάντας παρενεγκὼν καὶ ἀμέσως αὐτῷ συγγινόμενος καὶ οὐ μόνον ἐκ τοῦ ἀξιώματος ἔχων τὸ ἐπαγωγόν, ἀλλὰ καὶ ἐκ τῆς ἀρετῆς μᾶλλον. Οἱ κατ’ αὐτὴν γὰρ ἱδρῶτες καὶ οἱ μυρίοι ἀνέκαθεν ἆθλοι καὶ ἡ πρὸς τοὺς ἀοράτους ἀντιπάλους ἄχρι καὶ εἰς τόδε σου τῆς ἡλικίας ἀντίστασις πῶς οὐχὶ τὴν θείαν σοι συγκινήσουσιν εὔνοιαν καὶ πρὸς ἃ παρὰ Θεοῦ αἰτεῖς εὐεπήκοον θήσουσιν;

Ὄφελον οὖν τῶν σῶν ἀξιωθείην εὐχῶν! Οὕτω γὰρ ἵλεων τὸ θεῖόν μοι, ἐφ’ οἷς ἑάλων πλημμελήσας, ἂν εἴη μοι. Εἴη σοι καὶ ὁ ἔξω ἄνθρωπος τῷ ἔνδον συνευεκτῶν, καί σου ταῖς πρὸς τὸ θεῖον ἐντεύξεσι τύχοιμι σωτηρίας κἀγώ.

Τοῦ ἐν μοναχοῖς οἰκτροτάτου καὶ ἀχρείου δούλου τῆς σῆς ἁγιότητος Ἰωσὴφ Βρυεννίου.

Τῷ σοφωτάτῳ ἀνδρί, ἀρετῆς τε ἄκρῳ φίλῳ καὶ πίστεως κυρῷ Νικολάῳ τῷ Καβάσιλᾳ. Ἐν Κωνσταντινουπόλει. Ἀλλ’ οὐ μόνος ἐγὼ τῆς σῆς ἀγαπητικῆς ἐπιλήσμων διαθέσεως ἔσομαι οὐδ’ οὕτως ἀπειρόκαλος ὀφθήσομαι καὶ ἀβέλτερος, ὡς οὗ πάντες ἐρῶσι διακαῶς μόνος γε αὐτὸς κατολιγωρεῖν κἀν μικρῷ τινι τίθεσθαι. Ἀλλ’ ὥσπερ παρών σοι μέγα τι καὶ ἄφατον εἰς εὐφροσύνην ὠνάμην, οὕτω καὶ ἀπὼν σοῦ τῆς μνήμης παραπολαύσομαι· καί μοι γράμμα τὸ ἄψυχον τῆς ψυχικῆς γενήσεται διαθέσεως σύμβολον. Ἀεὶ γὰρ τὸ ἧττον τῷ κρείττονι, καθ’ ὅσον ἧττόν ἐστι, κατὰ τοσοῦτον χρὴ παρακολουθεῖν. Καίτοι, εἰ καὶ πολλῶν τινων ἐδέησεν ἀναλωμάτων εἰς τὸ τυχεῖν πλούτου τοιοῦδε, οὐκ ἂν ἐφεισάμην, οὕτω δὲ προῖκά μοι προκειμένου ὀλιγωρήσω τῆς ἐπιτεύξεως; Μᾶλλον δ’, ἵν’ εἴπω τἀληθές, καὶ ἔτυχον τοῦ καλοῦ τούτου καὶ ὁ χρυσὸς αὐτόματός μοι ἐρρύη, οἷον εἰπεῖν. Οὕτω γάρ σοι τὸ πεφυκὸς πρὸς ἅπαντας ἐπιρρεπέστατα ἔχει δι’ ἤθους χρηστότητα, ὡς μηδένα εἶναι τῶν ἁπάντων, εἰ οἷον τ’ ἦν, ὃς οὐκ ἂν διακορὴς ὤφθη μάλα καλῶν. Ἣν γὰρ ἐχρῆν τοὺς ἄλλους τιθέναι σπουδήν, ὥστε τῶν καλῶν ἐν ἀπολαύσει σου γίνεσθαι, αὐτὸς τὸ ἀνάπαλιν ταύτην ποιῇ, ὡς ἂν εἰς κοινὴν ἀπόλαυσιν ἑκάστοις ταῦτα προκέοιτο, καὶ ῥεῖ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμιλοῦντας σύνεσις, ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶντας ὕπνος.

Διά τοι τοῦτο καὶ αὐτὸς διὰ στοργῆς ὅτι πλείστης ἄγω πάντα τὰ σά, καὶ διακαῆ πρὸς τὴν σὴν σοφίαν τρέφω τὰ φίλτρα καὶ ἐκθυμότατα τὰ χρηστά σοι ἐπεύχομαι. Ἔπεισί τε χάριν ὁμολογεῖν, χάριν σήν, τῷ Θεῷ, οὐχ ὅπως ἐφ’ ᾧ εὐτυχέστατα ἔσχηκας—τί γὰρ μεῖζον εἰς εὐτύχημα τοῦ τὸν αὐτὸν καὶ σοφὸν καὶ εὐδαίμονα εἶναί σε; —ἀλλὰ καὶ διὰ τοῦ τρόπου τὸ λίαν φιλόκαλον ἢ μᾶλλον φιλόθεον· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ὃ πολλῷ χαριέστερον, ὅτι καὶ τῆς ἀκιβδήλου καὶ γνησίας μοίρας τελεῖς ἐν Χριστιανοῖς· τοῦ νενοθευμένου δὲ καὶ κιβδήλου μέρους καθάπαξ ἀπήλλαξαι, καὶ τὴν ἐκ πατέρων εὐσέβειαν ἀπαραποίητον φυλάττων, οὐδαμῶς τοῖς παραχαράξασι ταύτην προσέσχηκας, ἀλλ’ οἷα δή τινων λελυμασμένων ἀτεχνῶς θρεμμάτων ἔπαυλιν τὴν συναγωγὴν ἐκείνων ἀπειρηκὼς τῇ ὑγιαινούσῃ ποίμνῃ συντετάχθαι δεῖν ἔκρινας. Μακαριστέος ἄρα, ὦ θαυμάσιε σύ, πρῶτον μὲν διὰ τὴν ἐν εὐδαιμονίᾳ ἀκρότητα, εἴπερ εὐδαίμων ἐστὶν ὁ τῷ μὲν σώματι ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. Τὸ δεύτερον, διὰ τὴν τοῦ τρόπου χρηστότητα, εἴπερ ἁπλῶς ἀγαθὸν μέν ἐστιν οὗ πάντα ἐφίεται, τὸ δὲ τοῦ ἀνθρώπου ἀγαθόν, ὡς δὴ ἀνθρώπου, ψυχῆς ἐστιν ἐνέργεια, κατ’ ἀρετὴν τὴν ἀρίστην καὶ τελειοτάτην ἐν βίῳ τελείῳ, ἧς δὴ αὐτὸς κατέλαβες τὴν ἀκρώρειαν.

Καὶ τρίτον, διὰ τὴν ἐν τῇ πίστει ὀρθότητα, εἴπερ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, ὃ καὶ τῶν πρὸ αὐτοῦ πολλῷ σφόδρα διαφορώτερον καὶ ὡς κορωνίς τις διάχρυσος ἢ καὶ στέφανος τοῖς ἄλλοις σου τῶν πλεονεκτημάτων ἐπίκειται. Οὐκ ἔστιν οὖν μέγα ἐπὶ σοὶ κομπάζειν τοῖς καθ’ ἡμῶν καὶ μεγάλην αἴρειν ὀφρύν, ἡμᾶς δὲ ἐγκαλύπτεσθαι, μᾶλλον δὲ θρηνεῖν καὶ ὀδύρεσθαι, ὡς οὐκ ὄντος ἡμῖν σοφοῦ καὶ εὐδαίμονος ἄρχοντος· ἀλλ’ ᾤχετο πάντῃ τὰ καθ’ ἡμᾶς καὶ ἀπόλωλεν.

Ἄγε τοίνυν, ὦ βέλτιστε, χρῶ τῇ γλώττῃ καὶ ἐπιλαβόμενος παρρησίας ἔλεγχε τοὺς τῷ βλασφημεῖν ἀρέσκειν ἡγουμένους τῇ ἀληθείᾳ· μετὰ τοῦ Πνεύματος τοῖς τῷ Πνεύματι μαχομένοις ἀντίστηθι· ποίησον τοὺς μύθους ἐκ μέσου· συμμάχει Χριστῷ, τῷ δυνατῷ μὲν ἐπαρκεῖν αὐτῷ τῇ αὑτοῦ, ὡς φησὶ τὸ λόγιον, δεξιᾷ, παρ’ ἡμῶν δὲ βοηθεῖσθαι ἀξιοῦντι τῶν ὑπ’ ἐκείνου καὶ γενομένων καὶ σεσωσμένων, ὡς ἂν εἰσενεγκεῖν τι δοκοῖμεν καὶ αὐτοὶ ὑπὲρ οὗ δικαίως ἂν τῆς ἐκείνου κοινωνίας τύχοιμεν.

Ἀλλ’ ἔλαθον ἐμαυτόν, τὸ τοῦ λόγου, ἵππον τρέχειν διδάσκων, δελφῖνα νήχεσθαι καὶ ἀετὸν πέτεσθαι, οὕτως ὑπὸ τοῦ λόγου παρασυρείς. Ἵνα δὲ ἐπανέλθω πρὸς τὴν εὐθεῖαν, τίς τοιοῦτον ὄντα σε, οὐκ ἂν ἀγασθείη; Τίς οὐκ ἂν ἐρασθείη, μεθ’ ὅσου τοῦ περιιόντος, σοῦ; Ὡς ἔμοιγε καὶ παντὶ νοῦν ἔχοντι καὶ μὴ ἀλογίᾳ συνεζευγμένῳ δοκεῖ, οὐκ ἔστιν ὅστις ἰδών σε μὴ εὐθὺς ἁλῶναί σου τῶν καλῶν τοῖς ἱμέροις. Ἐρῶμεν οὖν σου καὶ ἡμεῖς διὰ ταῦτα, ἐρᾷ δέ σου πρὸ ἡμῶν ὁ Θεός, τῆς φίλης αὐτῷ ψυχῆς καὶ ὡς οἷόν τε μιμητικῆς αὐτοῦ κατὰ τὸ φιλάνθρωπον.

Ἐπεὶ τοιγαροῦν, ὥς γε ἔφθην εἰπών, τοῦ καλοῦ τούτου χρήματος, τοῦ κατὰ τὴν σὴν οἰκείωσιν, ἐπιτυχεῖν μοι τελεῖν ἐξεγένετο, καὶ ἥδομαι σφόδρα τῷ εὐτυχήματι καὶ διὰ βίου συμπαραμένειν μοι εὔχομαι. Ταῦτ’ ἄρα καὶ τὸ παραστατικὸν τοῦ πεφυκότος γράμμα τυπώσας ἀφίημι, πρὸς τὴν ἴσην σε φροντίδα καὶ αὐτὸν ἐκκαλούμενος, ὡς ἂν τοῦτ’ εἴη ἡμῖν τῆς μνήμης τε, διὰ βίου παντός, καὶ τοῦ φίλτρου ἐμπύρευμα.

Ἐρρωμένος εἴης καὶ εὐεκτῶν ψυχῇ τε καὶ σώματι καὶ εἰς πολλὰς ἐτῶν περιόδους παντὸς ἀνιαροῦ ὑπέρτερος διακείμενος. Τοῦ τῶν σῶν λόγων διαπύρως ἐξηρτημένου, Ἰωσὴφ τοῦ Βρυεννίου.

Τῷ σοφωτάτῳ καὶ λογιωτάτῳ πατρί, καθηγουμένῳ τῆς σεβασμίας καὶ βασιλικῆς μονῆς τῶν Στουδίου, ἀρχιμανδρίτῃ καὶ πρωτοσυγκέλλῳ κυρῷ Εὐθυμίῳ. Ἐν Βυζαντίῳ. Ἐμοὶ οὐ μόνον ἐπῄει μέγα φρονεῖν ἐπὶ τῇ σῇ, Πάτερ, σοφίᾳ, καθ’ ἣν πάντων διήνεγκας, ἀλλ’ ὅτι σοὶ τῆς σῆς μᾶλλον ψυχῆς ἔμελε, σφοδρῶς ἤρων σου. Καὶ νῦν μοι ἐπεσταλκότος σου, διακαέστερα τὰ τοῦ σοῦ κατέστη μοι ἔρωτος, καὶ ὁ σπινθὴρ τῆς ἀγάπης εἰς πυρσὸν ἀνῆπται ἀέριον, μετὰ τῆς εὐφυΐας καὶ τὸ ἐπιεικὲς ἐκπληττομένῳ τῆς σῆς ἀγχινοίας, ὅθεν εἰς τὸ γράψαι κεκίνησαι, καὶ ζηλῶν σε τῆς σοφίας, καὶ τῶν ἄλλων καλῶν οἷς κεκόσμησαι, οὐχ ἧττον ἄγαμαι τοῦ προσηνοῦς τε καὶ μετριόφρονος. Καὶ οὐκ ἂν ἀποφαίην οὐδ’ ἀπαγορεύσαιμι μὴ οὐχὶ κἀμὲ καὶ τοὺς πολλῷ τῷ μέσῳ διενεγκόντας ἐμοῦ τῶν σῶν ἐπιδεεῖς καλῶν εἶναι, καὶ δεῖν τούτοις τοῦ προσιέναι σοι καὶ κομίζεσθαι τὰ λυσιτελῆ. Καὶ γὰρ τὸ χρῆμα τῆς ἀρετῆς ἅπαν μὲν παρήνεγκε τῆς ἐν λόγοις δυνάμεως φρύαγμα, πάσης δὲ ἀξίας, κἂν καὶ πνευματικὴ καὶ θεία αὕτη, ὑπερανέστηκεν· ἡ μὲν γὰρ ἀνθρωπίνη χάρις τὰ πολλά, καὶ ἄδηλον εἰ τῇ ἀνθρωπίνῃ καὶ ἡ θεία ψῆφος ἐφέπεται, τῇ κατ’ ἀρετὴν δὲ γνησιότητι ἡ πρὸς τὸ θεῖον ἐγγύτης οὐκ ἀμφίβολος. Ἡ δὲ ἄρα τῇ σῇ ἱερότητι ἐκ περιουσίας πεπλούτηται. Ὅτι δ’ οὐ πρὸς χάριν τάδε μοι εἴρηται, μαρτυρεῖ τὰ σοῦ πέρι παρ’ ἑκάστοις καὶ ἑκασταχοῦ διαθρυλούμενα.

Ἡ γὰρ φήμη τὰ σὰ προτερήματα πολλαχοῦ παραπέμψασα καὶ τοὺς μήπω τὴν σὴν ὄψιν τεθεαμένους οὐκ εἰδήμονας μόνον τῶν σῶν, ἤδη δὲ καὶ ἄκρους κατέστησεν ἐραστάς. Καὶ πάντες τῆς ἡδίστης σου γλώττης ἐκκρέμανται καὶ πάντας δήπου κατακηλεῖς τῶν σῶν λόγων ταῖς ἴυγξι. Καὶ εἴ γε Ἡσιόδῳ πειστέον, μὴ ἕωλον εἶναι διατεινομένῳ τὴν φήμην, ἥντινα λαοὶ πολλοὶ φημίζουσι, πειστέον ἄρα κἀμοὶ τοῖς τὰ σὰ διὰ πολλοῦ τοῦ θαύματος ἄγουσιν. Ὅπου γὰρ πολλοὶ μὲν τελοῦσιν οἱ ἐκθειάζοντες καὶ ὥσπερ ἓν στόμα, καὶ γλῶσσα μία πρός γε τοῦτο πάντες ὁρῶνται, μηδεὶς δὲ ὁ πρὸς μῶμόν τι γρύζων ὅλως, μηδ’ ἂν λίαν ὢν τυγχάνῃ ζηλοτυπώτατος, τίς οὕτως ἔσται φιλαιτιώτατος ἢ δυσάρεστος, ὡς τοῖς πᾶσιν ὡμολογημένοις μὴ τίθεσθαι; Οὔκουν ἀπιστῶ τοῖς περὶ σοῦ λεγομένοις, ἀλλὰ πείθομαι μὲν τοῖς λέγουσι, πολλοῖς ἅμα καὶ γενναίοις οὖσιν, ὧν ὁ λόγος εἰς πίστιν οὐχ ἥκιστα ἀξιόχρεως, πείθομαι δὲ καὶ ἐμαυτῷ, ὡς μᾶλλον τῶν ἄλλων τὴν ἐμὴν ὄψιν τῶν σῶν κτησάμενος μάρτυρα. Καὶ παρίσταται μὲν ἥδεσθαι καὶ δόξαν διδόναι Θεῷ, οἷς ὁ καθ’ ἡμᾶς αἰὼν ἀνδρῶν πάντῃ σπουδαίων οὐκ ἔρημος, ἀλλ’ ἔτι τῷ Ἰσραὴλ σπέρμα τι καὶ ῥίζα ἀρετῆς ὑπολέλειπται, ζώπυρόν τι μικρὸν τοῦ κεχαρισμένου γένους Θεῷ, οὐ μέντοι τὸ καλὸν τελείως ἀπέσβη καὶ ᾤχετο.

Ἔπεισι δέ μοι καταγινώσκειν ἐμαυτοῦ, καὶ πλείστων ὅσων γε πρὸς τὰ καλὰ κατηγορεῖν τὴν νωθείαν, ἐκ τοῦ περιόντος πλούτου τοῖς ἄλλοις τὴν ἰδίαν πενίαν καταμανθάνοντι καὶ ταύτην οἰκτρῶς ὀλοφυρομένῳ. Ἀμέλει μοι καὶ πρὸς τὸν ἐπιτεθέντα τῆς διδασκαλίας τοῦτον ζυγὸν ἀφορῶν καὶ ἐννοῶν, ὅσον ἄρα τῆς ἀξίας ἐνδέω, ὕλην καταγνώσεως τῆς ἐμαυτοῦ καὶ τοῦτον δὴ τίθεμαι. Καὶ ἄλλων προκεχειρισμένος ἑρμηνευτὴς εἶναι τῶν θείων, ἑτέρων μᾶλλον ἔγωγε ἐπιδεὴς εἰς τοῦτο καθέστηκα. Καὶ πῶς οὐχ ἁρμοδιώτατα τῷ μελέῳ, τὸ τοῦ λόγου, διοίσει μοι; Ἰατρέ, θεράπευσον σεαυτόν.

Ὅσον δέ μοι ἐμπέφυκε τὸ αὐτοκατάγνωστον, μηδὲν ἐμαυτῷ τῶν λῴων, ἅπαν δέ γε φαῦλον ἀτεχνῶς συνειδότι, τοσοῦτόν μοι τὰ σὰ ἀξιάγαστα καθέστηκε καὶ ἀρίζηλα. Καί σου πρὸς τὸν ἵμερον πάλιν τῆς συντυχίας οὐκ ὀλίγος καθέστηκα, καὶ εἰ οἷόν τε ἦν Δαιδάλῳ περιτυχεῖν ἢ πτεροῖς Ἰκάρου κουφίζεσθαι, συνεχῶς ἂν ἐφοίτων αὐτόθι τοῦ βλέπειν σε τὸν ποθούμενον. Καί μοι τὰ τῆς Τραγῳδίας φθέγξασθαι ἔπεισιν «ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι δι’ αἰθέρος, πρὸς ἐμὸν ὁμογενετῆρα, περὶ δ’ ὠλένας φίλτατα βάλοιμι, χρόνου φυγάδα μέλεον». Ἀλλὰ τί πάθω; καὶ γάρ μοι τὰ τῆς ἐφέσεως πάντα ἀμήχανα, μήτε σοῦ τῆς Πόλεως ἐκβαίνειν εὐπετῶς ἐσχηκότος, μήτε ἐμὲ ἔνδημον ὑμῖν ὀφθῆναι ἐφειμένον, οἷς κεκλήρωται τὸ καθ’ ἡμᾶς ἐπικρατές.

Εὐχῶν οὖν ἐμοὶ δεήσει τῶν παρὰ σοῦ. Ταύταις γὰρ ὀψέποτε θείας μέ τινος διεγειράσης ῥοπῆς, καὶ πρὸς τὴν σὴν σοφίαν ἀφικέσθαι δυνήσομαι, καὶ βελτίων ὀφθήσομαι ἐμαυτοῦ, καὶ οὕτω σοι συνέσομαι τὸν ἐπίλοιπον βίον, καὶ θεῷ κεχαρισμένως βιώσομαι, καὶ εἴθε τῆς ἔνθεν λυσιτελείας μὴ διαμάρτοιμι.

Ἐρρωμένος εἴης καὶ ὑγιαίνων ψυχῇ τε καὶ σώματι· καὶ ἐν ἅπασι τοῖς πνευματικοῖς, μετὰ καὶ τῶν σῶν, εὐεκτῶν καὶ ἔχων ἐν ἅπασιν εὐτυχῶς. Ὁ πάντα τὰ σὰ καὶ φιλῶν καὶ θαυμάζων ἐξόχως μοναχὸς Ἰωσήφ, ὃν διὰ τὸ γνώριμον οἱ πολλοὶ Βρυέννιον γράφουσιν.

Τῷ τῶν ἀρχιερέων ἄκρῳ, τρισκαιδεκάτῳ τε τῶν Ἀποστόλων, ποιμένι ποιμένων καὶ κριτῇ τῆς οἰκουμένης, Μάρκῳ τῷ πάπᾳ Ἀλεξανδρείας. Ἐν Αἰγύπτῳ. Ἓν ἄρα καὶ τόδε τῶν μεγίστων εὐτυχημάτων τίθεμαι, τὸ σπουδαίοις ἀνδράσιν εἰς λόγον φιλίας προσοικειοῦσθαι, καὶ τὸ μέγα τοῦτο κτῆμα καὶ ἀνθρώποις περισπούδαστον, εἰς τοὺς ὠφελεῖν δυναμένους πλουτεῖν. Εἰ δὲ καὶ μὴ ὅτι γε πρὸς ἀρετήν, ἀλλὰ καὶ πρὸς λόγων εὐμοιρίαν τῆς σπουδῆς ἐκείνοις τὸ περιόν, ὥστε ἀμφοτέρωθεν ἔχειν τὸ εὐδόκιμον, ᾧπερ ἄρα καὶ ἡ τελειότης προσμεμαρτύρηται καὶ τὸ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος, πηλίκον εἰς εὐδαιμονίαν τὸ τούτοις συνάπτεσθαι; Εἰ δὲ πρόσεστι τούτοις καὶ ἄκρον ἀξίωμα, τούτου τίς εὕροι μεῖζον, ὃ κτήσοιτο; Τοιόνδε κἀγὼ τὸν φίλον ηὐμοίρησα. Ἔνθεν τοι τῆς τύχης, καίτοι τἄλλα ἀκλεῶς ἐσχηκότα, ὅσον κατὰ τοῦτό γε ἐμαυτὸν μακαρίζειν ἔχω! Ἄγαμαι δέ σου καὶ τοῦ τρόπου τὸ ἄτυφον καὶ τὴν εἰς τὸν πρᾷόν τε καὶ ταπεινὸν τῇ καρδίᾳ Δεσπότην μίμησιν, οἷς τοῖς πενιχροῖς ἡμῖν μὴ ἀπαξιοῖς καὶ εὐτελέσι συμφέρεσθαι, οὓς τοῦ τρόπου τὸ κακόηθες καὶ ἡ πρὸς τὰ κρείττω ὀλιγωρία ἀρετῆς καὶ λόγου τὸ παράπαν καὶ ἀξιωμάτων ἐστέρησε. Τούτου σε τοίνυν ἀξίως ἀμείβεσθαι προτεθύμημαι μέν, οὐ δεδύνημαι δέ, τὸ τῆς ἐπιεικείας τῆς σῆς περιὸν πᾶσαν ἀμοιβῆς ὑπερβαινούσης περιουσίαν.

Ὅσον γὰρ ἡμῶν ὑπερτερεῖς, ὦ θειότατε, τοσοῦτον ἔστι σου συλλογίζεσθαι τῆς μετριοφροσύνης τὸ ὑπερβάλλον, ὃ τῶν εὐτελῶν ἡμῶν ἀναγκάζει μὴ ἀπαξιοῦν τὴν οἰκείωσιν. Γραμμάτων δὲ τοῖς ἀμοιβαίοις εἰ πειραθείην ἀξίως ἀφοσιοῦσθαι τὸ χρέος, καὶ οὕτως ἀγνοῶν ἐλεγχθήσομαι τὴν ἐμαυτοῦ περὶ λόγους ἀσθένειαν. Τί γὰρ ἂν καὶ εἴποιμι τῆς σῆς ὑπεροχῆς ὄντως ἄξιον, ὡς ἂν πρέπων σοι ὁ τῶν ἐπαίνων παρ’ ἐμοῦ πλακῇ στέφανος; Τίς γάρ εἰμι ἐγὼ ἢ τίς ἡ σύστασίς μου, ἀλλ’ ἢ σποδὸς καὶ σκιά; καὶ ἄνω μὲν γῆ, ὕστερον δὲ σαπρία, τὸ δὲ μέσον ἁμαρτία, καὶ τὸ πᾶν ὄνειρος; Ὅμως ἐπείπερ ἠξίωσας φθάσας αὐτός, οὐχ ὅπως ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ ἐπέκεινα γράψαι μοι, καθάπερ ἐν τῷ ὑστάτῳ διατείνῃ σου γράμματι, κἂν ἐμοὶ δεύτερον τοῦτο μετὰ πλεῖστον ἐπεληλύθει τὸν χρόνον, ἀφ’ οὗ τὸ πρῶτον ἐδεξάμην, τοῖς εὐτελέσι τοῖσδέ σε καὶ πενιχροῖς ἀμείβομαι γράμμασιν. Ἐγώ σου τῇ μεγαλοπρεπείᾳ φιλιωθείς, ὅτε τὴν εἰς τὴν βασιλίδα πορείαν ἐστέλλου, καὶ βεβαιωθεὶς τὸ ἐν πᾶσί σου περιδέξιον καὶ τοῦ τρόπου τὸ σφόδρα φιλόκαλον, καὶ θαυμάζω σου ἄγαν τὸ συνετὸν καὶ χαίρω, οὐχ ἧττον ἢ ἄλλος τοῖς ἑαυτοῦ, τοῖς σοῖς ἀγαθοῖς. Ὃν γὰρ ἔφθην γνησιώτατα στέρξας καὶ ἐν ἴσῳ τῶν ἐξ αἵματος οἰκειοτάτων εἰς φίλτρον θέμενος, τούτου πῶς οὐκ οἰκειώσομαι τὰ καλὰ καὶ ὡς ἐμαυτῷ τοῖς τοιούτοις ἡσθήσομαι;

Ἥδομαι τοίνυν τοῖς σοῖς καλοῖς, καὶ ἥδομαι ἐκ περιουσίας ὅτι πολλῆς, καὶ τῶν καλῶν οὐχ ὅσοις σε μόνον τὸ πεφυκὸς κατεκόσμησεν, ἀλλ’ ὅσοις σε καὶ τρόπου καλοκαγαθία ἐσέμνυνε, καὶ οὐ τούτοις μόνον ἀλλὰ καὶ ὅσοις σε ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἐδεξιώσατο, μᾶλλον δὲ τὰ ἀρρεπῆ τῆς θείας δικαιοσύνης ζυγά. Ἣ τῇ τοῦ Θεοῦ πρὸς τὰ καθ’ ἡμᾶς ἀδεκάστῳ ῥοπῇ ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀπονενέμηκε. Χαίρω οὖν καὶ εὖ ποιοῦντα μανθάνων σε, καὶ εὖ πράττοντα. Καί σε τοὺς τετιμηκότας, καὶ εἰς τοῦτό γε προβαλομένους, ὃ περίκεισαι ἤδη ἀξίωμα, ἐπαινεῖν πάρεστί μοι, οἷς οὐ τὸν ἁπλῶς εὐφυᾶ, καὶ ἐν πᾶσι περιδέξιον τετιμήκασιν, ἀλλὰ καὶ ὃν δι’ ἀρετὴν Θεὸς ἔστερξε.

Βούλομαι τοίνυν καὶ αὐτὸς γνησιώτερον ἔτι τὸ καλὸν τοῦτο κτήσασθαι, διὰ φιλίας σε ἄκρας τὰ μάλιστα ἐξοικειωσάμενος, μᾶλλον δ’ οὐ φίλον ἁπλῶς σε κεκτῆσθαι ἐθέλω, ἀλλὰ ψυχῆς τῆς ἐμῆς σε πατέρα τίθεμαι γνησιώτατον.

Καὶ τῆς γνησιότητος ταύτης ἐχέγγυον τὰ παρόντα ἔστωσαν γράμματα, ὧν ἀμοιβαῖα ἀντεπιστείλας μοι, τὸν τοῦ ἔρωτος ἐπὶ πλέον ἀνάψεις πυρσὸν καὶ πρὸς τὸ χρήσασθαι τοῖς ἴσοις ἀπεργάσῃ πάντως ἐμὲ προθυμότερον.

Εἴης μοι ἐρρωμένος καὶ εὐεκτῶν καὶ τὸν ἔξω ἄνθρωπον σὺν τῷ ἔνδοθεν. Αἵ τε πρὸς τὸν Θεόν σου ἐντεύξεις κἀμοὶ εὐεξίαν χαρίσαιντο. Τοῦ κατὰ πνεῦμα υἱοῦ καὶ φίλου γνησίου καὶ δούλου πιστοῦ τῆς σῆς ἁγιότητος, μοναχοῦ Ἰωσήφ, οὗ Βρυέννιος ἡ ἐπίκλησις.