Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Έβδομος: Πατερικές μαρτυρίες περί της εκπορεύσεως
Παράθεση χωρίων ανατολικών και δυτικών Πατέρων υπέρ της εκπορεύσεως του Πνεύματος εκ μόνου του Πατρός και διδασκαλία περί της λειτουργίας της ψυχής και της αγάπης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Έβδομος: Πατερικές μαρτυρίες περί της εκπορεύσεως
Παράθεση χωρίων ανατολικών και δυτικών Πατέρων υπέρ της εκπορεύσεως του Πνεύματος εκ μόνου του Πατρός και διδασκαλία περί της λειτουργίας της ψυχής και της αγάπης.
ΛΟΓΟΣ Ζʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ ΕΝ Τῼ ΑΥΤῼ ΡΗΘΕΙΣ ΠΑΛΑΤΙῼ Χρήσεσι πλείσταις ἁγίων σαφέστατα παριστῶν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται Ἄρα τὰς ἐν τοῖς φθάσασι λόγοις ῥηθείσας πρὸς ὑμᾶς ὑποσχέσεις, ἀνεπιλήστους κατέχετε; ἢ δεῖσθέ τινος περὶ αὐτῶν ὑπομνήσεως; οὐκ ἔγωγε οἶμαι ταχέως οὕτως ὑμᾶς τῶν ἀκουσθέντων ἐπιλήσμονας γίνεσθε· πλὴν ἐπεὶ καὶ πολλοὶ πάρεισι νῦν, οἳ τότε μὴ παρῆσαν, καί τινες αὐτῶν ἐπελάθοντο ἴσως, οὐδὲν κωλύει συντόμως ὑπομνῆσαι περὶ αὐτῶν· ἡ γὰρ τῶν ῥηθέντων ἐπανάληψις, πᾶσιν ἔσται χρησίμη, τοῖς μὲν ἀκούσασιν ὑπόμνησις γινομένη, τοῖς δὲ νῦν πρῶτον ἀκούουσι παρασκευὴ πρὸς τὰ ῥηθησόμενα. Ὑπεσχόμεθα τοίνυν ἐν τοῖς τῶν λόγων προοιμίοις τοτηνικαῦτα, πρῶτον μὲν τὰς τῆς παρεκτροπῆς αἰτίας δηλώσειν, ἔπειτα δὲ καὶ εἰ ὀρθόδοξος αὕτη ἡ ἡμετέρα περὶ τοῦ ἁγίου Πνεύματος δόξα, ἢ μή, διαῤῥήδην ἐκ τῶν λόγων ἀποδεῖξαι τοῦ Πνεύματος· καὶ τούτων αἰτίαν, ὡς ἀναγκαίαν εὐθὺς ἐπηγάγομεν, ὡς ἂν καὶ τὴν εὐσέβειαν ὁποία τίς ἐστι γνῶμεν εἰπόντες, καὶ τὰς παρεκτροπὰς ταύτης, ὡς οἷόν τε ἀποδράσωμεν.
Ἀλλὰ τίνες μὲν αἱ τῆς παρεκτροπῆς αἰτίαι, ὅτι τὸ τῆς τοῦ Πνεύματος προόδου διάφορον ἀδιαφόρως νοούμενον, τῶν τε συλλογισμῶν ἡ εἰς τὰ θεῖα λόγια παρείσακτος ἐπεισαγωγή, πρὸς δὲ καὶ τὸ ἐκ τῆς οὐσίας λέγεσθαι τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀντὶ τοῦ ἐκ τῆς ὑποστάσεως αὐτοῦ τισιν ἐκλαμβάνεσθαι, καὶ ἔτι πῶς δεῖ ταύτας φυλάττεσθαι, ἱκανῶς αἱ ῥηθεῖσαι πρὸς ὑμᾶς ὁμιλίαι παρέστησαν· νυνὶ δὲ χρεών, καὶ εἰ ὀρθόδοξος αὕτη ἡ ἡμετέρα περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως δόξα, ἢ σαθρὰ τυχὸν καὶ διεψευσμένη· καὶ τίς ὁ τῆς ὀρθῆς πίστεως φύλαξ, δι’ ἀξιοπίστων μαρτύρων παραστῆσαι καὶ βεβαιώσασθαι.
Οἶμαι δὲ πιστοὺς ὄντας ὑμᾶς, καὶ ὀρθοδόξοις λόγοις ἐντεθραμμένους, οὐκ ἄλλοθεν βούλεσθαι, ἢ πρὸς τῶν τοῦ ὀρθοῦ λόγου καὶ τῆς ἀληθείας ὑπηρετῶν τὰ τοιαῦτα πιστοῦσθαι, ὅπερ ἀεὶ καὶ ἐν τοῖς ἄλλοις ἄπασι, καὶ νῦν οὐχ ἤκιστα ποιητέον. Σύνηθες γὰρ ἐν τοῖς τοιούτοις καὶ εὐπρεπές, μηδένα ἐξ αὑτοῦ καὶ τῆς ἰδίας κοιλίας, ὃ λέγεται, τολμᾶν τὰ θεῖα δόγματα συνιστᾶν· ἄπιστον γὰρ τοῦτο καὶ ἐπικίνδυνον καὶ ἀβέβαιον· ἀλλ’ ἐκ τῶν τοῦ Πνεύματος καὶ τῶν αὐτοῦ ἁγίων λαμβάνοντα, περὶ τοῦ Πνεύματος διδάσκειν καὶ μαρτυρεῖν, διὰ τὸ βέβαιον καὶ ἄπταιστον καὶ πιστόν.
Καὶ δή μοι πρῶτος μὲν ὁ ὁμολογητὴς Μάξιμος ὁμολογήσων τῇ ἀληθείᾳ εἰσίτω· ὃς ἐν τῇ πρὸς Μαρῖνον πρεσβύτερον Κύπρου ἐπιστολῇ, ἧς ἡ ἀρχή, νόμῳ θείῳ κατὰ Θεόν, τάδε φησί, «τῶν τοῦ νῦν ἁγιωτάτου πάπα συνοδικῶν οὐκ ἐν τοσούτοις ὅσοις γεγράφατε κεφαλαίοις, οἱ τῆς βασιλίδος τῶν πόλεων ἐπελάβοντο, δυσὶ δὲ μόνοις· ὧν τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ὅτι περ εἶπεν ἐκπορεύεσθαι, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δὲ περὶ τῆς θείας σαρκώσεως, ὅτι περ γέγραφε, μὴ δίχα τὸν Κύριον εἶναι τῆς προπατορικῆς ἁμαρτίας, ὡς ἄνθρωπον· καὶ τῷ μὲν πρώτῳ συμφώνως παρήγαγον χρήσεις Ῥωμαίων πατέρων, καὶ Κυρίλλου Ἀλεξανδρείας ἐκ τῆς πονηθείσης αὐτῷ πραγματείας εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, σφᾶς αὐτοὺς ἀπέδειξαν· μίαν γὰρ ἴσασι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν Πατέρα αἰτίαν· τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν· ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συμφυὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσι». Δεύτερος δὲ ὁ πρότερον μὲν τῆς μεγαλοπόλεως ταύτης ἔπαρχος ἀληθής, ὕστερον δὲ κανὼν τῆς ἀσκήσεως ἀκριβὴς ὁ μακάριος Νεῖλος, ἐν τῷ περὶ Τριάδος αὐτοῦ λόγῳ, ἴτω σὺν τούτῳ τὸ Πνεῦμα οὕτω θεολογήσων. «
Ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία, τὸν μὲν Πατέρα δογματίζει ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρός, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκπορευτόν, καὶ αὐτὸ ἐκ μόνου τοῦ Πατρός, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ». Ὡς ὑπερφυῶς, πάτερ, ἔλυσας τοὺς τῶν τινων ἐλέγχους, ἐκ τοῦ Πατρὸς μόνου, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα θεολογήσας!
Ἀλλ’ οὗτος μὲν Ἕλλην ὤν, Ἕλλησιν ἴσως ὑποπτευθείη συνηγορῶν· καίτοι πρὸ πεντακοσίων ἐτῶν τοῦ σχίσματος, ταῦτα ἐκθέμενος οὑτωσί· τοίνυν καί τις Ῥωμαίων παρίτω δήπου τούτῳ συμμαρτυρήσων· ποῖος οὗτος; ὁ ἱερὸς Ἱερώνυμος, ἐν τῇ πρὸς τὸν θεῖον Δάμασον, οὕτως ἐπάγων, ἐπιστολῇ: «πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἰδίως καὶ ἀληθῶς». Σὺν τούτοις μάρτυς ἀξιόχρεως ὁ σοφὸς Ἰουστῖνος, ὁ τῷ μαρτυρικῷ στεφάνῳ κεκοσμημένος, ὃς μάλα σαφῶς ἀποφαίνεται, ὅτι ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἰδίως καὶ ἀληθῶς, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως· «ὁ μὲν γὰρ γεννητῶς ἐκ φωτὸς ἐξέλαμψε, τὸ δὲ φῶς μὲν ἐκ φωτὸς καὶ αὐτό, οὐ μὴν γεννητῶς, ἀλλ’ ἐκπορευτῶς». Καὶ ὁ θεῖος δὲ Μητροφάνης, καὶ ὁ Στουδίτης Θεόδωρος, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἐκδεδώκασι μελῳδεῖν· ὁ μέν, «μόνον πατρόθεν, ὡς ἐκ νοῦ γεγεννημένον τὸν λόγον, καὶ τὸ Πνεῦμα προελθὸν ἀποῤῥήτως, καταλλήλοις λογισμοῖς καὶ γραφικοῖς διδάγμασι κατειληφότες, ἕνα Θεὸν τρισήλιον σέβομεν»· ὁ δέ, «μόνου μονογεννήτωρ μονογεννοῦς Υἱοῦ Πατήρ· καὶ μόνε μόνου φῶς φωτὸς ἀπαύγασμα· καὶ μόνον μόνως μόνου Θεοῦ ἅγιον Πνεῦμα».
Καὶ οὗτοι μὲν ταῦτα καὶ συνῳδὰ ἀποφαίνονται· τὸν δὲ Δαμασκόθεν Ἰωάννην, τὸν τῶν πολλῶν μεταγενέστερον θεολόγον, τίς ἂν ἑκὼν παραδραμεῖν ἐθελήσειεν; ὃς καὶ ἀρχόμενος τῆς αὐτοῦ θεολογίας, «ἐρῶ δὲ ἐμὸν μέν, ἔφη, οὐδέν· τὰ δὲ τοῖς ἐγκρίτοις τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος, ὅση δύναμις συντετμημένον τὸν λόγον ποιήσομαι»· ταῦτα δέ φησιν ἵνα γνῶμεν ὅτι ὅσα ἐκεῖνος λέγει, οἱ θεολόγοι πάντες λέγουσιν· οὗτος οὖν ἐν τῷ λόγῳ αὑτοῦ, τῷ εἰς τὴν θεόσωμον τοῦ Κυρίου ταφήν, τοιάδε φησί· «τοῦτο ἡμῖν τὸ λατρευόμενον· Πατὴρ Υἱοῦ γεννήτωρ ἀγέννητος, οὐ γὰρ ἔκ τινος·
Υἱὸς τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος· Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον· ὅπερ καὶ τοῦ Υἱοῦ μὲν λέγεται, ὡς δι’ αὑτοῦ φανερούμενον, καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν». Καὶ ἐν τῇ πρὸς Ἰορδάνην μονάζοντα ἐπιστολῇ· «ἡμῖν εἷς Θεός, λέγει, ὁ Πατὴρ καὶ ὁ Λόγος αὐτοῦ καὶ τὸ Πνεῦμα αὐτοῦ. Λόγος δὲ ἐνυπόστατον γέννημα, διὸ καὶ Υἱός· καὶ Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δέ, καὶ οὐκ ἐξ Υἱοῦ· ὡς Πνεῦμα στόματος Θεοῦ λόγου ἐξαγγελτικόν».
Καὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τῶν αὐτοῦ Δογματικῶν· «τὸ Πνεῦμα τὸ ἅγιον λέγομεν Πνεῦμα τοῦ Πατρός, ὡς ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· οὐδεμία γὰρ ὁρμὴ ἄνευ Πνεύματος· καὶ Υἱοῦ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ὡσαύτως καὶ ἐν τῷ ιδʹ «χρὴ γινώσκειν, φησίν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν»· καὶ πάλιν ἐν τῷ αὐτῷ, «ὅσα ἁρμόζει αἰτίῳ, πηγῇ, γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέον, ὅσα δὲ αἰτιατῷ, Υἱῷ, λόγῳ, τῷ Υἱῷ». Ἄκουε καὶ τοῦ Νύσσης Γρηγορίου, ἐν τῷ περὶ θεωνυμίας λόγῳ, «τὰ τοῦ ἀνθρώπου, φησί, πάντα πρόσωπα, οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια, ἐπὶ δὲ τῆς ἁγίας Τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτὸ τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱὸς γεννᾶται καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· δι’ ὅπερ κυρίως καὶ τὸν ἕνα αἴτιον μετὰ τῶν ἐξ αὐτοῦ αἰτιατῶν, ἕνα Θεόν φαμεν τεθαῤῥηκότες».
Πρὸς δὲ κἀν τῷ περὶ θεογνωσίας ὁ αὐτὸς λόγῳ, «Πνεῦμα, λέγει, τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως· τούτου γὰρ ἕνεκα καὶ Πνεῦμα στόματος, ἀλλ’ οὐχὶ καὶ λόγον στόματος ὁ Δαβὶδ εἴρηκεν, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πατρὶ μόνῳ προσοῦσαν πιστώσηται»· τί ταύτης τῆς θεολογικῆς μαρτυρίας σαφέστερον, πρὸς τὴν προκειμένην ἡμῖν ὑπόθεσιν γένοιτ’ ἄν;
Καὶ ὁ μακαρίτης δὲ Θεοδώρητος Κύρου, ὃν διδάσκαλον ἡ τρίτη τῶν συνόδων ἐκήρυξεν, ἀκούσας τοῦ θείου Κυρίλλου ποτέ, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Νεστορίου αὐτῷ ἐνάτου ἀναθεματισμοῦ λέγοντος «ὡς ὁ μονογεννὴς Υἱὸς τοῦ Θεοῦ, πάντα ὑπάρχει ὅσα καὶ ὁ Πατήρ, καὶ ἴδιον ἔχει τὸ ἐξ αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ ἅγιον Πνεῦμα, ταύτης ἐπιλαβόμενος τῆς φωνῆς, εἰ μὲν ὡς ὁμοφυές, ἔφη, τῷ Υἱῷ, τοῦ δὲ Πατρὸς ἐκπορευόμενον, λέγεις τὸ Πνεῦμα; συνομολογήσομεν, καὶ ὡς εὐσεβῆ δεξόμεθα τὴν φωνήν· εἰ δ’ ὡς ἐξ Υἱοῦ, ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάσφημον τοῦτο καὶ δυσσεβὲς ἀποῤῥίψομεν· πιστεύομεν γὰρ τῷ Κυρίῳ λέγοντι, τὸ Πνεῦμα, ὃ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ τῷ θειοτάτῳ δὲ Παύλῳ ὁμοίως φάσκοντι, ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ». Εἰ δέ τις λέγει, ὡς ἀνεθεματίσθη τὰ κατὰ τοῦ θείου Κυρίλλου γραφέντα πάντα κεφάλαια παρὰ τῆς πέμπτης συνόδου, μεμνήσθω, ὡς οὐχὶ καὶ ἡ πρὸς ταῦτα τούτου ἀπολογία ὠβελίσθη ποσῶς, στέργεται δὲ ὡς ὀρθόδοξος· ἐπεὶ πρὸς ταῦτα δυσχεράναντα τὸν μέγαν Κύριλλον, εὐθὺς καὶ φᾶναι καὶ γράψαι γέγραπται, «μὴ λέγειν ἐξ Υἱοῦ, ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐκ μὲν τοῦ Πατρὸς ἐκπορεύεσθαι, εἶναι δὲ τοῦ Υἱοῦ οὐκ ἀλλότριον, κατὰ τὸν τῆς οὐσίας λόγον».
Ἀλλ’ ἐπὶ πλεῖον στηρίξων τὰ ἡμέτερα, καὶ ὁ ἁγιώτατος πάπας Δάμασος παρελθέτω εἰς μέσον· ὃς ἐν τῇ πρὸς Παυλῖνον Θεσσαλονικέα ἐπιστολῇ, οὕτω τίθησιν· «εἴ τις μὴ εἴποι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας, καὶ Θεοῦ Θεὸν λόγον, ἀνάθεμα ἔστω»· τί δέ τις ἂν φαίη πρὸς τὸ τοῦ θείου Κυρίλλου, ὅπερ σαφῶς ἐν τῷ περὶ Τριάδος αὐτοῦ λόγῳ διέξεισιν; «αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις, λέγων, γινώσκονται καὶ πιστεύονται, ἐν Πατρὶ ἀνάρχῳ, καὶ ἐν Υἱῷ μονογενεῖ, καὶ ἐν Πνεύματι ἁγίῳ τῷ ἐκπορευομένῳ ἐκ τοῦ Πατρός· οὐ γεννητῶς, καθάπερ ὁ Υἱός, ἀλλ’ ἐκπορευομένῳ, καθάπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρός, ὡς ἀπὸ στόματος, πεφηνότος δὲ διὰ τοῦ Υἱοῦ, καὶ λαλήσαντος ἐν τοῖς ἁγίοις πᾶσι προφήταις τε καὶ ἀποστόλοις». Καὶ πάλιν «οὐχ ὥσπερ ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς γεννητῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Υἱοῦ ἐκπορευτῶς· ἄπαγε τῆς βλασφημίας καὶ τῆς πολυθεΐας· εἷς γὰρ παρ’ ἡμῖν ἀμφοῖν τοῖν προσώποιν αἴτιος ὁ Πατήρ». Ὢ μακαρίζω σε θεῖε Κύριλλε τῆς φωνῆς! ὡς ἀπήλλαξας ἡμᾶς πραγμάτων! καὶ τὸ λέγειν ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα καθ’ ὕπαρξιν, πολυθέων δόγμα ἀποκαλεῖς.
Καὶ οἱ τῆς ἑώας δέ, διὰ Θεοδωρίτου, πρὸς Ἰωάννην τὸν Ἀντιοχείας πέμποντες, καὶ περὶ τῶν λεχθέντων καὶ γραφέντων ἐν τῇ τρίτῃ συνόδῳ τῷ προῤῥηθέντι φωστῆρι ἀπολογούμενοι, οὕτω γράφουσι κατὰ λέξιν· «ἐν κοινῷ ἀναγνόντες τὰ αἰγύπτια γράμματα, καὶ ἐξετάσαντες αὑτῶν ἀκριβῶς τὴν διάνοιαν, εὕρομεν σύμφωνα τοῖς εἰρημένοις, τὰ ἐκεῖθεν ἀπεσταλμένα· τῇ γὰρ εὐαγγελικῇ εὐγενείᾳ καλλύνεται· καὶ Θεὸς τέλειος, καὶ ἄνθρωπος τέλειος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν αὐτοῖς ἀναγορεύεται· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐξ Υἱοῦ, ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον· ἀλλ’ ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, ἴδιον δὲ τοῦ Υἱοῦ, ὡς ὁμοούσιον ὀνομαζόμενον. Ταύτην τοίνυν τὴν ὀρθότητα ἐν τοῖς γράμμασι θεασάμενοι, ὑμνήσαμεν τὸν τὰς ψελλιζούσας γλώσσας ἰατρεύσαντα, καὶ τὸν ἀπηχῆ φθόγγον, εἰς ἡδεῖαν ἁρμονίαν μεταῤῥυθμίζοντα».
Σὺ δὲ καὶ τὸ γράψαι μὲν τὸν δυσσεβῆ Νεστόριον ἐν τῷ ἰδίῳ συμβόλῳ, «πιστεύειν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ», τήν τε τρίτην σύνοδον ἀποδέξασθαι τὸ δόγμα, καὶ ὄλως ἐν τούτῳ μὴ ἀντειπεῖν, ἰσχυρότατον καὶ ἀκραιφνέστατον τῆς καθ’ ἡμᾶς ὀρθοδοξίας τὸ γνώρισμα κέκτησο· ἔθους γὰρ κεκρατηκότος πόῤῥωθεν, ἐν ταῖς οἰκουμενικαῖς τῶν συνόδων, τὰ μὲν ὑγιᾶ τῶν δογμάτων ἀκίνητα ἐᾶν, τὰ δὲ μὴ οὕτως ἔχοντα πάντα ἐξελέγχειν, καὶ γραφικαῖς ἀνάγκαις, καὶ δημοσίαις ἀποκηρύξεσι, καὶ τοῖς ἄλλοις ἐπιτιμίοις, πῶς οὐχ ὑπέρδεινον τὴν μακαρίαν ταύτην σύνοδον, πάντα μὲν μετὰ τοῦ προσήκοντος ὁρίσαι σχήματος, τὸν δὲ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος λόγον, πρὸς Νεστόριον διαστραφέντα, σιγῇ παρελθεῖν; πῶς δὲ καὶ ἀμφότερα Νεστορίου λέγοντος, ὅτι τε ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἔχει τὴν ὕπαρξιν, καὶ ὅτι ὁ Χριστὸς ψιλὸς ἄνθρωπος, συνῆλθον μὲν ἐπὶ τῷ ἑνί, ἐπὶ τῷ ἑτέρῳ δὲ οὐ συνῆλθον; ἢ ὡδὶ μὲν ἐμίσουν τὸ ψεῦδος, ὡδὶ δὲ ἀπεδέχοντο; καὶ ταῦτα τοῦ θείου Κυρίλλου ἐν τοῖς δώδεκα ἀναθεματισμοῖς ἀκριβῶς ἐκθεμένου πάντα κατὰ λέξιν, δι’ ἃ Νεστόριος ἐξωστράκισται;
εἰ δὲ μήτε διδάσκοντες Νεστόριον, μήτ’ αὐτὸν κρίνοντες, μήτε κατ’ αὐτοῦ ψηφιζόμενοι, μήτε τοῦτον, ὡς φίλον ἀνακαλούμενοι, φαίνονται μηδὲν ἐκείνῳ περὶ θεολογίας μεμφόμενοι, πῶς ἐστι δίκαιον τὴν ἐναντίαν τῶν πατέρων ἰέναι, ὧν ἡ γνώμη κέκριται ψῆφος εἶναι Θεοῦ; εἰ γὰρ ἀναθέματος ἄξιον τὸ δοξάζειν, μὴ ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διατί τὸν τοῦτο λέγοντα Νεστόριον, οὐκ ἀπῄτησεν ἡ σύνοδος ἀναθεματίσαι, κατὰ μέρος ἐκθεμένη ἅπερ ἐκεῖνον ἀναθεματίσαι ἐχρῆν;
Ἄξιον δὲ μηδὲ τὸν τὴν γλῶτταν χρυσοῦν Ἰωάννην τῷ λόγῳ παραδραμεῖν, ὃς ἐν μὲν τῷ πρώτῳ τῶν περὶ ἀκαταλήπτου φησὶν «ὅτι μὲν ἁπανταχοῦ ἐστιν ὁ Θεὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα· οἶδα ὅτι Υἱὸν ἐγέννησε, τὸ δὲ πῶς, ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ, οὐδαμῶς ἐπίσταμαι». Ἐν δὲ τῇ ηʹ καὶ ξʹ ὁμιλίᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου γράφει· «καὶ γὰρ πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι· καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος». Καὶ ὁ μακάριος Αὐγουστῖνος, ἐν τῷ δʹ τοῦ δευτέρου περὶ Τριάδος, «δῆλόν ἐστιν ὡς πάντα ὅσα ἔχει ὁ Πατήρ, οὐ μόνου τοῦ Υἱοῦ, ἀλλὰ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν». Ἀλλὰ δὴ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος καὶ γρήγορος νοῦς αἰτίας ἡμᾶς ἐξαιρούμενος, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ φησίν, «ἡμῖν εἷς Θεός, ὅτι μία θεότης, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει». Συνορᾶτέ τί φησιν ὁ διδάσκαλος; ἐπεὶ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πρὸς ἓν αἴτιον ἀναφέρονται τὸν Πατέρα, διὰ τοῦτο καὶ μία θεότης ἐστὶν ἡ Τριάς, καὶ εἷς ἡμῖν ὁ Θεός· δηλοῦντος τοῦ λόγου καὶ τὸ ἀνάπαλιν· ὅτι εἰ μὴ πρὸς ἓν μόνον αἴτιον τὰ ἐκ τοῦ Πατρὸς προϊόντα τὴν ἀναφορὰν ἔχει, οὔτε μία ἐστὶν ἡ θεότης, οὔτε εἷς Θεὸς ἡ Τριάς· πρὸς δέ, εἰ ὁ μὲν Υἱὸς μόνος, πρὸς ἓν αἴτιον ἀναφέρεται τὸν Πατέρα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ εἰς ἕν, ἀλλ’ εἰς δύο, ὁ θεολόγος οὗτος οὐκ ἀληθεύει λέγων, ὅτι πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει.
Πάλιν ὁ αὐτός φησι θεολόγος ῥητῶς οὑτωσί· «πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· τοῦτο τὸ «πλὴν τῆς αἰτίας», εἴ τις νομίζοι, ἢ διὰ τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα αἰτίαν, ἢ διὰ τὴν τοῦ Υἱοῦ πρὸς ἑαυτὸν εἰρῆσθαι, οὗτος ἄκρος ἀδόλεσχος· τίς γάρ ποτε τῶν ἀνθρώπων, περί τινος υἱοῦ πληροφορῶν τοὺς ἀκούοντας, ὡς πάντα ἔχει τὰ τοῦ πατρός, ἐπάγει τούτου ἀπόδειξιν, ἢ τὸ πλὴν τοῦ εἶναι πατέρα τοῦ ἰδίου πατρός, ἢ τὸ πλὴν τοῦ ἑαυτοῦ εἶναι αἴτιον;
Καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς κατ’ Εὐνομίου, «τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, ταῦτα κοινὰ καὶ τῷ Πνεύματι· ποῖα κοινά; πάντα, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, καὶ τῆς ἐκπορεύσεως»· τοῦτο δὲ ὁ οὐρανοφάντωρ ἀφ’ ἑαυτοῦ οὐκ εἴρηκε πρῶτος, ἀλλὰ παρὰ τοῦ ἐξ Ἀρείου πάγου Διονυσίου λαβών, καθάπερ ἀμέλει κἀκεῖνος ἀπὸ Χριστοῦ· πῶς οὖν ἐκτέθειται τὰ παρ’ ἐκείνου περὶ τοῦ προκειμένου ῥητά; οὑτωσί· «ὅσα ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κοινωνικῶς καὶ ἡνωμένως, καὶ τῷ ἁγίῳ Πνεύματι ὁ θεαρχικὸς ἀνατίθησι λόγος»· εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἔστι δὲ κατά τινας κοινὸν Πατρὶ καὶ Υἱῷ τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον, ἔσται τοῦτο κοινὸν καὶ τῷ Πνεύματι, καὶ προβαλεῖ προσωπικῶς ἑαυτό· ὃ τῆς ὀρθῆς περὶ τὸ Πνεῦμα δόξης ἀλλότριον. Ταὐτὰ τούτοις καὶ ἡ τῶν θεολόγων, ὡς ἄν τις εἴποι σφραγίς, Ἰωάννης ὁ Σύρος πολλαχοῦ τῶν ἑαυτοῦ Κεφαλαίων πολυτρόπως ἐκτίθησι, νῦν μὲν λέγων· «πάντα ὅσα ἐστὶν ὁ Υἱός, ἐστὶ καὶ τὸ Πνεῦμα, πλὴν τοῦ εἶναι Υἱός· νῦν δέ, πάντα τὰ τοῦ Υἱοῦ ἐστι καὶ τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως· νῦν δέ, πάντα ὅσα ἔχει καί ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱός, ἔχει καί ἐστι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως».
Καὶ ταῦτα μὲν ἰδίᾳ τῶν θεολόγων ἕκαστος τίθησι, κοινῇ δὲ πάντες, πάντα, φασί, τὰ κοινὰ Πατρὶ καὶ τῷ Υἱῷ, ταῦτα κοινὰ καὶ τῷ Πνεύματι· καὶ πρὸς τὸ παρ’ αὑτῶν ἀποφανθὲν στρεφόμενοι καὶ ἐρωτῶσι τὸν λόγον, καὶ βεβαιοῦσι, λέγοντες, οὑτωσί· ποῖα κοινά; πάντα, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως.
Οὐκοῦν ὡς ὁ Πατὴρ οὐκ ἔχει τὸ γεννᾶσθαι, ἢ τὸ ἐκπορεύεσθαι, ἄλλων γὰρ ἴδια ταῦτα, καὶ οὐ κοινά· οὕτως ἑκάτερον τῶν λοιπῶν, οὔτε τὸ γεννᾶν ἔχει, οὔτε τὸ ἐκπορεύειν· καὶ ὡς ὁ Υἱός, οὐχὶ καὶ ἐκ τοῦ Πνεύματος, οὕτω καὶ τὸ Πνεῦμα, οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ· καὶ ὡς τὸ Πνεῦμα κατ’ οὐδένα τρόπον ἔχει τὴν γέννησιν, οὕτω καὶ ὁ Υἱός, κατ’ οὐδένα τρόπον ἔχει τὴν ἐκπόρευσιν· καὶ ὡς ὁ Πατὴρ αἴτιος μόνον, ἀλλ’ οὐχὶ καὶ αἰτιατός, οὕτω καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα μόνον αἰτιατά· ἀλλ’ οὐχὶ τὸ μὲν Πνεῦμα αἰτιατὸν μόνον, ὁ δὲ Υἱὸς καὶ αἴτιος ὁ αὐτὸς καὶ αἰτιατός· καὶ ὡς ὁ Υἱὸς γέννημα τέλειον, ἐνυπόστατον, ἐκ μόνου τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπόρευμα τέλειον, ἐνυπόστατον, ἐκ μόνου τοῦ Πατρός· καὶ ὡς ὁ Υἱὸς ἀμέσως ἐκ τοῦ Πατρὸς γεννητῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀμέσως ἐκ τοῦ Πατρὸς ἐκπορευτόν, καὶ οὐδὲν τούτων ἐφεξῆς τοπικῶς· καὶ ὡς ὁ Πατὴρ ἄμα μόνος αἴτιος ἀμφοῖν, οὕτω καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς μόνον ἄμα αἰτιατά, καὶ οὐδὲν τούτων καθεξῆς χρονικῶς· καὶ ὥσπερ ὁ Υἱός, οὐ δι’ ἄλλου μεσίτου ἐκ τοῦ Πατρὸς γεννᾶται προσωπικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ διά του μεσίτου ἐκ τοῦ Πατρὸς καθ’ ὑπόστασιν ἐκπορεύεται· καὶ ὥσπερ πάντα ὅσα ἔχει ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔχει καὶ ὁ Υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς ἐκπορεύσεως, οὕτω πάντα ὅσα ἔχει ὁ Πατὴρ καὶ ὁ Υἱός, ἔχει καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως· καὶ ὥσπερ ὁ Πατὴρ μόνος αἴτιος, τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, οὕτω καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μόνον αἰτιατά, ἀλλ’ οὐχ’ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς μόνου, τὸ μέντοι Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς καὶ ἑτέρωθεν· τοῦτο γὰρ ἀναιρεῖ ἡ βασίλειος τῆς Ἐκκλησίας φωνή, ἐν τοῖς ἀντιῤῥητικοῖς οὕτω θεολογοῦσα· «γεννᾷ ὁ Θεὸς οὐχ ὡς ἄνθρωπος, γεννᾷ δὲ ἀληθῶς, καὶ τὸ γεγεννημένον ἐξ αὐτοῦ, ἐμφαίνει λόγον οὐκ ἀνθρώπινον· ἐκφαίνει δὲ λόγον ἐξ αὐτοῦ ἀληθῶς· καὶ ἐκπέμπει Πνεῦμα διὰ στόματος, οὐχ οἷον τὸ ἀνθρώπινον, ἐπεὶ μηδὲ στόμα Θεοῦ σωματικῶς· ἐξ αὐτοῦ δὲ τὸ Πνεῦμα, καὶ οὐχ ἑτέρωθεν».
Πρόσχες πᾶς ὁ βουλόμενος, ὅτι τὸ οὐχ ἑτέρωθεν τοῦτο, κοινόν ἐστιν ὑποστατικόν, καὶ πάντα περιέχει τὰ παρὰ τὸν Θεὸν καὶ Πατέρα, εἴτε τὸν Υἱὸν λέγει τις, εἴτε τὰ κτίσματα, εἴτε τινὰ ἄλλην φύσιν πάντῃ ἀκατανόητον. Εἰ δέ τις χριστιανῶν, μὴ καταδέχοιτο ταυτὶ τὰ προσεχῶς παρ’ ἡμῶν εἰρημένα, τοῦτον ἀνάγκη παλινῳδίαν ᾆσαι, καὶ ὥσπερ ὀστράκου μεταπεσόντος, τἀναντία τούτων δοξάζειν εὐθύς· ἤγουν, ὅτι ὥσπερ ὁ Πατὴρ ἔχει τὸ γεννᾶν ὁμοῦ καὶ τὸ ἐκπορεύειν, οὕτω καὶ ὁ Υἱὸς τὸ γεννᾶν καθ’ αὑτόν, καὶ τὸ Πνεῦμα ἰδίως τὸ ἐκπορεύειν πλουτεῖ· καὶ ὥσπερ τὸ Πνεῦμα προβάλλει προσωπικῶς ὁ Υἱός, οὕτω καὶ τὸ Πνεῦμα γεννᾷ τὸν Υἱὸν καθ’ ὑπόστασιν· καὶ ὥσπερ ὁ Υἱὸς οὐκ αἰτιατὸς μόνον, ἀλλὰ καὶ αἴτιος, οὕτω καὶ τὸ Πνεῦμα, καὶ αἴτιον ἔσται τὸ αὐτό, καὶ αἰτιατόν· καὶ ὥσπερ τὸ Πνεῦμα οὐκ ἐκ μόνου τοῦ Πατρός, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἐκ μόνου τοῦ Πατρός· καὶ ὥσπερ τὸ Πνεῦμα διὰ μεσίτου ἐκ τοῦ Πατρός· οὕτω καὶ ὁ Υἱὸς διὰ μεσίτου ἐκ τοῦ Πατρός.
Ἀλλ’ ὡς ἂν μὴ καὶ τὸν ἀέρα μολύνωμεν διιόντες τὰ ἐντεῦθεν τικτόμενα βλάσφημα, τοῦτο ἀντὶ πάντων ἀρκέσει ῥηθέν, ὅτι περ ἢ μιᾶς, ἢ πασῶν τῶν ἐν τῇ Τριάδι θεωρουμένων ἰδιοτήτων συγχεομένων, αὐτίκα πάντα συγχεῖται τὰ ἐν ταύτῃ κοινά, καὶ τὰ ἴδια, κἂν πρόσωπον εἴη τὸ μέσον, κἂν χρόνος ᾗ τὸ διεῖργον, κἂν τόπος ὑπάρχοι τὸ μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἢ Πατρὸς καὶ Πνεύματος, ἢ Υἱοῦ καὶ Πνεύματος· ἢ τὸ ἑνοῦν καὶ συνάπτον τὰς ὑποστάσεις καὶ συναιροῦν, τὸ ἀμέσως πρὸς τὸ ἐμμέσως, καὶ τὸ συναιρούμενον πρὸς τὸ διαιρούμενον, καὶ ἐπὶ πάντων καὶ πάντοτε κατὰ διάμετρον ἀντιφέρεται.
Ἀλλ’ ἐπὶ τὸν τοῦ λόγου εἱρμὸν ἰτέον, ὅτι καὶ ὁ πολύτλας Ἀθανάσιος τοῖς ποῤῥηθεῖσι πατράσι συνᾴδων, ἐν τῷ περὶ Τριάδος αὐτοῦ λόγῳ φησί· «Θεός ἐστιν ἡ πάντων ἀρχὴ κατὰ τὸν ἀπόστολον λέγοντα, εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γεννητῶς, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς». Ὡσαύτως ἕν τε τῷ αʹ βιβλ. τῶν αὐτοῦ θεολογικῶν, καὶ ἐν τῷ δευτέρῳ, «μόνος, φησίν, ἀγέννητος, καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ». Παραπλησίως τούτῳ τῷ μεγάλῳ πατρί, καὶ ὁ πολὺς τὰ θεῖα Διονύσιος ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφαλαίῳ φησί· «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ». Οἷς ἐστιν ὦτα ἀκούειν ἀκούσατε, καὶ οἱ ἔχοντες σύνεσιν σύνετε· μόνη πηγὴ τῆς ὑπερουσίου θεότητός φησιν, ὁ μόνος γεννήτωρ καὶ προβολεύς· κατὰ ταῦτα γὰρ καὶ θεογόνος.
Τί ταύτης τῆς μαρτυρίας καὶ δεικτικώτερον καὶ φανερώτερον; τὸ γὰρ μόνος, ἢ μόνη, ἢ μόνον, ἐφ’ οὗπερ ἂν λέγοιτο ἰδιαίτατον ὅν, οὐδεμίαν κοινωνίαν πρὸς ἄλλο ποσῶς παραδέχεται, κατ’ αὑτὸ τοῦτο τὸ μόνος, ἢ μόνη, ἢ τὸ προσδιορισθὲν ὁπωσοῦν· εἰ δὲ ποσῶς τοῦτο τὸ λέγεσθαι μόνως ἀποβαλεῖ, οὐκ ἔτι μόνον λεχθήσεται.
Ἐπὶ πᾶσι τούτοις ἡ ἐν Νικαίᾳ τὸ πρῶτον συναθροισθεῖσα σύνοδος ἀποφαίνεται πρὸς τὸν διαποροῦντα φιλόσοφον· «δέχου μίαν θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός».
Καὶ θέα μοι κἀν τούτῳ τὴν τῶν θεολόγων ἀκρίβειαν, ὡς οὐχ ἁπλῶς καὶ ἀπροσδιορίστως τὸ ἐκπορευόμενον ἴδιον τοῦ Πνεύματος τίθεται, ἀλλὰ μετὰ προσδιορισμοῦ σαφεστάτου, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἴδιον πάντως τοῦ Πνεύματος λέγουσι, προορῶντες καὶ προανατρέποντες τὴν περιττὴν προσθήκην, ἵνα μή τις καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι νομίσῃ τὸ Πνεῦμα τὸ ἅγιον· ἐπεὶ γὰρ τὸ μὲν γεννητὸν συνεισάγει τῇ διανοίᾳ τὸν Πατέρα, τὸ δὲ ἐκπορευτὸν οὐχ οὕτω, διὰ τοῦτο τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἴδιον πάντες τοῦ Πνεύματος ἀπεφήναντο· καὶ πρό γε πάντων, αὐτὸς ὁ Κύριος· διὰ τούτου πᾶσι δεικνύντες, ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν· ἔνθεν τοι οἱ μέν φασι, μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ· οἱ δέ, ἓν Πνεῦμα ἅγιον τὸ ἐκπορευόμενον ἐκ μόνου τοῦ Πατρός· οἱ δέ, ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ· οἱ δέ, μόνῳ τῷ Πατρὶ ἡ ἐκπορευτικὴ ἰδιότης πρόσεστιν· οἱ δέ, ὅσα ἁρμόζει αἰτίῳ, τῷ Πατρὶ μόνῳ προσαρμοστέον· οἱ δὲ μόνον πατρόθεν, ὡς ἐκ νοῦ, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα προήλθοσαν· οἱ δέ, ἐξ αὐτοῦ φασι τοῦ Πατρὸς οἱονεὶ δακτυλοδεικτοῦντες, ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν· ὥσπερ ὅλη κἀνταῦθα, διαῤῥήδην ἡ σύνοδος. Τίς οὖν τούτοις τολμήσει ἀντερεῖν τοῦ λοιποῦ, εἰ μὴ τῷ θείῳ Πνεύματι αἱροῖτο μάχεσθαι προφανῶς;
Τούτων οὕτω δὴ προϋποκειμένων, εἴπατέ μοι πρὸς αὐτῆς τῆς Τριάδος, τί ὑμῖν δοκεῖ; εἰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἦν ἐκπορευόμενον, οὐκ ἕδει ταύτην τὴν ῥῆσιν ἐν τῷ Εὐαγγελίῳ γεγράφθαι; οὐκ ἕδει φέρεσθαι ἐν ταῖς τῶν ἀποστόλων ἐπιστολαῖς σαφῶς οὑτωσί, πανταχοῦ τῆς ἀληθοῦς θεογνωσίας αὐτῶν φροντιζόντων; οὐκ ἐχρῆν περιέχεσθαι ἐν ταῖς τῶν μαρτύρων ὁμολογίαις; ἢ εἰ μὴ ἐν τούτοις εὑρίσκετο γεγραμμένη, οὐκ ἕδει γραφῆναι πρὸς τῶν ἱερῶν διδασκάλων τῶν τε προῤῥηθέντων καὶ τῶν λοιπῶν, ὡς ἀναγκαῖόν τι χρῆμα, καὶ μέγα, καὶ ἓν τῶν ἀπαραιτήτων ταύτην ὑπάρχουσαν τὴν φωνήν; ἀλλὰ μήν, ἐν οὐδενὶ τῶν προειρημένων εὑρίσκεται· τὸ δὲ τοῖς προῤῥηθεῖσι πᾶσι σιωπηθέν, ὡς μὴ ὂν σεσιώπηται, καὶ σιωπῆς πάντως ἄξιον· ὥσπερ δὴ καὶ τὸ πᾶσιν ἀνομολογηθέν, ὡς ὁμολογίας ἁπάσης καὶ κηρύξεως ἄξιον ὡμολόγηται· εἰ δὲ καὶ τἀναντία τοῦ λέγεσθαι τοῦτο εὑρεθεῖεν οἱ διδάσκαλοι ψηφιζόμενοι, οὐκ ἐγκλήματος ἄξιοι, οἱ σιωπᾶσθαι τοῦτο σπουδάζοντες· ἐπίσης γὰρ τόλμης καὶ αὐθαδείας μεστόν, καὶ τὸ πρὸς τῶν ἁγίων κηρυττόμενον δόγμα διδόναι σιγῇ, καὶ τὸ παρ’ αὐτῶν σιωπώμενον ἀπ’ αἰῶνος, ἄρτι κηρύττεσθαι παρ’ ἡμῶν· τὸ δὲ δημοσίᾳ διδάσκειν, τὸ ἐκ διαμέτρου τοῖς τούτων δόγμασιν ἀνθιστάμενον, ποίαν ἀναιδείας ὑπερβολὴν καταλείπει; εἶτα τούτων οὕτως ἐχόντων μετάθεσιν πίστεως πρᾶξαι ἡμεῖς ἀνεξόμεθα;
καὶ ταῦτα μετὰ τὸ παραδραμεῖν τοσούτους κινδύνους, καὶ ὑπομεῖναι τοσαῦτα δεινά, νῦν ἐν τῇ συντελείᾳ τοῦ κόσμου, καὶ τῷ βαθεῖ τούτῳ γήρᾳ, ὅτε ἡμῖν οὐδὲν ἄλλο προσδοκᾶται, ἢ τοὺς τῆς εὐσεβείας καὶ καρτερίας ὅσον οὔπω στεφάνους ἀπολαβεῖν; καὶ πῶς οὐ τὸ στοιχεῖον τοῦτο τῆς γῆς αὐτίκα ῥαγήσεται, καὶ καταπίεται ζῶντας ἡμᾶς; πῶς δὲ ὁ οὐρανὸς στέξει τοσαύτην παράνοιαν, καὶ οὐκ ἀθρόον ἐκεῖθεν πῦρ ἐξαφθήσεται καθ’ ἡμῶν; τίσι δὲ ὀφθαλμοῖς τὸν ἥλιον μετέπειτα θεασόμεθα; τί δὲ ἀπολογησόμεθα τοῖς ἁγίοις ἐν ἡμέρᾳ τῆς δίκης, ὅτι ἣν αὐτοὶ λόγοις, ἱδρῶσι, καὶ αἵμασιν ἐκράτυναν πίστιν, μετὰ παρέλευσιν τοσούτου χρόνου ἡμεῖς ἀπωλέσαμεν ἐκστάσει μόνῃ φρενῶν; πάντα ἡμεῖς τὰ ἐν τῷ κόσμῳ καλὰ σχεδὸν ἀφῃρέθημεν δι’ εὐσέβειαν· πόλεις, χώρας, ἀγρούς, ἀμπελῶνας, ἀρχάς, τιμάς, χρήματα, πρὸς δὲ καὶ ὄνειδος πᾶσιν ἀνθρώποις γεγόναμεν, καὶ νῦν γε ταύτης ἀποστησόμεθα; μηδαμῶς, Κύριε, πάντων ἐάσῃς τοῦτο γενέσθαι, ἀλλ’ ἐν ὀρθοδοξίᾳ πάντας ἐντεῦθεν παράλαβε, τοὺς τῶν ὀρθοδόξων πατέρων υἱούς. Καὶ ταῦτα μὲν ὧδε.
Δεῦρο δὲ καὶ αὖθις περὶ ἀγάπης, τὴν ὑμετέραν ἀγάπην ὑπομνήσωμεν· ὅτι πᾶσα ψυχὴ λογικὴ τρία μέρη κέκτηται, λογισμόν, θυμόν, καὶ ἐπιθυμίαν· ἐὰν ᾗ ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος.
Ἐὰν δὲ ᾗ ἐν τῷ θυμῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασίᾳ, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν τοῦ Θεοῦ κτισμάτων πνευματικῶς θεωρῇ, καὶ ὅλως πρὸς τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα νεύῃ. Ὁ δὲ θυμὸς πάλιν τότε κινεῖται κατὰ φύσιν, ὅταν πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὑτῶν λύπην ἢ μνησικακίαν κέκτηται. Ἡ δ’ ἐπιθυμία, ὅταν ὑπ’ ἐγκρατείας, καὶ ταπεινοφροσύνης νεκρώσῃ τὰ πάθη· τοὐτέστιν ἡδονὴν σαρκός, καὶ χρημάτων, καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον ἔρωτα· καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκός, ἢ πρὸς δόξαν κενήν, ἣ πρὸς ἀπάτην χρημάτων, καὶ διὰ τὴν παράλογον τούτων ἔφεσιν, καταφρονεῖ τοῦ Θεοῦ καὶ τῶν θείων, καὶ τῆς οἰκείας ἐπιλανθάνεται εὐγενείας, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγχωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώτερος κτησάμενος φρόνημα, ἀπ’ ἐντεῦθεν ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωήν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Κύριον.
Ὅτι ἄνευ ἀγάπης οὐδεὶς τὸν Κύριον ὄψεται· καὶ μαρτυρεῖ ὁ θειότατος Παῦλος λέγων, «ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν· μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὅρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι»· εἰ δὲ Παῦλος ταῦτα πάντα ἔχων, οὐδὲν ἄνευ ἀγάπης ὠφελοῖτο ἄν, τίς λοιπὸν ταύτης χωρὶς εὑρήσει τὸν Κύριον;
μᾶλλον δὲ οὐκ ἂν ἦν ὁ Παῦλος, Παῦλος, οὐδ’ ἂν εἶχε ταῦτα πάντα μεθ’ ὑπερβολῆς τὰ τοῦ Πνεύματος δῶρα, εἰ μὴ τὴν ἀγάπην ἐπλούτει· διὰ δὲ τὸ περιὸν τῆς ἀγάπης, καὶ Παῦλος ἦν, ἀντὶ Σαῦλος, καὶ σκεῦος ἐκλογῆς, καὶ Χριστοῦ στόμα, καὶ μιμητής, καὶ τὰ τοιαῦτα.
Ὁ μέντοι θεῖος Χρυσόστομος ἐπεξεργαζόμενος ὡσπερεὶ ταυτὶ τὰ ῥητά, οὕτω δίεισι· «καὶ σὺ τοίνυν, ἀδελφέ, κἂν ἄσιτος μείνῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν θρηνῇς διὰ παντός, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ· καὶ γὰρ τοῖς ἐν ἀρχῇ μεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι, τοῦτο μάλιστα περισπούδαστον ἦν· καὶ ἐξέτασον αὑτῶν μετ’ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστον, ὅθεν καὶ ἔλαμψαν μᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσεῖ, πολλὰ καὶ μεγάλα εἴργασται θαύματα καὶ σημεῖα, ἀλλ’ οὐδὲν οὕτως αὐτὸν μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνή, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε λέγων, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψάς με. Καὶ ὁ Δαβὶδ ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; γενέσθω ἡ χείρ σου ἐπ’ ἐμέ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Καὶ ὁ μακάριος Παῦλος· ἤθελον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· ἀγάπην δὲ λέγω οὐ τὴν εἰς ἕνα περιγραφομένην, ἀλλὰ τὴν εἰς πάντας ἐκχεομένην· εἰ γὰρ ὁ ὀφθαλμὸς τὴν πρόνοιαν ἣν ὑπὲρ τοῦ παντὸς σώματος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτοῦ ἀποστρέψας μελῶν, ἐκείνῃ μόνῃ προσέχοι, οὐχὶ τῷ παντὶ λυμανεῖται;
εἰκότως· οὕτω καὶ ἡμεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωμεν, καὶ ἡμῖν αὐτοῖς, κἀκείνοις, καὶ τῷ παντὶ λυμαινόμεθα.
Ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν ἀγαθῶν· καὶ γὰρ ὡς ῥίζα μυρίους τῆς ἀρετῆς τοὺς κλάδους ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας· ὃ δὴ καὶ ὁ μακάριος Παῦλος συνιδὼν καρπὸν αὐτὴν τοῦ Πνεύματος ἐκάλεσεν, οὕτως εἰπών, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, κξ. καὶ ὄρα μοι λέξεως ἀκρίβειαν, καὶ διδασκαλίας ἀκολουθίαν· προέταξε τὴν ἀγάπην, καὶ τότε τῶν ἑξῆς ἐμνημόνευσεν· ἔθηκε τὴν ῥίζαν, καὶ τότε τὸν καρπὸν ἀπέδειξε· κατέβαλε τὸν θεμέλιον, καὶ τότε τὴν οἰκοδομὴν ἐπήγαγεν· ἀπὸ τῆς πηγῆς ἤρξατο, καὶ τότε ἦλθεν ἐπὶ τοὺς ποταμούς· οὐδὲ γὰρ ἡ τῆς χαρᾶς πρότερον ἐπεισελθεῖν ὑπόθεσις δύναται, ἂν μὴ τῆς ἀγάπης ἡ ῥίζα φανῇ· οὐδὲ τὸ τῆς εἰρήνης περιπλακῆναι καλῶς δυνάμεθα, ἂν μὴ πρότερον οἰκεῖα τὰ τοῦ πλησίον ἅπαντα λογισώμεθα· οὐκοῦν ἤκουσας τούτου λέγοντος, τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ κίνδυνος; ἢ μάχαιρα; καὶ ὅσα τίθησιν ἐφεξῆς; ταύτην καὶ σὺ δανεισάμενος τὴν φωνὴν μετ’ εὐλαβείας καὶ ζεούσης καρδίας, εἰπέ, τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ἀδελφοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ κίνδυνος; ἢ μάχαιρα; εἰς γὰρ τὸ αὐτὸ καὶ ἓν καταγώγιον, καὶ ἀμφότεραι αὖται φέρουσιν αἱ ὁδοί».
Ὁ δὲ θεόσοφος ἐν πατράσι Δωρόθεος, ὥσπερ ὑπ’ ὅψιν ἡμῖν τὸν τῆς ἁγίας ἀγάπης ἐργάτην παρίστησι λέγων· «ὑπόθου μοι δύο κλίμακας εἶναι τὴν μὲν ἀναφέρουσαν ἄνω εἰς τὸν οὐρανόν, καὶ τὴν ἄλλην καταφέρουσαν εἰς τὸν ᾅδην, καὶ σὺ ἵστασαι εἰς τὴν γῆν, μέσον τῶν κλιμάκων· μὴ θελήσῃς λογίσασθαι, ἢ εἰπεῖν, πῶς δύναμαι πετασθῆναι ἐκ τῆς γῆς, καὶ εὑρεθῆναι ἅπαξ ἄνω εἰς τὸ ἄκρον τῆς κλίμακος; οὔτε γὰρ δυνατόν ἐστιν, οὕτ’ ἀπαιτεῖ σε ὁ Θεὸς τοῦτο, ἀλλὰ φύλαξαι τέως μὴ κατελθεῖν κάτω· μὴ κακολογήσῃς τὸν πλησίον, μὴ πλήξῃς, μὴ καταγελάσῃς, μὴ λοιδορήσῃς, μὴ ἐξουδενώσῃς, καὶ οὕτω λοιπὸν ἄρχου καὶ εὐεργετεῖν μικρόν, διὰ τοῦ θεραπεύειν λόγῳ, διὰ τοῦ συμπάσχειν, καὶ ἐὰν χρήζῃ πράγματος, ἐπιδιδόναι αὐτῷ· καὶ οὕτω μίαν μίαν βαθμίδα ἀνερχόμενος, φθάνεις σὺν Θεῷ καὶ εἰς τὸ ἄκρον τῆς κλίμακος· διά γε τοῦ κατὰ μικρὸν βοηθεῖν τῷ πλησίον, ἔρχῃ καὶ εἰς τὸ θέλειν τὸ συμφέρον αὐτῷ ὡς τὸ συμφέρον σοι, καὶ τὴν ὠφέλειαν αὐτοῦ ὡς τὴν σύν. Μὴ εἴπῃς μεγάλαι εἰσὶν αἱ ἀρεταὶ καὶ οὐ δύναμαι φθάσαι αὐτάς, τοῦτο γάρ, ἢ μὴ ἐλπίζοντός ἐστιν εἰς τὴν βοήθειαν τοῦ Θεοῦ, ἢ ὀκνοῦντος ἐπιβαλέσθαι εἰς τί ποτε ἀγαθόν.
Μὴ πρόσχῃς πόσον ἀπέχεις ἀπὸ τῆς ἀρετῆς, καὶ ἄρξῃ δειλιᾶν καὶ λέγειν, πῶς δύναμαι ἀγαπῆσαι τὸν πλησίον ὡς ἐμαυτόν; πῶς δύναμαι τὰς θλίψεις αὐτοῦ μεριμνᾶν, ὥσπερ τὰς ἐμάς; ἀλλὰ βάλε τέως τὴν ἀρχὴν πιστεύων τῷ Θεῷ· δεῖξον αὐτῷ τὴν πρόθεσίν σου, καὶ τὴν σπουδήν· ἐὰν ζητήσωμεν, εὑρήσομεν· καὶ ἐὰν αἰτῶμεν τὸν Θεόν, φωτίσει ἡμᾶς». Καὶ πάλιν ὁ αὐτός, «σπουδάσατε ἑνωθῆναι ἀλλήλοις· ὅσον γὰρ ἑνοῦταί τις τῷ πλησίον, τοσοῦτον ἑνοῦται τῷ Θεῷ· καὶ ὅσον ἑνοῦται τῷ Θεῷ, τοσοῦτον ἑνοῦται τῷ πλησίον». Καὶ λέγω ὑμῖν ὑπόδειγμα ἐκ τῶν πατέρων, ἵνα νοήσητε τὴν δύναμιν τοῦ λόγου.
Ὑπόθες μοι κύκλον εἶναι ἐν τῇ γῇ, θέτε τὸν νοῦν ὑμῶν εἰς τὸ λεγόμενον· τοῦτον τὸν κύκλον νομίσατε εἶναι τὸν κόσμον, αὐτὸ δὲ τὸ μέσον τοῦ κύκλου τὸν Θεόν· τὰς δὲ εὐθείας τὰς ἀπὸ τοῦ κύκλου ἐπὶ τὸ μέσον, τὰς ὁδούς, ἤτοι τὰς πολιτείας τῶν ἀνθρώπων· ἐφ’ ὅσον οὖν εἰσέρχονται οἱ ἄγιοι ἐπὶ τὰ ἕσω, ἐπιποθοῦντες ἐγγίσαι τῷ Θεῷ, κατὰ ἀναλογίαν τῆς εἰσόδου πλησίον γίνονται τοῦ Θεοῦ καὶ ἀλλήλων· καὶ ὄσον πλησιάζουσι τῷ Θεῷ, πλησιάζουσιν ἀλλήλοις· καὶ ὅσον πλησιάζουσιν ἀλλήλοις, πλησιάζουσι τῷ Θεῷ· ὁμοίως νοήσατε καὶ τὸν χωρισμόν· ὅταν ἀφιστῶσιν ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, καὶ ἀποστρέφωσιν ἐπὶ τὰ ἕξω, δῆλόν ἐστιν ὅτι ὄσον ἐξέρχονται καὶ μακρύνουσιν ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, τοσοῦτον μακρύνονται ἀπ’ ἀλλήλων· καὶ ὅσον μακρύνονται ἀπ’ ἀλλήλων, τοσοῦτον μακρύνονται ἀπὸ τοῦ Θεοῦ· ἰδοὺ τοιαύτη ἐστὶν ἡ φύσις τῆς ἀγάπης· ὥστε, ὃ μικρὸν πρόσθεν εἶπον, ἄνευ ἀγάπης, οὐδεὶς τὸν Κύριον ὄψεται· ἣν κτήσασθαι πάντες σπουδάσωμεν, ἵνα δι’ αὐτῆς καὶ Θεῷ πλησιάσωμεν, καὶ ἐν αὐτῷ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.