Ἐμὲ δὲ πολλῶν εὐφραινόντων, τούτων ἕν μοι μάλιστα χαίρειν δίδωσι, τὸ τοὺς πιστοὺς ἠγγέλθαι τῶν ἀπίστων κρατοῦντας, ποιήσασθαι μὲν ὑφ’ ἑαυτοῖς τὸν Ἴστρον, ἑλεῖν δὲ τὰς παρακειμένας ἐκείνῳ πόλεις καὶ μετὰ πολλῆς ἀεὶ χωρεῖν τῆς ἀνδρείας, τοὺς μὲν ἐπὶ Μακεδονίαν, τοὺς δὲ ἐπὶ Θρᾴκην, τοὺς δὲ ἐπὶ ἄλλο τι τῶν ὑπὸ τῶν Τούρκων κατεχομένων. Ὥστε τοῖς μὲν ἐπέρχεται πιστεύειν, ὡς νῦν ἀφίκοιντο παρ’ ὑμᾶς, σωτῆρες τινὲς μετὰ Θεὸν καὶ ῥῦσται, τοῖς δέ, ὡς ἐγγύς εἰσι τοῦ πρὸς ὑμᾶς φθάσαι, καὶ ὅλως τὸ τὰ τῶν χριστιανῶν νικᾶν πᾶσι δοκεῖν, τὰ δὲ τῶν ἐχθρῶν τοῦ Κυρίου κατά τε γῆν καὶ θάλασσαν δυστυχῶς ἔχειν, ἑορτὴν ἄγειν πείθει με, λογιζόμενον τἀγαθά, ἅ γε ὁ τοῦ Θεοῦ υἱὸς τοῖς τὴν Βύζαντος οἰκοῦσιν, ἀντὶ τῶν ἤδη προσδοκηθέντων δυσχερῶν παρέξει. Ἃ δὴ ταῖς πρὸς αὐτὸν σοῦ, παναγιώτατε, λιτανείαις ὑμῖν χαρίσαιτο τάχιον, ὅπως τῶν ἐπικειμένων φόβων καὶ τῆς μακρᾶς ταύτης τειχομαχίας ἀπαλλαγέντες, ἀνενοχλήτως διάγοιτε, πρὸς τὴν μέλλουσαν μόνην καὶ ἀληθῶς μακαρίαν ζωὴν ἀποβλέποντες. Συνευεκτοίη τῷ ἔνδον σοι καὶ ὁ ἔξωθεν ἄνθρωπος, εἴς τε τὴν τῆς Ἐκκλησίας οἰκοδομὴν καὶ πάσης τῆς οἰκουμένης ὠφέλειαν. Καὶ μετὰ πάντων κἀμὲ αἱ θεοπειθεῖς εὐχαὶ τῆς σῆς ἁγιότητος σωτηρίας ἀξιωσάτωσαν. Τοῦ τῆς σῆς ἁγιότητος καὶ υἱοῦ καὶ οἰκείου δούλου, Ἰωσὴφ μοναχοῦ τοῦ Βρυεννίου.