Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Ποιμαντικές και συμβουλευτικές επιστολές προς αξιωματούχους και ιεράρχες

Αλληλογραφία με τους Μανουήλ Πόθο και Μανουήλ Ολόβωλο, καθώς και επιστολές προς τους μητροπολίτες Ηρακλείας και Ρωσίας περί της ευθύνης των ποιμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 8

Τῷ λογιωτάτῳ ἀνδρῶν κυρῷ Μανουὴλ τῷ Πόθῳ Ἐν Λακεδαιμονίᾳ. Ὅταν μόνον ἀναμνησθῶ σου τῆς ἀρετῆς, θυμηδίας πληροῦμαι καὶ ἡδονῆς. Καὶ τίς γὰρ οὐκ ἂν ἀγάσαιτό σου τὸ εὔστολον τῆς ἡλικίας, τὸ τοῦ προσώπου αἰδέσιμον, τὸ χάριεν τῶν λόγων καὶ τὸ τοῦ ἤθους χρηστὸν καὶ ἐπιεικές;

Ὡς ἔγωγε οἶμαι, πᾶς ὁ δυνάμενος συνορᾶν ὁπωσοῦν, ἐπιβαλεῖν σοι θελήσας, ἐκ πρώτης ἂν ἡττηθείη βαλβίδος. Ὃ δήπου καὶ αὐτὸς πεπονθώς, οὔτε περιστάσεων ὄχλῳ οὔθ’ ἡμερῶν πλήθει, οὐ διαστήματι τόπου τῆς πρὸς σὲ διαθέσεως εἴργομαι, ἀλλ’ ἀεὶ καὶ ὁρῶ καὶ φαντάζομαί σε τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς, θαυμάζω, ἐπαινῶ, μακαρίζω, φιλῶ, αἰδοῦμαι καὶ ἐν διανοίᾳ σε πανταχοῦ περιφέρω, τῷ σῷ ὀνόματι ἥνωμαι, καὶ σύνειμί σοι τῷ τῆς ἀγάπης νόμῳ τῆς ἀληθοῦς.

Τοίνυν σοι καὶ τὸ φίλτρον δηλῶσαι ᾠήθην, ἐπεὶ καὶ ἄλλως ἀφεστηκόσιν ἡδύ τι τοῖς φίλοις τὰ ἀλλήλων εἰδέναι. Τοῦτο δὲ γίνεται διά τε γραμμάτων καὶ λόγων αὐτοῖς, ὧν τὸ πρῶτον πρὸς σὲ πρῶτος αὐτὸς ποιῶν, ὡς ὁρᾷς, σὴν δεξιὰν κινῶ πάντως, τὴν πρὸς ἡμᾶς διάθεσιν οἵα, γράμμασιν ἐπισημήνασθαι.

Γράφε τοίνυν θαρρούντως φιλοσοφίας, μᾶλλον δὲ θεολογίας ἁπτόμενος· καὶ μηδὲν ἡμᾶς τῶν παρερχομένων τουτωνὶ καὶ ματαίων, τοῦ περὶ τῆς ἡμετέρας ἐλπίδος Χριστοῦ, λέγειν τι καὶ ἀκούειν ἀεί, ἀποστήτω. Ὧν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς εἶναι χρή, τῆς γῆς ἀφεμένων, καὶ τῶν ὅσα τοῦ παρόντος αἰῶνος, τούτων δήπου καὶ τοῖς λόγοις τῆς τοῦ Θεοῦ ἀδιαλείπτως ἀγαθότητος ἔχεσθαι καὶ σοφίας προσήκει, ἵνα, ὥσπερ ὁ Δεσπότης ἡμῶν, οὐ τοῖς αἰωνίοις στεφάνοις ἡμᾶς ἀμείβεται μόνον, τῆς αὐτοῦ θεωρίας καὶ ἀφράστου κοινωνίας ἀξιῶν, ἀλλ’ ἤδη καὶ λόγῳ κοσμεῖν ἡμᾶς αἱρεῖται, νῦν μὲν εὐλογημένους τοῦ Πατρός, νῦν δὲ δούλους ἀγαθοὺς καὶ πιστούς, νῦν δὲ οἰκονόμους φρονίμους ὀνομάζων. Οὕτω δὴ καὶ ἡμεῖς μὴ μόνον τοῖς ἔνδον λογισμοῖς καὶ νομίμοις καὶ τοῦ εὐαγγελίου ἔργοις ἀξίοις τὸ ἐκείνου εὐφραίνωμεν Πνεῦμα, ἀλλ’ ἤδη καὶ γράμμασι καὶ ταῖς πρὸς τὸν πλησίον διαλέξεσι τὴν ἐκείνου μεγαλειότητα καὶ δυναστείαν δηλῶμεν. Καὶ τί γὰρ ἂν βέλτιον γένοιτο ἀνδράσιν εἰς Χριστὸν πιστεύουσι τοῦ περὶ Θεοῦ τινὰ διεξιέναι, οἷς ψυχὴ ἄνω αἴρεται καὶ τῶν φαινομένων πάντων ὀλιγωρεῖ καὶ τῇ τῆς τῶν λεγομένων μὴ κατὰ πίστιν, ἀλλὰ κατ’ εἶδος γνώσεως, ἐπιθυμίᾳ φλέγεται, τὸ ψῦχος τῆς ἀκηδίας τοῦ βίου καταλιποῦσα καὶ τῶν αἰωνίων καὶ θείων ἀναζωπυρουμένη ἔρωτι;

Ὡς ἔγωγε τῆς μελλούσης ἐκείνης καὶ ἐλπιζομένης τοῖς δικαίοις μακαριότητος, ἧς γε νοῦς τὸ μέγεθος οὐ χωρεῖ, ὀφθαλμός τε τὴν λαμπρότητα οὐκ εἶδεν οὔτε οὖς ἤκουσε τὴν ἡδύτητα, ταύτης δὴ τῆς τοιαύτης προοίμιόν τι ἀτεχνὲς ὁρῶ τὸ ἐνταῦθα τινά, τῶν πολλῶν τοῦ αἰῶνος τούτου θορύβων ἀπαλλαγέντα, ζῆν ἐν λόγοις ἐν οἷς ἄξιον τοὺς τῆς Ἰησοῦ κοινωνίας καὶ θεωρίας ἐφιεμένους. Τοιούτους οὖν λόγους συντιθέμενος καὶ ἐπιστέλλων ἡμῖν, εὔφραινε καὶ σαυτὸν καὶ ἡμᾶς καὶ τὸ Πνεῦμα Κυρίου τὸ ἅγιον.

Ἡ χάρις τοῦ Θεοῦ διατηροῦσά σε εἴη ψυχῇ τε καὶ σώματι εἰς ἡδονὴν ἐμὴν καὶ ψυχῆς λυσιτέλειαν. Ὁ πάντα τὰ σὰ καὶ ἀγαπῶν καὶ ἐπαινῶν καὶ θαυμάζων, Ἰωσὴφ μοναχὸς ὁ Βρυέννιος.

Τῷ εὐδοκίμῳ καὶ εὐφυεῖ καὶ σπουδαίῳ ἐν Ἰατρικῇ, καὶ Ῥητορικῇ καὶ Φιλοσοφίᾳ, κυρῷ, Μανουὴλ τῷ Ὁλοβόλῳ. Ἐν Θεσσαλονίκῃ. Οἶδά σου τὴν ἀγάπην τὴν γνησίαν καὶ θερμήν, οὐδενὶ μαραινομένην τῶν ὅσα ταύτην λυμαίνεσθαι πέφυκεν. Οἶδα ὡς καὶ ἀποδημήσας γράμματα βούλει λαβεῖν παρ’ ἐμοῦ καὶ ταῦθ’ εὑρεῖν κατὰ λόγον συντεθειμένα, ἐκεῖνο διὰ τὸ πρός με φίλτρον, τοῦτο διὰ τὸν πρὸς τοὺς λόγους θερμότατον ἔρωτα, μᾶλλον δὲ καὶ τοῦτο δι’ ἐμέ. Ἀποδεχόμενος γὰρ εὐδοκιμεῖν με ἐν ἅπασι τοῖς καλοῖς, χαίρεις ὁρῶν με καὶ τέχνῃ, οὐχ ὡς ἔτυχε, γράφοντα. Διά τοι τοῦτο κἀμοὶ γράφειν ἀνάγκη πρὸς σέ, καὶ ἐπιστολιμαίῳ τύπῳ πειρᾶσθαι τοῦτο ποιεῖν, ἕως ἔξεστιν. Ὃ δὴ ποιεῖν μὲν προθύμως ἔχω καὶ ἐφετῶς, πλὴν οὐδ’ οὕτως σοι δύναμαι τὴν ἐπιθυμίαν πληροῦν. Σὺ μὲν γὰρ κάλλος ἐπιστολῶν ἐθέλοις ἂν παρ’ ἡμῶν, τὸ δ’ ἡμέτερον πόρρω τοῦ δύνασθαι τοιαῦτα ποιεῖν.

Ὅμως δ’ οὖν, ὅπερ ἰσχύω ποιεῖν ἤδη ποιῶ, καίπερ ἀδυνατῶν τῷ κάλλει τῶν ἐν τοῖς γράμμασι ὀνομάτων εὐφρᾶναί σε. Διὰ γοῦν τῶν ἐγκειμένων ἐν τούτοις ἀγγελιῶν τέρψαι βούλομαι, ἵν’ ὥσπερ, εἴ γε παρῆς, ἐκοινώνεις ἂν ἡμῖν τῶν χρηστῶν, οὕτω καὶ πόρρω διάγων, ἀπολαυόντων ἡμῶν, συναπολαύοις ἄλλως τῶν ἀγαθῶν.

Πρῶτον οὖν γίνωσκε ὡς οὐκ ἀμνημονῶ τῆς σῆς ἀρετῆς, ἀνακηρύττω δὲ ταύτην καὶ μέμνημαί σου διηνεκῶς, καὶ ὡς παρὼν καὶ χαριέντως συνομιλῶν σοι οὕτω σε ὁρῶ καὶ φαντάζομαι τοῖς ψυχικοῖς ὄμμασι, καὶ τὸν τόπον καὶ τὸν χρόνον καὶ τοὺς λόγους καὶ τὰ ἤθη καὶ τὸν τοῦ προσώπου χαρακτῆρα, καὶ ἁπλῶς ἅπαντα τὰ σά, ὡς ἕκαστον λέλεκται ἢ πέπρακται ἤ ἐστιν, οὕτω ταῦτα κατὰ νοῦν θεωρῶ· καὶ οὐδὲ ὁ πᾶς πρόσκαιρος οὗτος αἰών, οἶμαι δὲ οὐδ’ ὁ μέλλων ἰσχύσει, σὺν Θεῷ εἰρήσθω τὴν πρὸς σέ μου φιλίαν λήθης βυθοῖς παραπέμψαι ἢ ἀλλοιῶσαι τὸ σύνολον. Τοιοῦτος ἐγὼ διάπυρος φίλος καὶ ἐραστὴς θερμότατος καὶ μνημονικώτατος. Ἔπειτα ἴσθι ὡς ἐν εἰρήνῃ βαθείᾳ τὰ ἐνταῦθα ἑῷα καὶ τὰ ἑσπέρια. Ἐν εὐθηνίᾳ πολλῇ ἅπαντα τὰ τῆς βασιλίδος, ἐν σταθηρᾷ ὁμονοίᾳ τὰ τῶν φίλων καὶ ἐν μεγάλῃ καταστάσει τὰ τῆς καθ’ ἡμᾶς σεβασμίας μονῆς. Κἀμοὶ δὲ ἰδίᾳ ὁ μεγαλόδωρος προστίθησιν ἀεὶ ταῖς ἡδύν μοι τὸν βίον ποιούσαις ἀφορμαῖς καὶ μὴ τῇ ἐμαυτοῦ πρὸς ἐκεῖνον ἐπιστροφῇ μόνον ἥδεσθαι, ἀλλὰ καὶ τῇ τῶν σὺν ἐμοὶ ἀδελφῶν παρέχει.

Οὓς βλέπων τῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς ἐχομένους καὶ πονοῦντας σὺν ἡδονῇ πόνους, ὧν ὁ καρπὸς ἔνδοξος καὶ τοῖς νοῦν ἔχουσι ζηλωτός, ἐπιεικῶς χαίρω καὶ χάριτας ὁμολογῶ τῷ Δεσπότῃ τῷ λυτρωτῇ τοῦ κόσμου, ὅτι καθήρας ἡμᾶς τῷ αὐτοῦ αἵματι ὑπὸ τῆς ἰδίας αὐτοῦ χρηστότητος ἐνέγραψε τῷ χορῷ τῶν ἐκείνῳ δουλευόντων, καὶ μελλόντων ἀπολεῖσθαι ὑπὸ ἀγνοίας καὶ ἔθους καὶ ἀγροικίας, ὅπως τε τούτων περιγενοίμεθα, ἀντελάβετο, ἐπιχειροῦσί τέ τι τῶν τῆς σωτηρίας ἔργων εὐθὺς συνεφάπτεται, διδοὺς πανταχοῦ ὧν δεῖ τοῖς αὐτὸν θεραπεῦσαι σπουδάζουσιν. Ἐν τούτοις ζῶμεν καὶ οὕτως ἔχομεν, ἄριστε φίλων καὶ γνησιώτατε. Ἕν ἐστι μόνον τὸ πάνυ τρῦχον καὶ δάκνον ἡμᾶς, ἡ τοῦ κρατίστου καὶ ἁγίου βασιλέως ἡμῶν ἀπουσία καὶ στέρησις, ὅν, Θεοῦ προαιώνιε Λόγε, ταχέως ἴδοιμεν πάντες ὡς βούλεται.

Εἴης μοι ἐν ἅπασιν ὑγιαίνων, εὐθυμῶν, εὐεκτῶν, καί γε διαρκὴς θυμηδία παρείη σοι. Τοῦ τῶν σῶν ἐπαινέτου καὶ γνησίου φίλου, μοναχοῦ Ἰωσήφ, ᾧ Βρυέννιος τὸ ἐπώνυμον.

Τῷ μητροπολίτῃ Ἡρακλείας, πρωτοθρόνῳ καὶ ὑπερτίμῳ κυρῷ Ἀντωνίῳ. Βαθεῖα κατέσχεν ἡμᾶς ἐκ πολλοῦ σιγὴ καὶ πολὺς τῇ ἀφθεγξίᾳ ἐμετρήθη ὁ χρόνος. Οὐκ ἔχω δὲ πότερον τούτου ἄρα αἰτιάσομαι, ἢ ἐμαυτὸν ἢ τὴν σὴν ἱερότητα. Ὅμως ὁπότερος ἡμῶν τούτου αἴτιος, βούλομαι τὸ ἔνθεν ἐκποδὼν οἴχεσθαι τὴν σιωπὴν καὶ παρρησίαν τῷ λόγῳ δοθῆναι καὶ τὴν ὠδῖνα τοῦ πόθου τὸ οἰκεῖον ἐκρῆξαι κύημα, καὶ οὓς συμφορῶν κοινωνία ἐγνώρισε, τούτους καὶ γράμματα καὶ λόγοι ἀλλήλοις συνδοῦσιν.

Ἀλλὰ τί πάθω; Καὶ γὰρ εἰς τοῦτο ὀργῶντα καὶ ὅλον τοῦ ἔρωτος ἐξηρτημένον τῶν λόγων καὶ μηδὲν ἄλλο ὅτι μὴ λόγους μελετᾶν καὶ δημιουργεῖν προθυμούμενον, πρὸς ἄλλ’ ἄττα με ὁ ἐπιτεθεὶς βίᾳ ἕλκει ζυγὸς καὶ τῆς ἐθάδος ἄνωθεν καὶ φίλης ἀπραγμοσύνης ἀφέμενον πραγμάτων ὄχλῳ πείθει διομιλεῖν καὶ ἁπλότητι σύντροφον ὄντα πρὸς <τὸ> πολυειδὲς τῶν ἀνθρωπίνων γνωμῶν καὶ πολύστροφον ἀναγκάζει μεταβαλεῖν. Πῶς γάρ, εἰ μὴ ποικίλος τις εἴην τὴν σύνεσιν, εἰ μὴ ἕξιν ἑκάστου καὶ ἦθος εἰδείην καὶ ἔθος, οἷός τ’ ἂν εἴην ἐπιστημόνως μετιέναι τὰ κατ’ αὐτόν; Ἰλίγγου οὖν ἄξιον τὸ χρῆμα καὶ πτοίας ὅτι πλείστης καὶ τρόμου καὶ δείματος, μὴ ὅτι γε ἐμοὶ τῷ πάντων ἀνθρώπων ἀδρανεστάτῳ, ἀλλὰ καὶ αὐτοῖς, οἷς ὅτι πλεῖστον τὸ περιὸν ἐν συνέσει καὶ ἀρετῇ, οἳ καὶ δαψιλῆ διὰ βίου καθαρότητα τὴν τοῦ θείου Πνεύματος χάριν ἐσχήκασιν. Εὐχῶν οὖν μοι χρεία πολλῶν καὶ παρ’ ἐμαυτοῦ καὶ τῶν ἔξωθεν, ὡς μὴ θρήνων ἄξια ὕστερον ὀφθείη τὰ κατ’ ἐμέ. Ἀλλ’ ἐμοὶ μὲν πάντα κοῦφα ἔσται ταῦτα καὶ φορητά, ὑπὲρ ἐμοῦ ἐντυχόντος σου τῷ ὑπὲρ τῶν κατακρίτων ἀποθανόντι.

Ἡ σὴ δὲ ἁγιότης, ἀλλ’ ἀνάσχου φιλοστόργως μοι προσιόντι σοι, τῆς ἀρχῆς ταύτης ἐπιλαβόμενος μέμνησο τίνων ἄρχεις, τίνας ἄγεις καὶ τίνι τούτων πέρι μέλλεις λόγον ὑφέξειν. Τοὺς εἰκόνι <λέγω> τετιμημένους Θεοῦ καὶ γεγενημένους αὐτοῦ καθ’ ὁμοίωσιν, καὶ Θεῷ, ᾧ πάντα εἰς κρίσιν αὐθωρὸν παραστήσεται, καὶ οὗ πρὸ προσώπου πᾶσα ἡ κτίσις φρίττει καὶ δέδοικεν, ὃς ἑκάστου τῶν βεβιωμένων λόγον ἡμᾶς ἀπαιτήσει, ὃν οὐχ ὅπως τῶν φανερῶν, ἀλλὰ καὶ τῶν ἀφανῶν οὐδὲν ἄρα λέληθε. Τούτων τοσοῦτον ὁ Θεὸς περιέχεται καὶ οὕτω στέργει τὰ κατ’ αὐτούς, ὡς μὴ μόνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἑαυτοῦ δεδημιούργηκε τούτους, ἀλλὰ καὶ παράδεισον αὐτοῖς ἐχαρίσατο, καὶ τούτου δι’ ἀπάτην ἐκπεπτωκότας νόμῳ κατησφαλίσατο, προφήταις ἐπαιδαγώγησε, δι’ ἀνδρῶν ἱερῶν τὸ συμφέρον ἐπέσκηψεν, ἀγγέλοις παρακατέθετο φύλαξι. Δι’ αὐτοὺς ἐξέτεινεν οὐρανόν, ἥπλωσεν ἀέρα, γῆν ἐτεκτήνατο, ἥλιον ἧψεν, ἐξέχεεν ὕδωρ. Τί δεῖ τὰ πολλὰ λέγειν; τῆς φύσεως αὐτοῖς ἐκοινώνησεν, ἀδελφοὺς ἑαυτοῦ καὶ κληρονόμους ἀνέδειξεν. Οὕτως ἄρα ὁ Θεὸς αὐτοὺς ὑπεραγαπᾷ, λοιπὸν κρίνων αὐτοὺς καὶ ἄγων ὡς ἀδελφοὺς Χριστοῦ καὶ υἱοὺς Θεοῦ θέσει πάντας ἡγοῦ. Οὕτω γὰρ καὶ τὸν ἀγαπῶντα αὐτοὺς πρὸς σὴν ἀγάπην ἐρεθίσεις καὶ αὐτοὺς πρὸς μίμησιν κινήσεις ψυχωφελῆ.

Μή, ὡς οἱ πολλοί, θελήσῃς μετέρχεσθαι τὴν ἀρχήν· καὶ γὰρ οἱ πλεῖστοι (λέγω δ’ ἀληθεύων, οὐ κρίνων) οὐχ ἕτερόν τι ταύτην οἴονται καθεστάναι τὴν ἱερὰν καὶ θείαν ἵν’ οὕτως εἴπω ἡγεμονίαν, ὅτι μὴ ὕλην πρὸς τὸ δρᾶν ἀναφανδὸν τὰ θυμήρη, χαριζομένης δῆθεν αὐτοῖς τὸ ἀνεύθυνον τῆς Ἐκκλησίας, διὰ τὸ τοῦ ἀξιώματος ἔξοχον, καὶ οὐ πρὸς τὸ εἰρηνεύειν καὶ σώζειν τοὺς ὧν ἄρχουσιν, ἀλλ’ ἀπολλύναι μᾶλλον καὶ φθείρειν ὑπόθεσιν.

Οὕτω γὰρ ἐλέγχει τὸ ἔργον αὐτοὺς ὑπολήψεως ἔχοντας, οἳ οὐχὶ τὸ τῇ πόλει συνοῖσον, ἀλλὰ τὸ οἰκεῖον κέρδος σκοποῦντες καὶ τοῦτ’ ἐκ παντὸς τρόπου περιποιεῖσθαι θέλοντες, τῆς τῶν ἀλωπεκίδων ἐφόδου τὴν ποίμνην ἐξαιρούμενοι δῆθεν, λύκων οὗτοι τρόπον αὐτῇ ἢ λεόντων προσφέρονται καὶ παρδάλεων, ὥσπερ εἰς αὐτὸ τοῦτο τὸ ἧττον κακὸν ἀποσκευαζόμενοι, ἵν’ αὐτοὶ καὶ τὴν ἔλλειψιν ἐκείνων ἀποπληρώσωσιν. Οὗτοι ἄντικρυς αὐτοὶ καὶ δεσπόται τελοῦσιν ὁμοῦ καὶ ἐχθροί, σωτῆρες καὶ λυμαντῆρες, ἔφοροι καὶ πολέμιοι, τὰ πάντῃ ἀσύμβατα, τὸ μὲν τῷ σχήματι, τὸ δὲ τῷ πράγματι· οὕτω γὰρ βοᾷ διαρρήδην τὰ πράγματα. Οἰκίας τις προεστηκώς, εἰπέ μοι, ἄσωτός τις ἢ καὶ δαπανηρός, ὥστε καθ’ ἡμέραν τὴν οἰκείαν ὕπαρξιν ἐκμειοῦν καὶ παρὰ πολὺ τὰς ὁσημέραι ἐξόδους τῶν προσόδων πλεονεκτεῖν, τί διοίσει τοῦ ἔξωθεν συλῶντος αὐτὴν ἢ ληϊζομένου; εἰ μὴ καὶ χείρω πολλῷ τοῦτον εἴποις ἐκείνου, καθ’ ἑκάστην ληϊζόμενον τὴν οἰκίαν καὶ καταστρέφοντα. Ὥσπερ γὰρ σκώληξ τῇ ἐντεριώνῃ τῶν φυτῶν ἐμφύς, ἀνεπιδεᾶ ταῦτα δείκνυσι τῆς ἔξωθεν ἐπιβουλῆς, αὐτὸς ἔνδοθεν κατεσθίων καὶ διαφθείρων, οὕτω καὶ πόλις τοὺς αὐτῆς ἐπιστατοῦντας συντελεστὰς εὑρίσκουσα καὶ ἐκμειωτὰς τῶν ἔξωθεν ἥκιστα πολεμίων δεῖται πρὸς τὴν καθαίρεσιν.

Ὥσπερ δὲ οἱ ἐκδεδιῃτημένως βιοῦντες καὶ τὰ οἰκεῖα ἀφειδῶς ἀναλίσκοντες, τὸ παρὸν ἡδὺ μόνον σκοποῦντες, τὴν ὕστερον λίμωξιν καὶ τὴν παντελῆ τῆς οἰκίας οὐκ ἐννοοῦσιν ἐρήμωσιν, οὕτω καὶ τῶν προεστώτων οἱ πλείους τῇ ἐξουσίᾳ τὸ τήμερον καταχρώμενοι, καὶ τῶν ἐπιστατουμένων τὴν εὐπορίαν ἀφειδῶς ἀναλίσκοντες, οὐ λόγον ποιοῦνται τοῦ ἐφεξῆς, ἀλλὰ τὸ παρὸν καρποῦσθαι βουλόμενοι, τὸ μεθ’ ἡμᾶς, φασί, κατὰ τὴν Ἐκκλησίαν μενέτω. Τοῦτο δὲ χρὴ σκοπεῖν, ὡς ὅπερ οἰκία ἐστὶν ἐν βραχύτητι καὶ συστολῇ, κατά τε περιοχὴν καὶ οἰκήτορας, τοῦτ’ ἄρα καὶ πόλις ἑκάστη καὶ Ἐκκλησία, ἐν ἐκτάσει καὶ πληθύϊ τόπου καὶ οἰκητόρων καθέστηκεν, ὡς συμβαίνειν τὴν οἰκίαν μὲν πόλιν καὶ Ἐκκλησίαν εἶναι συνεσταλμένην, οἶκον δέ τινα μέγιστον καθεστάναι τὸν ναὸν ἢ τὴν πόλιν.

Λόγον τοιγαροῦν ἐπέχει ὁ τοῦ οἴκου μὲν δεσπότης τοῦ τῆς πόλεως ἄρχοντος, οὗτος δ’ αὖ τοῦ τῆς Ἐκκλησίας ἐπιστατοῦντος. Ὅσον οὖν λόγον ποιεῖσθαι ὀφείλει ὁ πρῶτος τοῦ τὴν οἰκίαν αὐτῷ συνεστάναι, ὅ τε δεύτερος τοῦ εὐνομεῖσθαι τὴν πόλιν, τοσοῦτον κατ’ ἄμφω προσήκει ποιεῖσθαι τῆς Ἐκκλησίας καὶ τὸν ἐπίσκοπον, οὐ δεσποτικήν, ἀλλὰ πατρικὴν πρὸς πάντας ἢ καὶ διδακτικὴν διάθεσιν ἐνδεικνύμενον, ἕνα γνήσιον δεσπότην εἰδότα καὶ Κύριον, τὸν ἐπὶ πάντων Θεόν. Ἑαυτὸν δὲ μὴ κύριον ὧν ἄρχει δοκεῖν, ἀλλ’ ἀδελφὸν καὶ ὁμόδουλον, ἐπεὶ καὶ αὐτὸς τὴν αὐτὴν αὐτοῖς ἔλαχε φύσιν, καὶ τὸν αὐτὸν ἔσχε χοῦν τοῦ βίου προπάτορα, τῷ αὐτῷ τε κατὰ τὴν διάλυσιν τοῦ σώματος λειτουργήσει νόμῳ καὶ τῷ αὐτῷ δικαστῇ παραστήσεται. Ἐγκεχείρισται δὲ αὐτῷ τὰ τῆς ἐκείνων ἀρχῆς, ὡς ἂν τῇ μὲν προμηθευτικῇ διαθέσει πατὴρ αὐτῶν ᾖ, τῇ δὲ πρὸς τὰ κρείττω προτροπῇ καὶ τῇ τῶν χειρόνων ἀποτροπῇ διδασκάλου τόπον ἀποπληροῖ. Ἐπεὶ οὖν φιλεῖ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ συνεξομοιοῦσθαι τοῖς ἄρχουσι καὶ αὐτοκελεύστως τὰ πρὸς χάριν ἐκείνοις καὶ πρὸς μίμησιν ἐκτελεῖν, κἂν ὁποῖα τυγχάνοι, ὡς ἂν παράδειγμα εἰς ἀγαθὸν πᾶσιν ᾖ, πάντα διασωθήσεται τὰ οἴκοι, ὡς τῷ Θεῷ φίλον. Τοὺς περὶ αὐτὸν ἅπαντας εὐκόσμως καὶ ἀνεπιλήπτως ἐθίσει βιοῦν. Οὐκ ἐνασμενίσει οὐδ’ ὁτῳοῦν ὅσοι τὸν τρόπον σκαιοὶ καὶ φαυλόβιοι.

Ἀποδέξεται καὶ στέρξει τοὺς σπουδαίαν ἀγωγὴν καὶ βίον ἀνῃρημένους, ἀποστόργους θήσεται καὶ στυγηρούς, ὅσοις φαῦλον τὸ ἦθος καὶ φιλομόχθηρον. Φιλότιμος τὸν τρόπον ἔσται καὶ εὐεργετικός, ἥδιον αὐτὸς διδοὺς ἢ λαμβάνουσιν ἕτεροι, καὶ χαίρων οὐ τῷ χρηματίζεσθαι, ἀλλὰ τῷ ἀποπλουτεῖν Θεῷ καὶ τοῖς πένησιν.

Ὦτα καὶ χεῖρας ἀνοίξει τοῖς δεομένοις, εὐέντευκτος τοῖς προσιοῦσιν ὢν καὶ εὐπρόσιτος, κἂν τῶν εὐτελεστάτων εἶεν, κἂν τῶν φαύλων τὴν τύχην καὶ ἀκλεῶν. Οὕτω δὲ μετρίως ἔχων τοῦ ἤθους καὶ προσηνῶς ἐν τοῖς ταπεινοῖς, ἐν τοῖς σοβαροῖς καὶ ὑπερόφρυσι τὸ ἐμβριθὲς ἐπιδείξεται, τοὺς μὲν τοῦ δέους ἐξιστῶν τῇ μετριότητι, τοῖς δὲ συστέλλων τὴν ὀφρὺν τῇ στιβαρότητι. Ὡς παίδων οἰκείων, ὡς ἀδελφῶν, ὡς πατέρων, ἑκάστων φροντιεῖ τῶν ἀνὰ τὴν ποίμνην. Τότε ἑαυτὸν εὖ πράττειν λογίσεται, ὅτε εὐπραγοῦντας ὁρᾷ τοὺς ὑφ’ ἑαυτόν, δυσπραγίαν δὲ ἑαυτοῦ τὴν ἐκείνων δυσημερίαν ἡγήσεται. Καὶ ὡς ἔπος εἰπεῖν, οὕτως ἡσθήσεται τῇ ἐκείνων εὐετηρίᾳ, ὥσπερ δῆτα τῇ ἑαυτοῦ, καὶ οὕτω τῇ ἐκείνων ἀλγήσει κακοπραγίᾳ, ὥσπερ εἰ αὐτὸς ἐκεῖνος ἦν ὁ κακοπραγῶν. Καὶ οὐχ ὡς οἰκείων τῶν τοῖς ὑπηκόοις προσόντων μεταποιήσεται, ἀλλὰ τὸ ἀνάπαλιν τὰ ἐκείνῳ προσόντα τοῖς ὑφ’ ἑαυτῷ προσήκειν οἰήσεται. Τοιοῦτον δή τινα, ὡς ἐν τύπῳ εἰπεῖν, τὸν ψυχῶν προϊστάμενον εἶναι χρεών.

Ἀλλ’ ἔλαθον ἐμαυτὸν ἐκ τῆς πρὸς σέ μου στοργῆς εἰς τοῦτο κατενεχθείς, ὃν ἐχρῆν μὲν τῶν ἐμαυτοῦ κακῶν μόνων φροντίδα τιθέμενον, ταῦτα θρηνεῖν τε καὶ ἀποδύρεσθαι, ἐπεὶ θρήνων μοι τὰ εἰργασμένα καὶ ὀδυρμῶν ὄντως ἄξια —καὶ πῶς γὰρ οὔ; —ἃ τὸ θεῖον ἐκπολεμεῖ μοι καί με τῆς ἐκεῖ καθίστησι δίκης ὑπόχρεων. Ἀλλ’ ἡ τῆς κακίας τὸ νῦν εἶναι ἐπίτασις οὕτω ῥαγδαίως ἡμῖν ἐπεισφρήσασα, ὡς καὶ μέχρι τῶν τῆς Ἐκκλησίας προχωρῆσαι ποιμένων, καὶ τοὺς διδασκάλους, οἴμοι, τῆς ἀρετῆς ἀρχέτυπα γίνεσθαι πρὸς κακίαν τοῖς ὑπ’ αὐτούς, τοῦτο, τῶν οἰκείων ἀφέμενον, τὰ ἀλλότρια διεξιέναι με καὶ οἰμώζειν παρασκευάζει. Ἀξιῶ δὲ καὶ τὴν σὴν ἱερότητα μή μοι νεμεσῆσαι τοῦ ἐγχειρήματος, αὐθάδειάν τινα καὶ ἰταμότητα τὸ χρῆμα θεμένην. Οὐ γὰρ κρίνειν βουλόμενος τοὺς κριτὰς οὐδὲ διαβάλλειν τοὺς διδασκάλους οὐδὲ νομοθετεῖν τοῖς νομοθέταις, εἰς τοῦτο κατέστην, ἀλλ’ οἰκτιζόμενος καὶ ἐλεῶν, ὅπερ ἔφθην, τὰ καθ’ ἡμᾶς, εἰς τοῦτο φαυλότητος ἥκοντα, καὶ τὴν σὴν ἁγίαν ὑπομιμνῄσκων ψυχὴν τῶν πημένων καὶ τῶν ποιμένων, ὡς ἂν τοὺς μὲν ἀποφεύγῃς, τοὺς δὲ μιμῇ. Τὸν γὰρ τῶν ἀπολλυμένων ψυχῶν οἶκτον ἐκ τῆς προεστώτων ῥαθυμίας οὐκ οἶμαι μὴ τῆς σῆς μάλιστα καθικνεῖσθαι ψυχῆς.

Εἴης ἐρρωμένως πρὸς τῆς Παντοκράτορος δεξιᾶς, ἁγιώτατε πάτερ, καὶ τὸ θεῖον ὑπὲρ ἡμῶν ἱλεούμενος. Ὁ κατὰ πάντα τῆς σῆς ἁγιότητος Ἰωσὴφ ὁ Βρυέννιος.

Τῷ πανιερωτάτῳ μητροπολίτῃ Κιέβου καὶ πάσης Ῥωσίας Φωτίῳ, τῷ ὑπερτίμῳ, καὶ ἐμῷ δεσπότῃ καὶ φίλῳ γνησιωτάτῳ, καὶ κατὰ Πνεῦμα πατρί. Ἐν Ῥωσίᾳ. Οὐ θαυμαστὸν εἴπερ ἀπροφασίστως, ὡς ἄν τις οἰήσαιτο, τολμήσας γράφω τῇ σῇ ἁγιότητι. Ὁ γὰρ πρὸς ταύτην ἔρως οὕτω με καθίστησι πρόθυμον, ὥστε, εἰ οἷόν τε ἦν, συνεχῶς ἐπέστελλον ἄν. Οὓς γὰρ ἔρως πρός τινα ἀναγκάζει διακαής, ὅταν μὴ ἔχωσιν ἐκ τοῦ σύνεγγυς τῷ ἐρωμένῳ συγγίγνεσθαι, γράμμασι τὸ ἀνιῶν ἀλθαίνειν πως δοκιμάζουσι, τῇ ἐν τούτοις γοῦν προσφθέγξει ἑαυτοῖς τὸ ἀκεσώδυνον μετρίως περιποιούμενοι. Εἰ τοίνυν καὶ αὐτὸς διαπύρου ἔνδειξιν φιλίας ἔοικα τὸ πρὸς σὲ γράφειν προβάλλεσθαι, ἀλλὰ (τὸ ἀληθὲς γὰρ οὐκ ἀρνήσομαι) ἐμαυτῷ τῇ ἀληθείᾳ χαρίζομαι. Καὶ γὰρ ὅσης ἡμᾶς ἡδονῆς ἐνέπλησεν ἡ τῆς σῆς ἁγιότητος ἐνδημία, τοσοῦτον ἡ ἐκδημία ταύτης, τὸ ἄλγος ἐνῆκεν ἡμῖν. Ὥσπερ γὰρ φαιδρόν τι καὶ ἁπάντων ἥδιστον τῶν ὁρωμένων ὁ ἥλιος ὤν, ὅσον ἥδειν πέφυκε τοὺς ὁρῶντας, τοσοῦτον λυπηρὸν τοῖς ζημιωθεῖσι τοῦτον καθίσταται, οὕτως ἄρα καὶ τῶν ἀγαθῶν ἀνδρῶν αἱ συνουσίαι ὅσον ἴσασι τέρπειν τῇ χρήσει, τοσοῦτον ἀποποιούμεναι δυσφόρητοι καθεστήκασιν.

Ἔπεισιν οὖν ἡμῖν οὐχ ἥκιστα γλίχεσθαι τοῦ μαθεῖν ὅπως ἔχει τὰ τῆς σῆς ἱερότητος καὶ εἰ ἔρρωταί σοι τὸ σῶμα (τὸ γὰρ τῆς ψυχῆς ἡμῖν οὐκ ἀμφίλεκτον) καὶ εἴ σοι τὰ τοῦ βίου εὐμαρῆ καὶ θυμήρη, καὶ ἐξάντη δυσχερείας ἁπάσης ἀνύεται· τοῦτο γὰρ εὐχῆς τῆς μεγίστης ἔργον ἡμῖν καὶ τοῦτο μαθεῖν ἱμειρόμεθα. Καὶ γραφὴν ἀφεθῆναι αἰτοῦμεν ἡμῖν, ἀριδηλότατα ὡς ἔσχηκε παριστῶσαν τὰ σά. Ἐπεὶ οὕτως ἡμᾶς εἷλες καὶ σαυτῷ τῇ τῶν τρόπων συνῆψας χρηστότητι, ὡς καὶ νῦν εἰς Ῥωσίαν ἀπαγαγεῖν καὶ πεῖσαι ἀεὶ ἀχωρίστως συνεῖναί σοι. Καὶ ἄλλοι μέν σου τῇ τῆς ἀξίας μεγαλειότητι καὶ τῇ τοῦ πλούτου βριθοσύνῃ, τῇ τε τῆς παρρησίας χώρᾳ καὶ τῷ μεγέθει τοῦ Ἔθνους, οὗ τὴν ἐπιστασίαν ἐπιστεύθης, συνήδονται, ἡμεῖς δ’ αὐτοῖς τοῖς πράγμασι συνηδόμεθα τῆς σῆς ἕνεκα μεγαλοπρεπείας.

Ποιοῦμεν δὲ τοῦτο, ἵνα μὴ δόξωμεν δι’ ἐκείνων κοσμεῖν σε, ἀλλὰ μᾶλλον ταῦτα νομίζειν καλλύνεσθαι διὰ σοῦ, ὅτι οὐκ ἐκεῖνα ἐπισπῶνται τὴν ἀρετήν, ἀλλ’ ἡ ἀρετὴ κἀκεῖνα καὶ ἄλλα μυρία τῶν καλῶν ἐπιφέρεται. Ἐπειδὴ τοιοῦτον ἡ ἀρετή· οὐκ ἔξωθεν δανείζεται τιμάς, ἀλλ’ αὐτὴ ἐν ἑαυτῇ περιφέρει ταύτας καὶ διανέμει οἷς ἄξιον, τιμὴν παρεχομένη τοῖς πράγμασιν, οὐ δι’ αὐτὰ τιμωμένη. Ὅθεν ἀφαιρουμένης αὐτῆς ἀπό τινος, πάντα συναφαιρεῖται ταύτῃ τὰ ἀξιώματα· ὅτῳ δ’ αὖ προστεθῇ, τούτῳ καυχήσεως στέφανος καὶ δόξα περιετέθη ἀκήρατος. Ἀμέλει καὶ τῇ σῇ κεφαλῇ τὰ μετὰ τὴν ἀρετὴν ἐπενεχθέντα τῶν ἀγαθῶν ἐκοσμήθησαν μᾶλλον ἢ κατεκόσμησαν. Διὰ δὴ τοῦτο οὐ τὸν ὄλβιον καὶ πεπαρρησιασμένον μητροπολίτην Ῥωσίας ἁπλῶς φιλοῦμεν ἡμεῖς, ἀλλὰ τὸν πολλῆς μὲν ὑπακοῆς, πολλῆς δὲ συνέσεως, πολλῆς δὲ γέμοντα ταπεινοφροσύνης ἱερώτατον Φώτιον. Διό σε καὶ εὐδαίμονα ἡγούμεθα, οὐκ ἐπειδὴ πλούτῳ κομᾷς ἀμυθήτῳ, ἀλλ’ ἐπειδὴ δαψιλεστέραν ἔλαβες ὕλην εἰς <τὸ> τὴν φιλάνθρωπόν σου γνώμην καὶ τὴν φιλοφροσύνην ἐνδείξασθαι.

Ταύτῃ τοι καὶ τοῖς πτωχεύουσι καὶ ἀδικουμένοις συνηδόμεθα, τὸν πλατύν σου λιμένα τῆς ψυχῆς ὁρῶντες, μυρία δυνάμενον λῦσαι ναυάγια καὶ τοὺς εἰς ἔσχατον κλυδωνίου ἐλθόντας παρασκευάσαι πλεῖν ἐξ οὐρίας. Διὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, τὴν σὴν ζωὴν καὶ ὑγίειαν κοινὴν ἑορτὴν τῶν ἐπηρεαζομένων καὶ περιστατουμένων νομίζοντες, ἧς καὶ αὐτοὶ ἀπολαύομεν, οἰκείαν ἡδονὴν εἶναι τιθέμενοι τῶν σῶν κατορθωμάτων τὸ μέγεθος. Καὶ αὐτὸς δὲ εἰδὼς ἡλίκον ἐστὶ νεανικὴ ψυχὴ καὶ γενναία καὶ τόν, οὗ διάδοχος γέγονας, ἐν τοῖς καλλίστοις ζηλῶν, ἀληθείᾳ, πραότητι, καὶ δικαιοσύνῃ καὶ τῇ τῆς σπουδῆς κοινωνίᾳ τῆς φήμης ἀποδεχόμενος, σκόπει πῶς ἂν ὑπεράξιος γένοιο, καὶ μὴ καταισχύνειε τὰ ὅπλα τὸν στρατιώτην. Τῷ μὲν γὰρ μακαρίτῃ ἐκείνῳ ἀρκεῖ τὸ παρῳχηκέναι, σοὶ δὲ τὸ μέλλον ἐν ζυγοῖς ἵσταται.

Κἄν τι τῶν ἀδοκήτων ἐπισυμβῇ, ὃ μὴ συμβῆναι ἀμήχανον, μὴ ἀποκάμοις, ἀλλὰ γενναίως ἐπίκεισο ἀτρέπτῳ γνώμῃ καὶ ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρὰ σαυτοῦ συμμαχίαν εἰσφέρων, ἄριστα λογιζόμενος ὅτι καὶ κυβερνήτην ὁ τῆς θαλάττης μακρὸς χειμὼν μάλιστα καὶ διεγείρει καὶ δείκνυσι θαυμαστὸν καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ καὶ δυσίατα τῶν σωμάτων νοσήματα, καὶ τὸν εὐσεβείᾳ ζῆν ἐσπουδακότα ἡ τῶν καιρῶν δυσκολία καὶ πειρασμῶν οἱ ἐπωφελεῖς. Ταῦτ’ οὖν πάντων μᾶλλον αὐτὸς διακρίνων καὶ κραταιοῦ, καὶ ἀνδρίζου καὶ ὑπερνίκα καὶ μέμνησο τῆς ἐμῆς ψυχῆς πρὸς Θεόν.

Ἐρρωμένη καὶ εὐεκτοῦσα ἡ σὴ ἁγιότης διαβιῴη καὶ παντὸς θυμήρους ἐπαπολαύουσα, εἴς τε ἀπείρων ψυχῶν ἐπιμέλειαν, εἴς τε δόξαν Θεοῦ καὶ τοῦ γένους ἡμῶν ἐπικαύχησιν. Καὶ αἱ ἅγιαί σου εὐχαὶ εἴησάν μοι ἀεὶ φυλακτήριον.

Ἰωσὴφ Μοναχοῦ τοῦ Βρυεννίου, ὃν καὶ πρὸ τοῦ ἰδεῖν ἐφίλεις καὶ ἐν τῷ ὁρᾶν ἔστεργες καὶ μετὰ τὸ θεάσασθαι ἀγαπᾷς διὰ Κύριον.