Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Ένατος: Ορθόδοξη ερμηνεία της εκφράσεως «δι' Υιού»
Ερμηνεία της προόδου του Αγίου Πνεύματος δι' Υιού ως δηλωτικής της χορηγίας και όχι της υποστατικής εκπορεύσεως, και ασκητική διδασκαλία περί των παθών της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Ένατος: Ορθόδοξη ερμηνεία της εκφράσεως «δι' Υιού»
Ερμηνεία της προόδου του Αγίου Πνεύματος δι' Υιού ως δηλωτικής της χορηγίας και όχι της υποστατικής εκπορεύσεως, και ασκητική διδασκαλία περί των παθών της ψυχής.
ΛΟΓΟΣ Θʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Λαληθεὶς ἐν τῷ βασιλικῷ κοιτῶνι· ἀποδεικνύων σαφέστατα ὅτι τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγεσθαι, οὐχὶ τὴν τῆς ὑποστάσεως πρόοδον, ἀλλὰ τὴν πρὸς ἡμᾶς χορηγίαν σημαίνει τοῦ Πνεύματος Θαῤῥούντως μοι τὴν ἐλπίδα ἐπὶ τὴν τοῦ παρακλήτου Πνεύματος βοήθειαν τιθεμένῳ, καὶ τὰ πνευματικὰ λαμβάνοντι ὅπλα, τὰ τοὺς λογισμοὺς καθαιροῦντα, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, μηδείς μου καταβοάτω, ὅτι τῇ τῶν πατέρων πανοπλίᾳ φραξάμενος, ὡς οἰκείαις κατεπαίρομαι, ταῖς ἐκ τῶν ὅπλων τούτων ἀνδραγαθίαις· ἢ πάντων ἂν ἦν σχετλιώτατον, ἄλλους μὲν οὕτως εὐκόλως πρὸς τὸν τῆς προσθήκης λόγον ἀποθρασύνεσθαι, ὡς καθοπλίσαντας ἑαυτοὺς τοῖς τῶν ἁγίων λόγοις ἡμῖν ἐπιέναι, καὶ μέγα θαῤῥεῖν, ὡς δῆθεν μετὰ τῶν διδασκάλων ἀπαντῶντας σαφῶς, ἡμᾶς δὲ ἀληθείᾳ, οὐχὶ δοκήσει, προασπιστὴν καὶ συνήγορον ἔχοντας τὴν αὐτοαλήθειαν, ὀκνεῖν τὸν λόγον διακονεῖν, τὸν ἐκ τῆς τῶν πατέρων παραδόσεως πρὸς ἡμᾶς, ἀκολουθίᾳ μνήμης, καὶ γραφικοῖς διδάγμασιν ἥδη διασωθέντα.
Ἀλλὰ καὶ πρὸς τῶν ἁγίων, οἶμαι, τῆς τῶν ὅπλων ἔνεκα τούτων περιβολῆς, ὡς ἰδίοις δήπουθεν κοσμουμένοις, καὶ ἐπικαυχωμένοις ἡμῖν, ἔσται φθόνος οὐδείς· οὐδὲ γὰρ εἰ τοῖς τοῦ πατρὸς ὅπλοις ὁ παῖς φραξάμενος τῆς πατρίδος τοὺς πολεμίους ἀποσοβοίη, τῇ τοῦ παιδὸς εὐδοκιμήσει φθονεῖν ἂν φαίημεν τὸν πατέρα· πλὴν οὐ τοῦτο τολμηρὸν ἐμοὶ καὶ παντὶ ὀρθοδόξῳ δοκεῖ· τουναντίον μὲν οὖν, ὅταν τις μὴ καταδέχηται, ἐν ταῖς θεολογικαῖς ἀποφάσεσί τε καὶ ἀποδείξεσι ταῖς τῶν ἁγίων χρήσεσι χρῆσθαι, καὶ ἐξ οἰκείας σοφίας συνιστᾶν σπουδάζῃ τὰ δόγματα· ὡς ὅ γε προβαλλόμενος τοὺς ἁγίους ἀψεύστως, σὺν τῷ ταπεινὸς εἶναι καὶ ἀληθής, ἀήττητος μένει καὶ ἄμεμπτος.
Ἄλλως τε οὐχὶ τῇ οἰκείᾳ θελήσει, ἀλλὰ τῇ τῶν πραγμάτων εἴκων φορᾷ, εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας κατεδεξάμην· ὡς ἔγωγε μυριάκις ἂν εἱλόμην παντελῆ ἄγνοιαν διὰ τὸ σιγᾶν ἐγκληθῆναι, ἢ ὅστις τολμητίας, ὡς ἄν τις εἴποι, καὶ φιλενδείκτης οἴκοθεν εἰς τοῦτο ἐλθεῖν· καὶ τούτου μάρτυς μὲν καὶ ὁ ἐν οὐρανῷ πιστός, καὶ αὐτὰ δὲ τὰ πράγματα συμμαρτυρεῖ μοι τῷ λόγῳ, καὶ ἐξ ὑμῶν αὐτῶν πολλοὶ τούτου μάρτυρες· ὅτι πόσα ἥδη ἕτη σιγῇ καὶ ἰδιωτείᾳ τοῦ βίου τὸ στάδιον τρέχων, οὐδὲν τοιοῦτον γενναῖον κατ’ οὐδένα τρόπον ἐλάλησα· ὅμως ἐπεὶ νενίκηκεν ἡ ἀγάπη, καὶ τρόπαιον ἕστησε κατὰ τῆς ἐμῆς ἀπραγμοσύνης καὶ σιωπῆς, καιροῦ τε καλοῦντος καὶ τῶν πραγμάτων ἑλκόντων, φθέγξομαί τι καὶ κρεῖττον σιγῆς.
Ἔστω δὲ ἡμῖν καὶ τῶν ἑξῆς ὁμιλιῶν ὁ τρόπος, διὰ τὸ εὔληπτον γνώριμος· ὅτι τὰ καθ’ ἡμῶν προτεθέντα κεφάλαια, καὶ τὰς τούτοις ἑπομένας ἐνστάσεις τιθέμενος καθεξῆς, ἐκείνων μὲν ἑκάστῳ εὐθὺς τὰς ἁρμοδίους λύσεις δι’ ἐπιχειρημάτων ἐποίσω, τούτων δὲ πάλιν τὰς προσηκούσας ἀντιπαραστάσεις ἐχομένας ἐκθήσομαι· καὶ οὕτω τοῦ ἁγίου Πνεύματος ἡμῖν συνεφαπτομένου, μέχρι τέλους χωρήσομεν.
Θέσθε δὲ τοῦτο πρῶτον θεμέλιον λόγου, καὶ μέμνησθε· ὅτι ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ πάντων χριστιανῶν, οὐ μὴν καθ’ ἡμῶν, οἱ λόγοι οὗτοι, οὐδὲ κατά τινων· ἔλθοι δὲ ἡμῖν ὁ παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ εὐοδώσειε τούτους, τρέπων εἰς εὐθέα τὰ σκολιά, καὶ πληρῶν τὰς ἐλλιπεῖς τῶν γνώσεων φάραγγας, καὶ λείας ἡμῖν ἀπεργαζόμενος τὰς τραχείας τῶν λόγων ὁδούς.
Τί οὖν ἐστι τὸ νῦν καθ’ ἡμῶν προτεινόμενον; προσέχετε· ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεται, δόξα τῆς Ἐκκλησίας κοινή· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ Πατρός, καὶ Υἱοῦ καθ’ ὑπόστασιν ἐκπορεύεσθαι· τὸ Πνεῦμα ἄρα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται· οἷς ὡς ἔγωγε οἶμαι, οὕτω χρὴ ἀπαντᾶν, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι λέγεται παρὰ πολλῶν διδασκάλων, οὐχ ὅτι τοῦτο ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται καθ’ ὑπόστασιν· ἄπαγε· ἀλλ’ ὅτι τὸ ἐκπορεύεσθαι τοῦτο, ὡς τὸ δυέναι καὶ πέμπεσθαι καὶ δίδοσθαι ἐνταῦθα ἐξείληπται· καὶ τοῦτο σαφῶς ἀποδεῖξαι δυνάμεθα συναιρουμένου Θεοῦ, εἰ δυνηθείημεν ἐξηγητὰς παραστῆσαι τῆς θεολογικῆς ταύτης ῥήσεως, αὐτοὺς ἐκείνους τοὺς ταύτην πολλαχοῦ τῶν ἑαυτῶν συγγραμμάτων εἰπόντας ἀγίους τὴν φωνήν· ἂν γὰρ τοῦτο γένηται, καὶ τῶν ἁγίων ἕκαστος παρελθὼν εἰς μέσον ἑαυτὸν ἐξηγήσηται, καὶ οἱ λοιποὶ πάντες τοῦτο συνηγορῶσι, καὶ τὴν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα ταύτην φωνήν, εἰς τὴν αὐτὴν καὶ μίαν ἔννοιαν ἅπαντες ἐκλαμβάνωσι, τίς τοσοῦτον ἐκτραπήσεται τῶν ἰδίων φρενῶν, ὥστε λοιπὸν ἄλλο τι βούλεσθαι καὶ φρονεῖν παρὰ τὴν ἐκείνων ἐξήγησιν; Ἀλλὰ τίνες εἰσὶν οἱ ἐξ ἀρχῆς ταύτην εἰπόντες καὶ ἐξηγησάμενοι τὴν φωνήν; καὶ πῶς ποτε γνώμης ἔχουσι περὶ τοῦ προκειμένου ζητήματος;
καὶ τί βούλεται τούτοις ἡ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα χρῆσις αὕτη, ἤδη λέγομεν, καὶ προσέχετε.
Οἱ μὲν δὴ ταύτην εἰπόντες, οὗτοί εἰσι· τὸ Πνεῦμα τὸ ἅγιον, ἡ θεοτόκος Μαρία, ὁ εὐαγγελιστὴς Ἰωάννης, Γρηγόριος ὁ θαυματουργός, Κύριλλος ὁ τῆς Ἀλεξάνδρου, ὁ Νυσσαέων Γρηγόριος, Ἀθανάσιος ὁ πολύτλας, ὁ μέγας Βασίλειος, ὁ μέγιστος Μάξιμος, Ἀνδρέας ὁ Κρήτης, ὁ Δαμασκηνὸς Ἰωάννης, καὶ πᾶς ὁ τῶν σεπτῶν διδασκάλων χορός· τούτων εἰ καὶ μόνος ὁ πρῶτος ὑπὲρ πάντας ἐστὶ τοὺς ἐν οὐρανῷ καὶ γῇ πιστοὺς μάρτυρας, ὅμως πρὸς πίστωσιν μείζονα, παραστῆσαι χρὴ καὶ τοὺς ἐφεξῆς· οὕτω καὶ γὰρ γενήσεται δήλη καὶ τίς αὑτῶν ἡ κοινὴ γνώμη, περὶ τῆς τοῦ Πνεύματος ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύσεως. Τὴν ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τοίνυν τὸ Πνεῦμα, ταύτην φωνήν, πρῶτος αὐτὸ περὶ ἑαυτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τῆς τοῦ Θεοῦ Μητρὸς μεσιτευούσης, διὰ τοῦ θεολόγου Ἰωάννου, Γρηγορίῳ τῷ θαυματουργῷ καὶ ἀπεκάλυψέ τε ὁμοῦ καὶ ἡρμήνευσεν· ὃ καὶ συγγράφων ὁ Νυσσαέων Γρηγόριος, οὕτω φησὶν «ἓν Πνεῦμα ἅγιον, ἐκ Πατρὸς καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον, καὶ δι’ Υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις».
Ἐνταῦθα ἄρδην μαρτυρῶν ἡμῖν διὰ μιᾶς προέκυψε χρήσεως, ὁ συγγραψάμενος ταύτην, Γρηγόριος ὁ Νύσσης φημί· ὁ πρὸς ὃν ἀποκεκάλυπται, συνώνυμος τούτῳ καὶ θαυματουργός· ὁ δι’ οὗ, Ἰωάννης ὁ ἐπιστήθιος· ἥ τε Μήτηρ τοῦ Κυρίου, ἡ τὴν θέαν διατιθεῖσα· καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐνεργοῦν ἅπαντα· καὶ τί ταύτης τῆς μαρτυρίας συντομώτερον, ἢ σαφέστερον, ἢ πιστότερον γένοιτ’ ἄν; ἣν αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον περὶ ἑαυτοῦ μετὰ τῆς Θεοτόκου, καὶ τοῦ εὐαγγελιστοῦ μαρτυρεῖ; ὅμως καὶ πρὸς τελεωτέραν πληροφορίαν, ὃ καὶ πρὸ μικροῦ ἔφθην εἰπών, καὶ σαφηνείας χάριν, ἴδωμέν τί ποτε περὶ τούτου καὶ τοῖς λοιποῖς θεολόγοις δοκεῖ· πλὴν παρίτωσαν οὐκ ἀθρόοι, ἕκαστος δὲ κατὰ τάξιν, καὶ τὴν περὶ τούτου δόξαν ἐκδιδασκέτωσαν.
Καὶ πρῶτος παρίτω, ὁ καὶ τὸν χρόνον πρῶτος, αὐτὸς οὗτος πάλιν ὁ προῤῥηθεὶς Γρηγόριος ὁ θαυματουργός, ὃς τὴν ἀποκαλυφθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ πίστιν ἐκτιθέμενος, φησί, «τέλειον δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Θεοῦ, δι’ Υἱοῦ χορηγούμενον εἰς τοὺς υἱοθετουμένους».
Ἱστέον μέντοι κἀκεῖνο, ὅτι τὸ Θεὸς ὄνομα καὶ ἐνταῦθα, καὶ πανταχοῦ, οὔθ’ ἑνικῶς ἐπὶ τοῖν δυοῖν τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων ὁποιωνοῦν εἴποι τις, οὔτε δυϊκῶς, οὔτε πληθυντικῶς ποτε λέγεται· ἀλλ’ ὅπου ἂν εὕρηται τοῦτο ἐν πάσῃ τῇ θείᾳ Γραφῇ, ἢ περὶ τοῦ Πατρὸς μόνον, ἢ περὶ τῶν τριῶν ἄμα προσώπων ἑνικῶς πάντοτε λέγεται· ἐνταῦθα γοῦν τὸ ἐκ Θεοῦ τουτὶ ὄνομα, περὶ τοῦ Πατρὸς μόνου λέγεται.
Δεύτερος δὲ μαρτυρήσων παρίτω ὁ τὴν ἀξίαν οὐ δεύτερος, Ἀθανάσιος ὁ τὰ θεῖα πολύς· οὗτος οὖν ἐν τοῖς πρὸς Σεραπίωνα, νῦν μέν, φησί, «τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ δι’ Υἱοῦ δίδοται»· νῦν δέ, «εἰ γὰρ ἐφρόνουν ὀρθῶς καὶ περὶ τοῦ Λόγου, ἐφρόνουν ἂν ὑγιῶς καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν παρ’ αὐτοῦ μεταδίδοται τοῖς μαθηταῖς, καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν».
Ὁ δὲ μέγας Βασίλειος ἐν μὲν τῇ πρὸς τὸν ἀδελφὸν Γρηγόριον ἐπιστολῇ, «ὁ δὲ Υἱὸς τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων», φησίν· ἐν δὲ τοῖς ἀντιῤῥητικοῖς, καὶ τὸν ἀπόστολον Παῦλον εἰς τὴν ἐκ Πατρὸς δι’ Υἱοῦ φωνὴν ταύτην μάρτυρα παρεισάγει λέγων, ἐν τῷ τούτων δʹ, «τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἐκήρυξεν ὁ ἀπόστολος εἰπών, ὅτι τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἔλαβε, καὶ τὸ δι’ Υἱοῦ πεφηνέναι, σαφὲς πεποίηκεν, Υἱοῦ ὀνομάσας αὐτό». Σύνες αὐτὸ ἀκριβῶς, ὅτι Πνεῦμα μὲν τὸ ἐκ τοῦ Θεοῦ, ἤτοι τοῦ Πατρὸς ἀκούει ὁ μέγας τὸ Πνεῦμα ἐνταῦθα· ὡς προσωπικῶς αὐτὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· Πνεῦμα δὲ Υἱοῦ τοῦτο λέγει, οὐχ ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ἀλλ’ ὡς δι’ αὑτοῦ τοῖς ἀνθρώποις φανερωθέν· καὶ ταῦτα μὲν ὁ οὐρανοφάντωρ.
Εἰσίτω δὲ καὶ ὁ τὰ αὐτὰ φρονῶν τούτῳ Γρηγόριος, καὶ κατὰ φύσιν αὐτάδελφος αὐτῷ, καὶ ἐξηγείσθω σαφῶς τὴν ἰδίαν φωνήν, καὶ διδασκέτω τί βούλεται τούτῳ ἡ διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς τοῦ θείου Πνεύματος πρόοδος· φησὶ γοῦν ἐν τοῖς κατ’ Εὐνομίου, «τὸ Πνεῦμα τὸ ἅγιον ἕτερον τοιοῦτον φῶς, κατὰ τὸν αὑτὸν τρόπον νοούμενον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός». Καὶ πάλιν· «ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς· διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι, οὔτε φύσεως ἑτερότητι τοῦ Πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτέμνεται». Καὶ αὖθις «πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον, τῇ κατὰ τὸ αἴτιον συναφείᾳ συναπτόμενον, ἀφίσταται πάλιν ἐν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ Πατρὸς ὑποστῆναι, καὶ ἐν τῷ δι’ αὐτοῦ τοῦ Υἱοῦ πεφηνέναι».
Τί δὲ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος, ἆρ’ οὐ σύμφωνος ἔσται κἀν τούτοις Ἀθανασίῳ, καὶ Βασιλείῳ, καὶ Γρηγορίῳ, καθάπερ δὴ κἀν τοῖς ἄλλοις; ἢ ἀντιπίπτων αὐτοῖς; καὶ τίς οὕτω τολμηρός, ὡς τοιαῦτα τῶν ἁγίων καταψηφίσασθαι, καὶ πολεμίους ἀλλήλοις ἐν τῇ θεολογίᾳ κακῶς οἴεσθαι, οἷς ἡ μία καὶ ἡ αὐτὴ χάρις τοῦ ἀγαθοῦ Πνεύματος ὀργάνοις χρωμένη, τὰ ὑψηλὰ καὶ σωτήρια τοῖς ἀνθρώποις ἐξέφηνε δόγματα; οὗτος οὖν ὁ πολὺς τὴν σοφίαν, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου, πῇ μέν φησιν, «ἴδιον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν, ἀλλ’ οὐδὲν ἦττον ἴδιόν ἐστι καὶ αὐτοῦ τοῦ Υἱοῦ· οὐχ ὡς ἕτερον, καὶ ἕτερον, ἢ μερικῶς ἐν θατέρῳ νοούμενόν τε καὶ ὑπάρχον, ἀλλ’ ἐπεί περ ἐκ Πατρός, καὶ ἐν Πατρὶ κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καρπὸς ὑπάρχων ἀληθινὸς τῆς οὐσίας αὐτοῦ, τὸ τοῦ Πατρὸς ἴδιον Πνεῦμα κατὰ φύσιν ἐπάγεται, χεόμενον μὲν ἐκ Πατρός, δι’ αὐτοῦ δὲ τοῦ Υἱοῦ τῇ κτίσει χορηγούμενον»· πῇ δέ, «ἀλλ’ ὥσπερ ἔφην ἀρτίως ἐξ αὐτῆς μὲν προκῦπτον τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, χεόμενον δὲ τοῖς ἑλεῖν ἀξίοις διὰ Λόγου τοῦ ὁμοουσίου».
Καί ποτε μὲν ἐν τῷ κατὰ Ἰουλιανοῦ ἀντιῤῥητικῷ, «ἀῤῥήτως μέν, φησί, τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, διὰ δὲ τοῦ Υἱοῦ χορηγεῖται τῇ κτίσει»· ποτὲ δὲ ἐν τῷ πρὸς Ἑρμείαν συντάγματι, «πρόεισι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὑτὸς ὁ Υἱός»· καὶ νῦν μὲν ἐν ταῖς συλλογιστικαῖς ἀποδείξεσιν, «οὐκοῦν, οὐκ ἀλλότριον τοῦ Θεοῦ καὶ Πατρός, οὔτε μὴν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐκ Πατρὸς δι’ Υἱοῦ διαβαῖνον εἰς τὴν κτίσιν· μέτοχος γὰρ ἡ κτίσις οὐχ ἑαυτῆς, ἀλλὰ τοῦ κατὰ φύσιν ὑπὲρ αὐτήν, τουτέστι τοῦ Θεοῦ, διὰ Πνεύματος». Καὶ πάλιν· «πῶς οὐκ ἔσται τὸ Πνεῦμα Θεός, ὅλην ἔχον ἐν ἑαυτῷ οὐσιωδῶς τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὧν καὶ Πνεῦμά ἐστι δι’ Υἱοῦ τῇ κτίσει χορηγούμενον;»· νῦν δὲ ἐν τῇ ἐξηγήσει τοῦ θείου συμβόλου· «προχεῖται μέν, φησίν, ἤτοι ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρός, χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ»· ἀκούεις; αὐτὸ γὰρ τὸ διαιρετικῶς διὰ τῶν συνδέσμων τὸν λόγον προαγαγεῖν τὸν διδάσκαλον, καὶ εἰπεῖν περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι «προχεῖται μέν, ἤτοι ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρός, χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ», οὐ σαφῶς φρονοῦντός ἐστιν ἐκ τοῦ Πατρὸς μόνου τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον;
κοινῆς γὰρ οὔσης τῆς τοῦ Πνεύματος χορηγίας Πατρὶ καὶ Υἱῷ, εἰ κοινὴ τούτοις καὶ ἡ ἐκπορευτικὴ ἰδιότης ὑπῆρχε, μάτην ὁ μερισμός, καὶ ἡ τοῦ προχεῖσθαι ἐξήγησις, καὶ παρὰ τὴν κοινὴν χρῆσιν ἡ τῶν λεγομένων ἐξαγγελία· ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς τῶν ὀρθοδόξων θεολογίας καθηγεμόνες, τῷ διαιρετικῷ τούτῳ σχήματι, ἐν ταύτῃ πολλάκις ἐχρήσαντο, τὰ θεῖα διακρίνοντες πρόσωπα.
Ὅμως ταὐτὰ τούτοις καὶ Ἀνδρέας ὁ Κρήτης, εἷς τῶν ἐν τῇ ἕκτῃ συνόδῳ πατέρων, ἐν τῷ εἰς τὴν Μεταμόρφωσιν αὐτοῦ λόγῳ φησί, «καὶ γὰρ οὐδ’ ἔστιν ἄλλως, ἢ ἐν τῷ Υἱῷ τὸν Πατέρα, ἢ ἐν τῷ Πατρὶ τὸν Υἱὸν ἐνοπτρίζεσθαι, ἢ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται μέν, Υἱῷ δὲ κατ’ οὐσίαν ἐμφιλοχωρεῖ καὶ ἀναπέπαυται, καὶ δι’ αὐτοῦ τοῖς ἀνθρώποις παρέχεται».
Σὺν τούτοις παρίτω ὁ ἐν ὁμολογηταῖς μέγιστος Μάξιμος, καὶ ὁμολογείτω σαφέστατα τίνα περὶ τῆς προκειμένης ζητήσεως ἐκέκτητο γνώμην, ἵν’ ἐκ περιουσίας ἡμῖν ὁ λόγος ἔχῃ τὸ βέβαιον· μᾶλλον δὲ αὐτὸς ὑπὲρ τῶν γραψάντων ταύτην πατέρων ἀπολογείσθω, πρὸς τίνα σκοπὸν ἀφορῶντες τὸ Πνεῦμα τὸ ἅγιον λέγουσιν ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, οὕτω γὰρ τοῦ θείου συναιρομένου, τοῖς αἱρουμένοις ἀληθείᾳ μεταμαθεῖν τὴν ἀλήθειαν, σαφεστέρα γενήσεται ἡ ταύτης ἐπίγνωσις· φησὶ τοίνυν οὗτος ἐν τῇ πρὸς Μαρῖνον πρεσβύτερον Κύπρου ἐπιστολῇ· «καὶ τὸ μὲν πρῶτον, συμφώνως ἐπήγαγον χρήσεις Ῥωμαίων πατέρων, καὶ Κυρίλλου Ἀλεξανδρείας, ἐκ τῆς πονηθείσης αὐτῷ πραγματείας εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως σφᾶς αὐτοὺς ὑπέδειξαν· μίαν γὰρ ἴσασι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν· ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας, καὶ ἀπαράλλακτον παραστήσωσιν».
Ὁρᾷς τὸν σκοπὸν τῶν ἁγίων, καὶ πῶς δέχονται τὸ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι; «ἵνα, φησί, τὸ Πνεῦμα δι’ αὐτοῦ προϊέναι δηλώσωσι»· πρὸς δέ, «καὶ ἵνα τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσι», καὶ οὐχ ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν παραστῆσαι βουλόμενοι· μίαν γὰρ ἴσασι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν Πατέρα αἰτίαν. Χρὴ δὲ κἀκεῖνο σκοπεῖν, ὅπερ ἔφθην εἰπών, ὅτι κοινῶς ὑπὲρ πάντων τῶν Ῥωμαίων πατέρων ὁ διδάσκαλος οὗτος ἀπολογούμενος, ὧν διάδοχοι τῆς πίστεως οἱ Ἰταλοὶ λέγουσιν εἶναι, πρὸς δὲ καὶ ὑπὲρ τοῦ θείου Κυρίλλου Ἀλεξανδρείας ἱστάμενος, φανερῶς ἐξελέγχει τοὺς μὴ καλῶς ἐκλαμβάνοντας, τὴν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα, ταύτην φωνήν, λέγων «ὡς οὐκ αἰτίαν τοῦ Πνεύματος τὸν Υἱὸν ποιοῦντες οἱ ἅγιοι, ταύτην ἐξέθεντο, ἀλλ’ ἵνα δι’ αὐτοῦ προϊέναι δηλώσωσιν»· ὥστε τὴν μὲν διὰ τοῦ Υἱοῦ πρόοδον προδήλως τούτους ὁμολογεῖν, τὴν δὲ δι’ αὑτοῦ αἰτίαν τοῦ Πνεύματος ἀπαρνεῖσθαί φησιν. Ἐντεῦθεν δῆλον, ὅτι οὔτε διὰ τὸ λέγεσθαι ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα, ἢ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσιωδῶς προϊέναι, ἥδη χρὴ καὶ τῷ Υἱῷ τὴν αἰτίαν διδόναι τοῦ Πνεύματος, διὰ τὸ τὸν θεολογικὸν τοῦτον γνώμονα, τὴν ΔΙΑ συγχωρεῖν μόνον ἐπὶ Υἱοῦ, ἀλλ’ οὐχὶ τὴν ΕΚ, διὰ τὸ τὸν Υἱὸν τὴν αἰτίαν μὴ ἔχειν τοῦ Πνεύματος.
Ἀλλὰ παρίτω καὶ ὁ πάντων μεταγενέστερος θεολόγος, Ἰωάννης ὁ Δαμασκόθεν, ὃν ἡ τῶν οἰκουμενικῶν συνόδων ἑβδόμη φωστῆρα διαλάμποντα ἐν τῷ κόσμῳ, καὶ λόγον ζωῆς ἐπέχοντα ἀνεκήρυξε, καὶ λεγέτω τί βούλεται τούτῳ τὸ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· οὗτος οὖν, ἐν μὲν τῇ πρὸς Ἰορδάνην μονάζοντα ἐπιστολῇ φησι, «δι’ Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἐξ Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ λόγου ἐξαγγελτικόν»· ἐν δὲ ιαʹ κεφ. τῶν αὐτοῦ Δογματικῶν, «χρὴ γινώσκειν, φησίν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ, καὶ δι’ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ὁμολογοῦμεν»· καὶ ἐν τῷ ιγʹ αὐτός, «οὖν ἐστι Νοῦς λόγου ἄβυσσος, λόγου γεννήτωρ, καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος»· ἐν δὲ τῷ τούτων ὀγδόῳ, «καὶ Υἱοῦ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ὁρᾷς, πῶς καὶ ὁ διδάσκαλος οὗτος, τὴν μὲν ΔΙΑ ἐπὶ τοῦ Υἱοῦ συγχωρεῖ, οὐδαμῶς δὲ τὴν ΕΚ παραδέχεται, ἀλλ’ ἐκβάλλει; καὶ ἡ αἰτία σαφής· «διὰ τὸ μόνον τὸν Πατέρα, φησίν, εἶναι τοῦ Πνεύματος αἴτιον»· τί ταύτης τῆς θεολογικῆς διαιρέσεως ἀκριβέστερον; «οὐκ ἐκ τοῦ Υἱοῦ, φησί, λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι»· διατί;
διότι ὁ Πατήρ ἐστι μόνος τοῦ Πνεύματος αἴτιος, εἰ δὲ μόνος ὁ Πατὴρ τοῦ Πνεύματος αἴτιος, ὁ Υἱὸς πάντως οὐκ αἴτιος· καὶ διὰ τοῦτο ἡ μὲν ΕΚ πρόθεσις οὐ τεθήσεται ἐπὶ τοῦ Υἱοῦ, ἀλλ’ ἡ ΔΙΑ, φησί, διὰ τὸ μὴ σημαίνειν αἰτίαν, ἀλλ’ ἐνεργητικὴν πρόοδον.
Κἀντεῦθεν πάλιν πρόδηλον, ὅτι οὔτε διὰ τὸ λέγεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ἢ καὶ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι, αἴτιον τοῦ Πνεύματος τὸν Υἱὸν ἀνάγκη ὁμολογεῖν, διὰ τὸ τὸν θεολογικὸν τοῦτον κανόνα θεσπίζειν, μηδέποτε δίδοσθαι τὴν ΕΚ τῷ Υἱῷ, ὅταν αἰτίαν σημαίνῃ ἐπὶ τοῦ Πνεύματος, μόνῳ δὲ ταύτην προσνέμεσθαι τῷ Πατρί.
Ὅτι δὲ ταῦτα οὐ στοχαζόμενοι λέγομεν, καὶ ὁ κατὰ Λατίνων γενόμενος Τόμος Συνοδικός, πρὸ χρόνων πέντε καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν, οὕτω δίεισιν· «ἡ τοῦ θείου Δαμασκηνοῦ ῥῆσις, ἡ ὅτι προβολεύς ἐστι τοῦ ἐκφαντορικοῦ Πνεύματος ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ, οὐδαμῶς τὴν ὕπαρξιν διὰ τοῦ Υἱοῦ καὶ τὸ εἶναι τὸ Πνεῦμα δίδωσιν ἐννοεῖν, ἀλλὰ βούλεται τρανῶς, τὴν δι’ Υἱοῦ ἐκ Πατρὸς τοῦ Πνεύματος φανέρωσιν παριστᾶν»· καὶ μετ’ ὀλίγα· «εἰ γὰρ καὶ διὰ τοῦ Υἱοῦ παρά τισι τῶν ἁγίων ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται, τὴν εἰς ἀΐδιον ἔκφανσιν ἡ λέξις ἐνταῦθα, οὐ τὴν εἰς τὸ εἶναι καθαρῶς σημαίνειν βούλεται πρόοδον»· καὶ πάλιν· «τοὺς διαβεβαιουμένους ὡς διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει ἐκ τοῦ Πατρὸς ὁ παράκλητος, καὶ εἰς πίστωσιν τούτου προβαλλομένους, τήν, ὅτι διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ ὑπάρχει τὸ Πνεῦμα ἐνίων γραφήν, ἥ γε καὶ δηλοῖ μὲν τὴν ἐκεῖθεν αὐτοῦ ἔκλαμψιν καὶ φανέρωσιν· δι’ Υἱοῦ γὰρ ὁμολογουμένως αὐτὸς ἀϊδίως ἐκλάμπει καὶ ἀναδείκνυται ὁ παράκλητος, ὥσπερ ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος τὸ φῶς· δηλοῖ δὲ καὶ τὴν εἰς ἡμᾶς χορηγίαν καὶ δόσιν καὶ ἀποστολήν· οὐ μὴν δὲ καὶ ὅτι ὑφίσταται δι’ Υἱοῦ καὶ ἐξ Υἱοῦ, καὶ τὸ εἶναι δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ λαμβάνει· τοὺς οὖν τὰ τοιαῦτα καὶ φρονοῦντας καὶ λέγοντας, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας ποιούμεθα».
Σὺ δέ μοι σκόπει, μὴ τοὺς νῦν Ῥωμαίους ἡμᾶς, τοὺς καὶ μικροὺς καὶ ὀλιγοστούς, ἀλλὰ πόσοι κατ’ ἐκεῖνο καιροῦ, ἄνδρες ἀρετῆς μέτοχοι καὶ σοφίας, ταυτὶ καὶ ἐγύμνασαν καὶ ἐκύρωσαν. Εἰ δὲ δεῖ καὶ ἐχθροῦ μαρτυρίαν παραγαγεῖν, ὁ Βέκκος ἐκεῖνος ἐν ἰδίῳ λιβέλλῳ φησί, «τὸ λέγειν με ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αἴτιον ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ εἰς τοῦτο φέρει καὶ συμφωνεῖ καὶ ἡ λέξις ἡ λέγουσα, τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, ἀθετῶ καὶ ἀποστρέφομαι πάντῃ καὶ ἀποβάλλομαι».
Ἀλλ’ ἵνα ἐπὶ τὸν τοῦ λόγου σκοπὸν ἐπανέλθωμεν, ὁρᾶς πῶς τὴν μὲν ΕΚ πάντες οἱ θεολόγοι προσνέμουσι τῷ Πατρί, ὅταν μὴ περὶ κτισμάτων, ἀλλὰ περὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεώς ἐστιν ὁ λόγος αὑτοῖς, καὶ περὶ τῆς ὑπαρκτικῆς προόδου τοῦ Πνεύματος λεγομένην ταύτην ἀκούουσι, τὴν μέντοι ΔΙΑ, διδόασι τῷ Υἱῷ, καὶ περὶ τῆς ὡς ἡμᾶς δι’ αὐτοῦ τοῦ Πνεύματος χορηγίας, καὶ διαδόσεως τιθεμένην ταύτην ἐκδέχονται; Πνεῦμα οὖν ἀκούων ἐκ Πατρὸς δι’ Υἱοῦ, μὴ τὴν ἐκ τοῦ Πατρὸς τοῦ θείου Πνεύματος ὕπαρξιν, ἀλλὰ τὴν πρὸς ἡμᾶς αὐτοῦ διὰ τοῦ Υἱοῦ μετάδοσιν, εὐθὺς δηλοῦσθαί σοι νόμιζε, ὡς τοῖς ἁγίοις δοκεῖ.
Καὶ μὴ θαύμαζε πῶς προσωπικῶς τὰ περὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκφέρεται· φιλεῖ γὰρ ὡς ἐπίπαν ἡ Γραφὴ Πνεῦμα ὁμωνύμως καὶ τὴν ἐνέργειαν τοῦ Πνεύματος καλεῖν· καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ μέντοι καὶ τὴν φύσιν αὐτοῦ· ἀλλὰ τῇ μὲν φύσει ἄναρχον ὅν, κατὰ ταύτην τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐδενὸς ἐκπορεύεται, ὅτι μία φύσις Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, παρ’ οὐδενὸς ἐκπορευομένη· τῇ γε μὴν ὑποστάσει οὐκ ἄναρχον, ἀρχὴν γὰρ ταύτης κέκτηται τὸν Πατέρα, ἐξ οὗ καὶ ἐκπορεύεται· τῇ δὲ ἐνεργείᾳ ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἐξ ἑαυτοῦ πρόεισι, καὶ τοῦτο πρῶτον ἐθεολόγησεν ἐν ὀλίγαις λέξεσιν ὁ τῶν θεολόγων αἴτιος Ἰησοῦς Χριστός, εἰπὼν «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ»· ἐν μὲν οὖν τῷ εἰπεῖν, «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», τὴν οὐσιώδη ἐνέργειαν τοῦ Πατρὸς λέγει· κοινὴ δὲ αὕτη ἡ πέμψις καθάπερ προείρηται· ἐν δὲ τῷ εἰπεῖν, «τὸ Πνεῦμα τῆς ἀληθείας», ἤτοι αὐτοῦ τοῦ λέγοντος, τὴν μόνιμον τοῦ Πνεύματος φύσιν ἐδήλωσε, καθ’ ἢν ἴδιόν ἐστιν αὐτοῦ καὶ τοῦ Πατρὸς τὸ Πνεῦμα, ὡς ὁμοφυὲς καὶ συνάναρχον· ἐν δὲ τῷ λέγειν, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», τὴν τῆς ὑποστάσεως τοῦ Πνεύματος ὕπαρξιν, ὅθεν ἐστί, μάλα σαφῶς ἀπεφήνατο.
Ταύταις τοίνυν ταῖς ῥήσεσι, πάντες οἱ θεολόγοι πάνυ συμφώνως ἑπόμενοι, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα θεολογοῦσι· διὰ μὲν τῆς ΕΚ, ἐκ τοῦ Πατρὸς τὴν τῆς ὑποστάσεως αἰτίαν ἔχειν δεικνύντες αὐτό· διὰ δὲ τῆς ΔΙΑ, τήν τε ἔκλαμψιν, καὶ φανέρωσιν, καὶ χορηγίαν διὰ τοῦ Υἱοῦ κτᾶσθαι τοῦτο σημαίνοντες.
Δεῖ δὲ κἀκεῖνο σκοπεῖν, ὅτι οὐ μόνον τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ χορηγούμενον λέγεται, ἀλλὰ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, οὐχ ὡς ἄνθρωπος μόνον, ἀλλὰ καὶ ὡς Θεὸς ἀποστέλλεται, καὶ ἐμμορφοῦται ταῖς τῶν πιστῶν καρδίαις, καὶ ἐνοικεῖ, καὶ ὁρᾶται δι’ αὐτοῦ· διὸ καὶ ἐκφαντορικόν ἐστι τὸ Πνεῦμα, ὡς τοῖς θεολόγοις δοκεῖ· «ἐν γὰρ τοῖς θησαυροῖς, ὁ θεῖος Κύριλλος, Χριστοῦ, φησί, Πνεῦμα, τό, ὡς αὐτός, ἐν ἡμῖν μορφούμενον· καὶ πάλιν Χριστοῦ τὸ Πνεῦμα, ὡς τοῦ Θεοῦ λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίωμα». Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τοῖς κατ’ Εὐνομίου, «τῆς πάντων ἀρχῆς, ἤτις ἐστὶν ὁ Κύριος, διὰ τοῦ ἁγίου Πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης, διὰ δὲ τοῦ Κυρίου, ὅς ἐστιν ἡ πάντων ἀρχή, τῆς ἐπέκεινα πάντων ἀρχῆς ἡμῖν εὑρισκομένης, ἥτις ἐστὶν ὁ ἐπὶ πάντων Θεός». Καὶ ὁ θεολόγος Γρηγόριος, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος, τό, «ἐσοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, ὁ Χριστός, φησίν, ἄρα διὰ τοῦ Πνεύματος εἰσοικίζεται ἐν ταῖς καρδίαις ἡμῶν». Καὶ ὁ μέγας Βασίλειος, «ἁγιαζόμενοι διὰ τοῦ Πνεύματος δεχόμεθα τὸν Χριστὸν κατοικοῦντα ἡμῶν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ μετὰ τοῦ Χριστοῦ τὸν Πατέρα, κοινὴν ποιούμενον τὴν μονὴν παρὰ τοῖς ἀξίοις».
Καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ ιγʹ τῶν αὐτοῦ Δογματικῶν, «εἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα· δι’ οὗ ὁ Χριστὸς ἐνοικῶν ἀνθρώπῳ δίδωσιν αὐτῷ τὸ κατ’ εἰκόνα· μᾶλλον δὲ πρὸ τούτων ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ ὁ μακάριος Παῦλος, τούτου χάριν φησὶ κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα δώῃ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἕσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν». Καὶ μὴν καὶ ἐκ τῶν ἱερῶν τελετῶν, διὰ τοῦ Πνεύματος αὐτὸν λαμβάνομεν τὸν Χριστόν, τὴν τοῦ Χριστοῦ λέγω χάριν· οὐ γὰρ δὴ τὴν οὐσίαν εἴποι τις ἄν, ἢ τὴν ὑπόστασιν, ὑγιαίνων τὸν νοῦν. Ὥστε ἢ καὶ ὁ Χριστὸς ἐκ τοῦ Πνεύματος, ἄτε διδόμενος δι’ αὐτοῦ, ἢ οὑδὲ τὸ Πνεῦμα ἐξ αὐτοῦ, διὰ τὸ δίδοσθαι δι’ αὐτοῦ· ὅπερ οὖν πρὸ μικροῦ συντομώτερον εἶπον, τοῦτο καὶ πλατύτερον ὧδε δίειμι, εἰ θέλεις κἀνταῦθα εὐσεβεῖν.
Ἐπεὶ διττή ἐστιν ἡ τοῦ ἁγίου Πνεύματος πρόοδος, ἡ μὲν ἐκ τοῦ Πατρὸς μόνου προσωπική τε οὖσα καὶ ἄχρονος, ἡ δὲ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐνεργητική τε καὶ χρονική· ὅπου περ ἂν εὕροις ἐν τῇ Γραφῇ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα προερχόμενον, ἢ χορηγούμενον, ἢ προϊόν, ἢ ἐκλάμπον, ἢ πεφηνός, ἢ παρεχόμενον, ἣ διδόμενον, ἢ τοιοῦτόν τι, μὴ περὶ τῆς ἀνάρχου ἐκείνης προόδου ταῦτα λέγεσθαι νόμισον, ἀλλὰ περὶ τῆς ἐνεργητικῆς ταύτης καὶ χρονικῆς· καὶ ὡς μέγαν τοῦτο τήρει κανόνα καὶ ἀπαράτρεπτον· ἐπεὶ πᾶσα ἡ τῆς ὀρθῆς περὶ τῆς τοῦ Πνεύματος δόξης παρεκτροπή, ἐντεῦθεν ἐγεγόνει τοῖς Ἰταλοῖς· διά τοι τοῦτο ἴδε εἴρηκά σοι, καὶ πάλιν ἄλλως ἐρῶ· ἡνίκ’ ἂν εὕρῃς τὴν ΔΙΑ τῇ ΕΚ προσκειμένην ἐπὶ τῆς προόδου τοῦ Πνεύματος μὴ περὶ τῆς ὑποστατικῆς αὐτῆς ἐκπορεύσεως τὸν λόγον νόμιζε, ἀλλὰ μόνην μὲν τὴν ΕΚ τῇ ἐκπορεύσει παρακειμένην, μόνῳ ταύτην προσνέμεσθαι τῷ Πατρί, καὶ μόνῃ τῇ ἀνάρχῳ ἐκείνῃ ἁρμόζειν προόδῳ· προσκειμένην δὲ ταύτῃ βλέπων καὶ τὴν ΔΙΑ, αὐτίκα τὸν τοῦ λόγου πάντα σκοπὸν ἀφορᾶν, εἰς τὴν δι’ Υἱοῦ πρὸς ἡμᾶς χορηγίαν τοῦ Πνεύματος πίστευε· καί γε πρὸς πίστωσιν ἀναμφίβολον κέκτησο μάρτυρας τοὺς τοῦτό σε προπληροφορήσαντας θεολόγους, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν δι’ αὐτῶν, καὶ τὸν εἰπόντα Κύριον· «ἡ ἐμὴ διδαχή, οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με Πατρός».
Ὧν τῇ χάριτι σπουδάσωμεν ἅπαντες ἐπιμελεῖσθαι ψυχῆς, εἰδότες ὅτι ψυχὴ διαιρεῖται εἰς τρία. Ἔστι γὰρ αὑτῆς ἓν μὲν λογικόν, ἓν δὲ θυμικόν, ἓν δὲ ἐπιθυμητικόν· ἔστι δὲ τὸ μὲν λογικόν, ᾦ λογιζόμεθα, καὶ τὰς ἐνθυμίας ἀναλαμβάνομεν· τὸ δὲ θυμικόν, ᾦ θυμούμεθα, καὶ ὀργιζόμεθα, καὶ θαῤῥοῦμεν, καὶ ἀμυνόμεθα, καὶ τἆλλα τὰ τοιαῦτα· τὸ δὲ ἐπιθυμητικόν, ᾦ ἐπιθυμοῦμεν τῆς τροφῆς καὶ τῶν ἄλλων.
Καὶ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀπιστία, ἡ αἵρεσις, ἡ ἀφροσύνη, ἡ βλασφημία, ἡ ἀδιακρισία, ἡ ἀχαριστία, καὶ αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους· ἡ ἴασις δὲ τούτων καὶ θεραπεία, ἡ ἀδίστακτος πίστις πρὸς τὸν Θεόν, τὰ ἀληθινὰ καὶ ὀρθόδοξα δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχή, καὶ ἡ ἀδιάλειπτος πρὸς τὸν Θεὸν εὐχαριστία. Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθές, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη· ἴασις δὲ τούτων καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ πραότης, ἡ φιλαδελφικὴ συμπάθεια, ἡ ἀνεξικακία, καὶ ἡ χρηστότης. Τοῦ δ’ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ οἰνοφλυγία, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, καὶ χρυσοῦ τε καὶ πλούτου καὶ τῶν σαρκικῶν ἡδονῶν· ἡ ἴασις δὲ καὶ θεραπεία τούτων, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ ἀκτημοσύνη, ἡ τῶν χρημάτων πρὸς τοὺς πένητας διανομή, ἡ τῶν μελλόντων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς θείας υἱοθεσίας ἐπιθυμία.
Ὅτι τὰ ἴδια τῆς λογικῆς ψυχῆς, ἑαυτὴν ὁρᾶν, ἑαυτὴν διαρθροῦν, ἑαυτὴν ὁποίαν ἂν βούληται ποιεῖν, τὸν καρπὸν ὃν φέρει αὑτὴ καρποῦσθαι πρώτην; τοῦ ἰδίου τέλους τυγχάνειν, ὅπου ἂν τὸ τοῦ βίου πέρας ἐπιστῇ· τὸ περιέρχεσθαι τὸν κόσμον, καὶ τὸ περὶ αὐτὸν κενόν, καὶ εἰς τὴν ἀπειρίαν τοῦ αἰῶνος ἐκτείνεσθαι, καὶ τὴν περιοδικὴν παλιγγενεσίαν τῶν ὅλων ἐμπεριλαμβάνειν, καὶ τὸ φιλεῖν τὸν πλησίον, καὶ τὸ μηδένα ἑαυτῆς προτιμᾶν· ὅτι τὰ πράγματα αὐτὰ οὐδ’ ὁπωστιοῦν ψυχῆς ἅπτεται, οὐδ’ ἔχει εἴσοδον πρὸς αὐτήν, οὐδὲ τὸ τρέψαι, οὐδὲ κινῆσαι ψυχὴν δύναται· ἔστι γὰρ ἐκ πάντων ἐλευθέρα, καὶ πάντων ἀνωτέρα· τρέπει δὲ καὶ κινεῖ αὐτὴν ἑαυτὴν μόνη, καὶ οἵων ἂν κριμάτων καταξιώσῃ ἑαυτήν, τοιαῦτα ἑαυτῇ ποιεῖ τὰ προϋφεστῶτα, καὶ οὐδὲν τῶν παρὰ Θεοῦ δοθέντων ἡμῖν εἰς χρῆσιν κακόν· πάντα γὰρ ὅσα ἐκ τοῦ Θεοῦ καλά· καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν· πλὴν ἡ παράχρησις μόνον κακόν· τοῦ ἡμετέρου δέ ἐστιν αὕτη αὐτεξουσίου· διὸ οὐ τὰ βρώματα κακόν, ἀλλ’ ἡ γαστριμαργία· οὐχ ὁ οἶνος κακόν, ἀλλ’ ἡ μέθη· οὐχ ἡ παιδοποιΐα κακόν, ἀλλ’ ἡ πορνεία· οὐ τὰ χρήματα κακόν, ἀλλ’ ἡ φιλαργυρία· οὐχ ἡ δόξα κακόν, ἀλλ’ ἡ κενοδοξία· καὶ χρὴ οὕτω πάντα ποιεῖν, ὥστε τὴν παράχρησιν φεύγειν.
Ὅτι τῶν πραγμάτων τὰ μέν ἐστι κυρίως καλά, τὰ δὲ κυρίως κακά, τὰ δὲ μέσα· κυρίως μὲν καλά, φρόνησις, ἀνδρεία, σωφροσύνη, καὶ δικαιοσύνη· κυρίως δὲ κακά, ἀφροσύνη, δειλία, ἀκολασία, καὶ ἀδικία· μέσα δὲ πλοῦτος, πενία, δόξα, ἀδοξία, ὑγεία, νόσος, πολυμάθεια, ἀμάθεια, καὶ τὰ ὅμοια· μέσα δὲ λέγονται διὰ τὸ καθ’ ἑαυτά, μήτε κυρίως καλὰ εἶναι, μήτε κυρίως κακά, ἀλλὰ πρὸς τὴν προαίρεσιν τῶν χρωμένων, ἢ τοῦτο ἢ ἐκεῖνο γινόμενα· οἷον ὁ πλοῦτος, καλὸν μὲν πρὸς ἐλεημοσύνην διδόμενος, κακὸς δὲ πρὸς ἡδονὰς δαπανώμενος· ὡσαύτως καὶ ἡ πενία, καλὴ μὲν καρτερίαν, καὶ εὐχαριστίαν, καὶ ἐλευθερίαν ἡμᾶς διδάσκουσα, κακὴ δὲ βλασφημίαν, καὶ ἀνελευθερίαν, ἐκ τοῦ μὴ καρτερεῖν ἡμᾶς, ἀποτίκτουσα· καλὴ καὶ ἡ δόξα, ὅταν πρὸς προστασίαν τῶν ταπεινοτέρων ταύτῃ χρώμεθα, κακὴ δὲ ὅταν πρὸς περιφρόνησιν· καλὴ δὲ καὶ ἡ ἀδοξία ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάξῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώπινον πάντα ποιεῖν ἀναπείθῃ.
Ὡσαύτως καλὴ μὲν καὶ ἡ ὑγεία, ὅταν εἰς εὐαρέστησιν Θεοῦ καὶ ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν ταύτῃ χρώμεθα, κακὴ δὲ ὅταν πρὸς ἀκολασίαν καὶ ἀδικίαν· ὁμοίως καὶ ἡ νόσος ὅταν εὐχαριστῶμεν, καὶ συνεργῷ ταύτῃ χρώμεθα πρὸς σωτηρίαν καλή, κακὴ δὲ ὅταν πρὸς ἀχαριστίαν καὶ βλασφημίαν καὶ ὀργὴν ἡμᾶς συνελαύνῃ· καλὴ καὶ ἡ πολυμάθεια, ὅταν πρὸς διδασκαλίαν καὶ βοήθειαν τοῖς ἀδικουμένοις καὶ ἀμαθέσι ταύτῃ χρώμεθα, κακὴ δὲ ὅταν πρὸς κενοδοξίαν καὶ συνηγορίαν τῆς ἀδικίας· καλὴ καὶ ἡ ἀμαθία, ὅταν παρασκευάζῃ ἡμᾶς ὑποτάσσεσθαι τοῖς εἰδόσι, καὶ παρ’ αὐτῶν πορίζεσθαι τὴν ὠφέλειαν, κακὴ δὲ ὅταν πείθῃ ἡμᾶς, τῇ οἰκείᾳ στοιχεῖν ἀμαθίᾳ, καὶ μὴ τοῖς κρείττοσιν ἕπεσθαι. Ὡσαύτως καὶ τὰ λοιπὰ πάντα· οἷον εὐγένεια καὶ δυσγένεια, εὐμορφία καὶ ἀμορφία, καλλιφωνία καὶ κακοφωνία, ἰσχὺς καὶ ἀδυναμία, ταχύτης καὶ βραδύτης, τέχνη καὶ ἀτεχνία, καὶ πρὸς διακονίας ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης· ταῦτα γὰρ πάντα, ὡς εἴρηται, τῶν μέσων εἰσί, καὶ ὁ καλῶς τούτοις χρώμενος οὐδὲν παρὰ τούτων βλαβήσεται· ὡς ὁ μακάριος Ἰώβ, εἰς πάντα ἐξετασθεὶς δόκιμος ἐφάνη, καὶ ἀκαταγώνιστος, καὶ διὰ πάντων εὐηρέστησε τῷ Θεῷ· ὥστε οὐ δεῖ τὰ πράγματα αἰτιᾶσθαι· οὐδὲν γὰρ τῶν παρὰ τοῦ Θεοῦ δοθέντων κακόν, ὡς προείρηται.
Πάλιν, ἀλλὰ προσέχετέ μοι τὸν νοῦν· τέσσαρα πράγματά εἰσι, καὶ ἐὰν ἓν ἐξ αὐτῶν ἔχῃ ὁ ἄνθρωπος, οὔτε μετανοῆσαι δύναται, οὔτε τὴν αὐτοῦ εὐχὴν προσδέχεται ὁ Θεός· ἐὰν ὑπερηφανεύηται, ἐὰν μὴ ἔχῃ ἀγάπην, ἐὰν κρίνῃ τινὰ ἁμαρτάνοντα, καὶ ἐὰν μνησικακῇ κατά τινος. Καὶ τίνι, φησί, τρόπῳ λοιπὸν δυνήσεταί τις, καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην τηρεῖν ἀνυπόκριτον, καὶ τὸ μὴ ἕν τινι κρίνειν αὐτόν; ἐὰν τὰ μὲν εἰς αὐτὸν πλημμελούμενα παρὰ τοῦ πλησίον μακροθύμως φέρῃ, τὰ δὲ εἰς Θεόν, ἢ πρός τινα τῶν ἀνθρώπων ἁμαρτανόμενα ἐπεκδικῇ ὅση δύναμις· νῦν δὲ οὕτως εἰσί τινες πρὸς ἀμφότερα διακείμενοι ἀνοήτως, ὅτι τοὺς μὲν προσκρούοντας τῷ Θεῷ καθ’ ἑκάστην καὶ τοῖς πλησίον, ἐπ’ οὐδενὶ τῶν ἁπάντων κρίνουσιν, ἢ ἐλέγχουσι, τοὺς δ’ εἰς αὐτοὺς πταίσαντας ἕν τινι, παρὰ πάντα τὸν βίον μισοῦσι, καὶ ἀδιάλλακτοι πρὸς αὐτοὺς μένουσιν· οὐ χρὴ δ’ οὕτω ποιεῖν, ἀλλὰ πᾶν τοὐναντίον· τὰ μὲν εἰς ἡμᾶς πλημμελούμενα πᾶσι συγχωρεῖν ἐκ ψυχῆς τοῖς πλησίον, τὰ δὲ πρὸς ἄλλους ἁμαρτανόμενα, καὶ μάλιστα πρὸς Θεόν, ἐπεξιέναι τὸ κατὰ δύναμιν· ὅθεν εἴρηται τῷ Σωτῆρι, «ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»· οὐχὶ τοῖς σοῖς, ἢ τοῖς ἄλλων· καὶ πάλιν «ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου» κξ.
οὐχὶ ἐὰν πρὸς τὸν Θεόν, ἤ τινα τῶν πλησίον· ὥστε ἔστι καὶ δίχα πάθους ἐπιτιμῆσαι, καὶ χωρὶς ἁμαρτίας ἐλέγξαι, καὶ θεαρέστως κρῖναι τοὺς πταίοντας, ἡνίκα δι’ ἀγάπην Θεοῦ μόνην ταῦτα γίνεται, καὶ τοῦ πλησίον βοήθειαν, καὶ τοῦ πλημμελοῦντος διόρθωσιν. Ἔστιν ἔλεγχός φημι κατὰ κακίαν καὶ ἄμυναν, καὶ ἔστιν ἄλλος, κατὰ φόβον Θεοῦ καὶ ἀλήθειαν· ὅταν γὰρ ἡ τοῦ ἑνὸς βλάβη εἰς τοὺς πολλοὺς ἀνατρέχῃ, τότε οὐ δεῖ μακροθυμεῖν, οὐδ’ ἐφησυχάζειν, οὐδὲ ζητεῖν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσι· διότι τῆς μονομεροῦς ἀρετῆς, ἡ πολυμερὴς ὠφελιμωτέρα· τοῦτο δὲ λέγω γίγνεσθαι ἀπαθῶς· ἐὰν δέ τινι ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς· καὶ οὐκ ἔστι καλόν, ἵνα ἄλλους μὲν σώσῃς, σεαυτὸν δὲ ἀπολέσῃς. Ὥσπερ δ’ ἐν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, παρ’ ἡμῶν αἱ ἀρχαί, οὕτω καὶ ἐν τῇ κρίσει, παρ’ ἡμῶν τὰ μέτρα τῆς καταδίκης τίθεται· ἐν ᾦ γὰρ κρίνει τις τὸν ἕτερον, δρᾷ δὲ τὰ αὐτά, ἑαυτὸν κατακρίνει, καὶ καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐλεεινῶς ἐκφέρει.
Οἶδα ἀδελφὸν ἐν ἐρήμῳ καθήμενον, μεταξὺ ἑπτὰ καὶ δέκα ἀδελφῶν, ὃς ὑπὸ τοῦ κρίνειν τοὺς αὐτῷ πταίοντας ἐνοχλούμενος, ἑαυτῷ ἐπετίμα λέγων· «οὕτω μάταιος εἶ, καὶ ἄλογος, καὶ αὐτῶν τῶν λίθων ἀναισθητότερος, καὶ οὐκ αἰσχύνῃ, οὑδὲ συστέλλῃ, οὐδὲ φοβῇ τὸν ἀλάθητον ὀφθαλμόν, ὅτι καὶ εἰς τὰ τοῖς βασιλεῦσι συμπίπτοντα, καὶ γεωργοῖς, καὶ ἐμπόροις, ἔτι δὲ καὶ τοῖς ἀλόγοις, καὶ τοῖς φυτοῖς, καὶ ταῖς πόλεσι, καὶ τῷ κόσμῳ, καὶ ἐκ τῆς συνηθείας καὶ τῶν νεκρῶν καὶ τῶν ζώντων γίνῃ πικρὸς δικαστής, καὶ πάντων ἁπλῶς, εἴς τε τὰ τελούμενα παρὰ πάντων, καὶ αὐτοῦ τοῦ Θεοῦ, οὕτω κάθῃ κριτὴς ἀπότομός τις, δύστροπος, καὶ δυσάρεστος; ὅτι καὶ κρίνεις, καὶ ἀποφαίνῃ, καὶ χαλεπαίνεις, καὶ ἀποδυσπετεῖς, ὡς τὰ μέγιστα δῆθεν ἰσχύων, καὶ ἀδικούμενος; καὶ ταῦτα μηδὲν ὤν, καὶ κανθάρου καὶ σκώληκος ἴσον πρὸς ταῦτα δυνάμενος; ὢ φεῖσαι, Κύριε, τῆς πωρώσεως! τί μαίνῃ ψυχή μου; τί ταράσσῃ ὡς οἱ ἀφρίζοντες; αὐτὸ τοῦτο δεικνύεις ὅτι νοσεῖς· εἰ μὴ ἐνόσεις οὐκ ἂν ἔπασχες· εἶτα μὴ διὰ τοῦτο ζῆν ἔτι ἀφείθης, ἵνα κρίνῃς τὸν κόσμον; ἢ εἰς τὴν ἐκκλησίαν τούτου χάριν εἰσέρχῃ, ἵνα ταῦτα λογίζῃ; πονηρὲ δοῦλε καὶ ὀκνηρὲ καὶ ἀχάριστε, ῥύπε καὶ κάθαρμα καὶ ἀνάξιε καὶ τοῦ ζῆν· ὢ θαῦμα! ὁ πάσης κακίας ἐργάτης, τῶν τῆς ἀρετῆς ἐργατῶν μέσος; ὁ τῆς γεέννης κληρονόμος, τῶν υἱῶν τῆς βασιλείας;
καὶ μέσον ἀνθρώπων ὁ αὐτόχρημα δαίμων ἱστάμενος, οὐδ’ ἐν τούτῳ ἀρκεῖσαι, ἀλλὰ καὶ κρίνειν ἐθέλεις τοὺς ἅπαντας;».
Ἄκουσόν τί φησι περὶ τούτου ὁ ἐν τοῖς θεοφόροις πατράσι Δωρόθεος, «ἀφήκαμεν τὴν εὐθεῖαν ὁδόν, ἣν εἶπον οἱ πατέρες, τὸ μέμφεσθαι ἑαυτούς, καὶ ὡδεύσαμεν τὴν στρεβλὴν ὁδόν, τὸ μέμφεσθαι τῷ πλησίον. Καὶ ἕκαστος ἡμῶν σπουδάζει, ἐν παντὶ πράγματι, βαλεῖν τὴν αἰτίαν κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ῥίψαι κατ’ αὐτοῦ τὸ βάρος· ἕκαστος ἀμελεῖ, καὶ οὐδὲν φυλάττει, καὶ τὸν πλησίον ἀπαιτοῦμεν τὰς ἐντολάς· ἴδε διὰ τοῦτο οὐχ εὑρίσκομεν προκόψαι, διὰ τοῦτο οὐχ εὑρίσκομεν ὠφεληθῆναι εἰς τίποτε, ἀλλὰ μένομεν ὅλον τὸν χρόνον ἡμῶν σηπόμενοι ἐκ τῶν λογισμῶν ἡμῶν κατ’ ἀλλήλων, καὶ συντρίβοντες ἑαυτούς, ἐπειδὴ ἕκαστος αὑτὸν δικαιοῖ· ἕκαστος ἀφίησιν ἑαυτὸν μηδὲν φυλάττοντα, καὶ ἐκ τοῦ πλησίον ἀπαιτοῦμεν τὰς ἐντολάς· διὰ τοῦτο οὔτε συνετιζόμεθα εἰς τὸ ἀγαθόν· ὅτι κἂν μικρόν τί ποτε φωτισθῶμεν, εὐθέως ἐκ τοῦ πλησίον ἀπαιτοῦμεν αὐτό, μεμφόμενοι αὐτὸν καὶ λέγοντες, ὅτι ὀφείλει τόδε ποιῆσαι, καὶ διατί τοιῶσδε οὐκ ἐποίησε;».
Πρόσχες καλῶς καὶ τῷ ἁγίῳ Μαξίμῳ γράφοντι, «οὐκ ἔστι φρῖξαι, καὶ ἐκπλαγῆναι, καὶ ἐκστῆναι τῇ διανοίᾳ, ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ δὲ Υἱὸς κράζει “μὴ κρίνετε ἵνα μὴ κριθῆτε”, καὶ “μὴ καταδικάζετε ἵνα μὴ καταδικασθῆτε”· καὶ ὁ ἀπόστολος ὁμοίως, “μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ Κύριος”· καὶ “ἐν ᾦ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις”· οἱ δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας, ἦταν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ, καὶ αὐτοὶ ὡς ἀναμάρτητοι κρίνουσι καὶ καταδικάζουσιν ἀλλήλους; καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ, ἡ δὲ γῆ ἔφριξεν, αὐτοὶ δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες;». Ἀλλ’ ὁ ζῆλός σε θλίβει; πειθέτω σε ὁ ἅγιος Ἰσαὰκ λέγων, «ἄνθρωπος ζηλωτὴς οὐδέποτε φθάνει τὴν εἰρήνην τῆς διανοίας· ὁ δὲ ἀλλότριος τῆς εἰρήνης, ἀλλοτριώτερός ἐστι τῆς χαρᾶς· ἐὰν γὰρ λέγηται ἡ εἰρήνη τῆς διανοίας ὑγίεια τελεία, ὁ δὲ ζῆλος τῆς εἰρήνης ἐναντίος, λοιπὸν νόσον μεγάλην νοσεῖ ὁ ἔχων ζῆλον πονηρόν». Ὧ ἄνθρωπε, ὁ ἐξ ἐναντίας τῶν ἀλλοτρίων νοσημάτων δοκῶν ἐκφέρειν τὸν ζῆλόν σου!
σὺ τὴν ὑγείαν τῆς ψυχῆς σου ἐδίωξας, πρὸς ὑγίειαν οὖν τῆς ψυχῆς σου φιλοπόνησον· ἐὰν δὲ τοὺς ἀσθενεῖς ἐπιθυμῇς θεραπεῦσαι, γνῶθι ὅτι οἱ ἄῤῥωστοι ἐπιμελείας χρῄζουσι μᾶλλον, ἢ τοῦ ἐπιτιμίου· πλὴν ἐπειδὰν ἄλλοις σὺ οὐ βοηθῇς, καὶ σεαυτὸν εἰς μεγάλην νόσον ἐμβάλλῃς ὀδυνηρῶς, οὐκ ἐκ τῶν εἰδῶν τῆς σοφίας ψηφίζεται ὁ ζῆλός σου, ἀλλ’ ἐκ τῶν νοσημάτων τῆς ψυχῆς· ὅτι οὓς δοκοῦμεν ἡμεῖς κατακρίνειν, ἐκεῖνοι μὲν τοῦ βάρους ἐλαφροῦνται, ἡμεῖς δὲ ἀντ’ αὐτῶν ἀχθοφοροῦντες εὑρισκόμεθα, καὶ ἑαυτοὺς κατακρίνοντες· καὶ οὓς ἡμεῖς ἐξουθενοῦμεν, τούτους ὁ Θεὸς ἐπιλέγεται· καὶ οὓς ἡμεῖς εὐτελίζομεν, τούτους ὁ Θεὸς εἰς μέτρον ἄγει.
Οὕτω γοῦν κρῖνε καὶ ἐπιτίμα καὶ ἔλεγχε, ἀδόλῳ ἀγάπῃ κινούμενος, μὴ θυμῷ, μὴ ὀργῇ, μὴ κακίᾳ· τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἀδελφὸν οὐκ ἐκεῖνόν ἐστι κακίας ἐλευθεροῦν, ἀλλ’ ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἀγάπα τοίνυν τὸν ἀδελφὸν καὶ διόρθου, μὴ καταδίκαζε· εἰδώς, ὅτι ἀγάπης ἀνυποκρίτου τεκμήριον, ἁμαρτημάτων συγχώρησις· λέγω δὲ πάλιν τῶν εἰς σὲ πεπλημμελημένων· καὶ ταύτης δίχα, τῶν ἀμηχάνων ἐστὶ σωτηρίας ἐπιτυχεῖν· εἰ γὰρ ὧν περ ἄν τις εὔξαιτο τυχεῖν, ταῦτα δρᾶν ἕλοιτο καὶ αὐτὸς ἑτέροις, κατ’ εὐθύτητ’ ἀγάπης δραμεῖται· καὶ τῶν ἀκηράτων ἀγαθῶν ἔσται μέτοχος· ὧν καὶ ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ γένοιτο· ᾦ πρέπει πᾶσα δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.