Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος: Σημασιολογική ανάλυση των προθέσεων «εκ» και «διά»

Θεολογική διάκριση των προθέσεων «εκ» (υποστατική προέλευση) και «διά» (ενεργητική χορηγία), ανασκευή της ταύτισής τους και παραινέσεις περί συγχωρήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 10 από 21

ΛΟΓΟΣ Ιʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Εἰσηγούμενος ἀριδήλως, ὅτι περ ἡ ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα φωνή, συνεπτυγμένως οὕτω κειμένη παρὰ πᾶσι τοῖς θεολόγοις, ΑΜΑ σημαίνει, καὶ τὴν ΜΕΤΑ πρόθεσιν, καὶ ΣΥΝ, ἀλλ’ οὐχὶ προσωπικῶς τοῦ Πνεύματος οὐσίωσιν. Εἴρηται δὲ ἐν τοῖς ἁγίοις Ἀποστόλοις τοῖς μεγάλοις· παρόντος καὶ τοῦ βασιλέως Δεῖ τοὺς ἀκροωμένους τῶν θείων λόγων, ἐκεῖνα συνεισφέρειν τοῖς λόγοις, ἂ φέρει πρὸς σωτήριον ἕνωσιν· ἀκοὴν εὐγνώμονα, εὔνοιαν πρὸς τὸ συγγενές, λόγους εἰρήνης, γνώμην εὐχάριστον, ἦθος χρηστόν, καὶ τὰ τούτοις ἑπόμενα. Ταῦτα συνάπτει, ταῦτα ἑνοῖ, ταῦτα ὁμοφρονεῖν ποιεῖ, οἷς ἄν γε παρῇ.

Ἀμέλει κἀγὼ τῇ πρὸς πάντας εὐνοίᾳ φερόμενος, περὶ οὗ διαφερόμεθα μάλιστα, προῄρημαι νῦν εἰπεῖν πρὸς ὑμᾶς· διὸ καὶ ὑμεῖς εὐνοϊκῶς ἀκοῦσαί μου παρακλήθητε· ἑνὸς γὰρ τουτωνὶ τῶν καλῶν οὐ διαμαρτήσεσθε πάντως· ἢ γὰρ μαθόντες παρ’ ἡμῶν τὴν ἀλήθειαν, ὀνήσεσθε τὴν πασῶν ὑπερκειμένην ὠφέλειαν, ἢ γνόντες ἀμῶς γέ πως τὰ πρὸς αὐτὴν ἄγοντα, σαφέστερον εἴσεσθε, πῶς οὐκ ἂν αὐτῆς διαμάρτητε· πλὴν χαίρειν μακρὰν ταῖς εὑρεσιλογίαις εἰπόντα, καὶ ταῖς τῶν θεολόγων χρήσεσι μόνον στοιχοῦντα, μὴ κατακρίνητε· ἀλλ’ ἂν μὲν ἴδητέ με, ἢ σοφιζόμενον, ἢ ἐξ οἰκείας διανοίας περὶ τῶν θείων ἀποφαινόμενον, ἢ τὸ βούλεσθαι δοκεῖν σοφὸν εἶναι σπουδάζοντα, καὶ μὴ ἐν πᾶσι ταῖς τῶν ἁγίων δόξαις ἑπόμενον, καὶ μετὰ πάσης ἀληθείας τοὺς λόγους ποιούμενον, αὐθάδειάν μου καταψηφίσασθε· ἂν δὲ τούτων, ὧν εἶπον, οὐδὲν ποιοῦντα θεάσησθε, τοὐναντίον δ’ ἐπ’ ἀληθείας ἅπαντα λέγοντα, καὶ ἐκ τῶν θεοφόρων πατέρων τὰς τῶν λεγομένων παρεχόμενον πίστεις, λοιπὸν ἂν εἴη ὑμῖν, μηκέτι ἐγχειρεῖν ἀμφιβάλλειν περὶ τὸ δόγμα, ἢ ἀντιλέγειν ἐθέλειν αὐτοῖς· ὁ γὰρ τοῖς ἁγίοις ἀντιταττόμενος, αὐτῷ ἀνθέστηκε τῷ Θεῷ.

Ἐπεὶ τοίνυν περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἐν ταῖς τῶν ἱερῶν διδασκάλων χρήσεσιν, εὕρηται πολλαχοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ Πατρὸς δι’ Υἱοῦ, καί γε ἡ περὶ τοῦ ἁγίου Πνεύματος δόξα εἰς ταύτην ὡσπερεὶ τὴν φωνὴν ἀπῃώρηται, τοῦ ἀληθοῦς καὶ ἡμεῖς κομιδῇ καὶ σαφοῦς καὶ συντόμου φροντίσαντες, λέγομεν περὶ ταύτης ὡδί, καίτοι ἕτερα τούτων πολλαχοῦ καὶ εἰπόντες καὶ συγγραψάμενοι· ὅτι περ ὅπου δ’ ἂν λέγηται οὕτω συνεπτυγμένως τὸ Πνεῦμα τὸ ἅγιον εἶναι ἐκ Πατρὸς δι’ Υἱοῦ, ἢ ἐκπορεύεσθαι τοῦτο ἐκ Πατρὸς δι’ Υἱοῦ, ἡ δι’ Υἱοῦ φωνὴ αὕτη ἐνταῦθα τὸ ΑΜΑ σημαίνει καὶ τὴν ΜΕΤΑ πρόθεσιν, καὶ τὴν ΣΥΝ· ἤγουν ὅτι ἄμα καὶ ἀχωρίστως ὁμοῦ τῷ Υἱῷ γεννωμένῳ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ἀλλὰ μετὰ τῆς γεννητῆς εὐθὺς ὑποστάσεως τοῦ Υἱοῦ, καὶ ἡ ἐκπορευτὴ τοῦ Πνεύματος ὑπόστασις, δηλαδὴ ἐκ τοῦ Πατρὸς τὴν ὕπαρξιν κέκτηται· τοὐτέστιν ὅλος ὁ Υἱὸς ὅλῳ συνυπάρχει ἐκπορευομένῳ τῷ Πνεύματι· καὶ ὅλον τὸ Πνεῦμα τὸ ἅγιον γεννωμένῳ τῷ Υἱῷ ὅλῳ σύνεστι· καὶ οὔτε ὁ Υἱὸς ὁπωσοῦν προσωπικῶς ἐκ τοῦ Πνεύματος ἔχει τὸ εἶναι, οὕτ’ αὖ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἔχει τὴν ὕπαρξιν, ἀλλ’ ἅμα ταῦτα καὶ ἄμφω ἐκ τοῦ Πατρὸς πρόεισι, κἂν διαφόρως ὑφέστηκεν· ὡς, λόγου χάριν, ἡ θερμαντικὴ δύναμις διὰ τῆς φωτιστικῆς δυνάμεως ἐκ τοῦ πυρὸς προβάλλεται· ἄμα γὰρ καὶ ἀχωρίστως, ὁμοῦ τῇ φωτιστικῇ δυνάμει καὶ ἡ θερμαντικὴ δύναμις ἐκ τοῦ πυρός, καὶ μετὰ τῆς θερμαντικῆς δυνάμεως ἡ φωτιστικὴ δύναμις πρόεισι, καὶ ὅλη ἡ φωτιστικὴ δύναμις ἐν ὅλῃ τῇ θερμαντικῇ θεωρεῖται δυνάμει, καὶ ὅλη ἡ θερμαντικὴ ἐν ὅλῃ τῇ φωτιστικῇ ὡμολόγηται· καὶ οὔθ’ ἡ φωτιστικὴ δύναμις ἐκ τῆς θερμαντικῆς δυνάμεως ἔχει τὸ εἶναι, οὔθ’ ἡ θερμαντικὴ ἐκ τῆς φωτιστικῆς ἔχει τὴν ὕπαρξιν, ἀλλ’ ἄμφω ταῦτα καὶ ἄμα ἐκ τοῦ πυρὸς προέρχεται· καὶ ὃν τρόπον ἡ ἀκτὶς καὶ τὸ φῶς· τούτων γὰρ οὐδετέρῳ παρὰ θατέρου πέφυκε πρὸς οὐσίωσιν ὕπαρξις, ἀλλὰ καὶ πηγὴν καὶ αἰτίαν τοῦ εἶναι, ὡς ἀρχὴν αὐτῶν φυσικὴν πλουτεῖ καὶ ἄμφω ταῦτα τὸν ἥλιον· οὕτω δὴ τὸ πανάγιον Πνεῦμα ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρὸς ἀῤῥήτως, ἄμα τῷ τὸν Υἱὸν αὐτὸν γεννηθῆναι ἀχρόνως καὶ ὑπὲρ ἔννοιαν πᾶσαν, πρόεισι δὲ διὰ τοῦ Υἱοῦ φυσικῶς τε καὶ προαιωνίως καὶ ἀϊδίως, καθάπερ ἄρα διὰ τῆς ἀκτῖνος τὸ φῶς, κἂν μηδεὶς ὁ φωτιζόμενος ᾗ· πᾶν γὰρ ὅ, τι πάρεστι νῦν περὶ τὸν Θεόν, κἂν μεθεκτὸν ἡμῖν, κἂν ἀμέθεκτον ᾗ, παρ’ αὐτῷ καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, κἂν ὁ μεθέξων αὐτοῦ μὴ παρῆν.

Καὶ κατὰ τοῦτο τὸ σημαινόμενον, τὴν δι’ Υἱοῦ φωνὴν ὧδε ἀντὶ τοῦ μετὰ τοῦ Υἱοῦ οἱ ἅγιοι λέγουσιν, ὡς ὁ θεῖος Ταράσιος ἐν τῇ ὁμολογίᾳ τῆς ἑαυτοῦ πίστεως, πιστεύειν, φησί, «καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορευόμενον, καὶ αὐτὸ Θεὸν εἶναι γνωριζόμενον»· τοὐτέστι μετὰ τοῦ Υἱοῦ προϊόν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ ιγʹ κεφ. τῶν αὐτοῦ θεολογικῶν Δογματικῶν, «τὸ Πνεῦμα, λέγει, τὸ ἅγιον, ἡ ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρός, ἐκ Πατρός ἐστι δι’ Υἱοῦ ἐκπορευομένη», σὺν τῷ Υἱῷ δηλαδή. Ὡς ὁ μέγας ἐν ὁμολογηταῖς Μάξιμος τίθησιν, ἐν τῇ εἰς τὸν προφήτην Ζαχαρίαν ἐξηγήσει· «τὸ Πνεῦμα, λέγων, τὸ ἅγιον, ὥσπερ φύσει κατ’ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ τοῦ Υἱοῦ κατ’ οὐσίαν ἐστίν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι’ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον»· ἀντὶ τοῦ εἰπεῖν μετὰ τοῦ Υἱοῦ, διὰ τοῦ Υἱοῦ εἰρηκώς. Ὡς ὁ θαυματουργὸς Γρηγόριος, ἐν τῇ πρὸς αὐτὸν ἀποκαλύψει, «ἀγεννήτου μὲν ὄντος τοῦ Πατρός, φησί, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός, τοῦ τε Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι’ Υἱοῦ ἀϊδίως ἐκπεμφθέντος». Ὡς ὁ μέγας Βασίλειος ἐν τοῖς ἀντιῤῥητικοῖς· ἐν οἷς ἀπορεῖ, διατί μὴ καὶ τὸ Πνεῦμα Υἱὸς τοῦ Υἱοῦ;

λέγει, «οὐ διὰ τὸ μὴ εἶναι ἐκ Θεοῦ δι’ Υἱοῦ, ἤτοι σὺν τῷ Υἱῷ, ἀλλ’ ἵνα ἡ Τριὰς μὴ νομισθῇ, πλῆθος ἄπειρον, Υἱοὺς ἐξ Υἱῶν, ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα». Ὡς ὁ πολύτλας Ἀθανάσιος ἐν τῷ λόγῳ ᾦ ἐπιγέγραπται ἔλεγχος ὑποκρίσεως τῶν περὶ Μέλιτον, καὶ Εὐσέβιον, λέγει· «ἦν δ’ ἀδύνατον ἐν τῇ Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὃν ἐκ Θεοῦ δι’ Υἱοῦ, τουτέστιν ἄμα τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς προϊόν»· καὶ ἐν διαλέξει Ὀρθοδόξου καὶ Μακεδονιανοῦ πάλιν, «τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθέν, ἤτοι σὺν τῷ Υἱῷ προελθόν»· καὶ ἐν ὀλίγῳ, ὅπου δ’ ἂν οὕτω συνεπτυγμένη ἡ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ φωνὴ περὶ τοῦ Πνεύματος λέγηται, ἢ τὴν ΜΕΤΑ, ἢ τὴν ΣΥΝ, ἢ τὸ ΑΜΑ παραδηλοῖ.

Καὶ ἡ τοιαύτη τῶν προθέσεων τούτων ἀντιμετάστασις, οὐκ ἀσυνήθης τοῖς θείοις λογίοις ἐστί· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος Ἐφεσίοις γράφων, ὅτι «ἐγνώσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ»· ὅπερ ὁ θεῖος ἑρμηνεύων Χρυσόστομος, «τὴν ΔΙΑ, φησίν, ἐνταῦθα κεῖσθαι ἀντὶ τῆς ΣΥΝ· ὥστε τοιαύτην ἔννοιαν τὸ ἀποστολικὸν ῥητὸν ἔχειν, ὅτι σὺν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ, καὶ τοὺς ἀγγέλους ἐν οὐρανοῖς, τὰ ἀπόῤῥητα τοῦ Θεοῦ μυηθῆναι μυστήρια»· καὶ Ἀναστάσιος ὁ Ἀντιοχείας, ἐν τῷ περὶ πίστεως αὐτοῦ λόγῳ, ῥητῶς οὕτω τίθησι· «λόγος δὲ χωρὶς τοῦ Πνεύματος οὐκ ἔστιν, ὡς οὑδὲ νοῦς χωρὶς λόγου· νῦν δέ φαμεν εἶναι τὸν Πατέρα τοῦ λόγου νοῦν, ἐν ᾦ λόγος, μεθ’ οὗ τὸ Πνεῦμα τὸ ἅγιον». Καὶ ὁ θεῖος Δαμασκηνός, ἐν τοῖς δογματικοῖς αὐτοῦ κεφαλαίοις, «Πνεῦμα, φησί, μεμαθήκαμεν τὸ συμπαρομαρτοῦν τῷ λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν». Συμπαρομαρτεῖν δέ ἐστι τὸ συνακολουθεῖν, ὡς αὐτὸς ἐκεῖ φησι, συνακολουθούσης ἀδιαστάτως τε καὶ ἀχρόνως τῇ γεννήσει τῆς ἐκπορεύσεως· μεμαθήκαμεν δὲ εἶπεν, ὡς τῶν πρὸ αὐτοῦ θεολόγων οὕτω διδασκόντων αὐτό, παρ’ ὧν μυηθεὶς οὕτω νοεῖν τὸ Πνεῦμα δι’ Υἱοῦ, τὸ ἐκ τοῦ Υἱοῦ τοῦτο λέγειν παντάπασιν ἀπηγόρευσε, τὸ παρὰ τοῖς πατράσι συνεπτυγμένον καὶ δύσληπτον, ταῖς λεπτοτέραις καὶ κατὰ μέρος ἐρεύναις ἀναπτύσσων τε καὶ διασαφῶν.

Οὐκοῦν ὅταν ἀκούσῃς ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ὡς συμπαρομαρτοῦν τῷ λόγῳ καὶ αὐτὸς νόησον· οὕτω γὰρ τὴν ΔΙΑ, οὐχὶ κακῶς εἰς τὴν ΕΚ μεταλήψῃ, ἀλλὰ καλῶς μᾶλλον εἰς τὴν ΜΕΤΑ καὶ τὴν ΣΥΝ, ὡς τοῖς ἁγίοις δοκεῖ. Λέγει δὲ καὶ ὁ πολὺς τὴν σοφίαν Κύριλλος, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἀγωνιστικῷ αὐτοῦ λόγῳ· «τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ κατ’ οὐσίαν ὑπάρχει τοῦ Πατρός, οὕτω καὶ τοῦ Υἱοῦ κατ’ οὐσίαν ἐστίν· ὡς μετὰ τοῦ Υἱοῦ οὐσιωδῶς γεννηθέντος, ἐκ τοῦ Πατρὸς ἀφράστως ἐκπορευόμενον»· ὁρᾶς; ὅπερ ὁ θεῖος Μάξιμος πρὸ μικροῦ ἐν χρήσει ταύτῃ παραπλησίῳ διὰ τοῦ Υἱοῦ εἴρηκεν, οὗτος ἐνταῦθα μετὰ τοῦ Υἱοῦ τίθησι ταυτοδυναμεῖν ὧδε πιστεύων τὴν ΜΕΤΑ τῇ ΔΙΑ. Ὅ γε μὴν Γρηγόριος ὁ Νύσσης ἐν τοῖς κατ’ Εὐνομίου φησί· «Πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος, καὶ ἀεὶ Πατὴρ νοεῖται· ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς Υἱὸς τῷ Πατρὶ συνεπινοεῖται· δι’ αὑτοῦ δὲ καὶ μετ’ αὐτοῦ, πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ ἅγιον Πνεῦμα συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὥστε ποτὲ καὶ τὸν μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι».

Ὅρα ὅτι τὸ δι’ αὐτοῦ εἰπὼν προστίθησι προσεχῶς καὶ τὸ μετ’ αὐτοῦ, ἵνα τὴν ἀπάτην ἀνέλῃ τῶν τὴν ΔΙΑ νομιζόντων κἀνταῦθα αἰτίας εἶναι σημαντικήν· εἰ γὰρ μετ’ αὐτοῦ πρόεισι καὶ συνημμένως καταλαμβάνεται, πῶς ἂν ἐξ αὐτοῦ εἴη; Καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ συντακτηρίῳ αὐτοῦ λόγῳ· «ἡμῖν εἷς Θεὸς ἄναρχος, καὶ ἀρχή, καὶ τὸ μετὰ τῆς ἀρχῆς· ὄνομα δὲ τῷ μὲν ἀνάρχῳ Πατήρ· τῇ δὲ ἀρχῇ Υἱός· τῷ δὲ μετὰ τῆς ἀρχῆς, Πνεῦμα ἅγιον». Εὐσεβῶς οὖν εἴ πού περ εὑρεθῇ ἐν ταῖς χρήσεσι τῶν ἁγίων τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ Πατρὸς δι’ Υἱοῦ, οὐκ εἰς τὴν ΕΚ, ἀλλ’ εἰς τὴν ΣΥΝ πρόθεσιν τὴν ΔΙΑ νοήσομέν τε καὶ μεταληψόμεθα, μετὰ τοῦ τῆς θεολογίας ἐπωνύμου λέγοντες καὶ αὐτοί, εἷς ἡμῖν Θεὸς ὁ ἄναρχος Πατήρ, ἡ ἀρχὴ τῶν πάντων ὁ Υἱός, καὶ τὸ οὐκ ΕΚ τῆς ἀρχῆς, ἀλλὰ ΣΥΝ τῇ ἀρχῇ καὶ ΜΕΤΑ τῆς ἀρχῆς ἐκ τοῦ Πατρὸς Πνεῦμα ἅγιον.

Ὁ δὲ μέγας Βασίλειος ἐν μὲν τῇ πρὸς τὸν ἀδελφὸν Γρηγόριον ἐπιστολῇ, «τὸ Πνεῦμα, λέγει, τὸ ἅγιον μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεται, ἐκ δὲ τοῦ Πατρὸς ὑφέστηκεν»· ἐν δὲ τοῖς πρὸς τὸν ἅγιον Ἀμφιλόχιον κεφαλαίοις, «τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ, καὶ μετὰ τοῦ Υἱοῦ, καὶ σὺν τῷ Υἱῷ γνωρίζεται», φησί. Καὶ πάλιν «τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ μὲν εἴρηται, ᾦ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχον, τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὑτῷ γνωρίζεσθαι, ὡς ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Ἀκούεις τὸ γνωριστικὸν σημεῖον τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, ὅτι τὸ γνωρίζεσθαι διὰ τοῦ Υἱοῦ ἐστιν, ἀλλ’ οὐχὶ τὸ τὴν ὑπόστασιν ἔχειν ἐξ αὐτοῦ, ἀλλ’ ἐκ τοῦ Πατρὸς ὑφεστάναι;

Καὶ αὖθις ἐν τοῖς αὐτοῖς· «δόξα Πατρὶ δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι»· πρὸς δέ, «δόξα Πατρὶ μετὰ τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι». «Καὶ ἐπὶ πᾶσι, φησίν, ἀμφοτέρας οἶδεν ἡ Ἐκκλησία ταύτας τὰς χρήσεις, καὶ τὸ δι’ οὗ, καὶ τὸ μεθ’ οὗ, ἐπὶ τοῦ Υἱοῦ λέγεσθαι· καὶ οὐδετέραν αὐτῶν παραιτεῖται, ὡς ἀναιρετικὴν τῆς ἑτέρας». Καὶ Ἠσαΐας δὲ ὁ προφήτης «οὐαί, φησίν, οἱ βαθέως ποιοῦντες βουλήν, καὶ οὐ διὰ Κυρίου»· καὶ πάλιν· «τάδε λέγει Κύριος, ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου»· οὐ μετ’ ἐμοῦ δηλονότι, οὐδὲ μετὰ τοῦ Πνεύματός μου. Καὶ ἁπλῶς περὶ τὰς τῆς ἀκολουθίας ἐκφωνήσεις πᾶσα ἡ Ἐκκλησία, καὶ περὶ τὰ τέλη τῶν λόγων πάντες οἱ ταύτης διδάσκαλοι, τὴν δι’ οὗ ταύτην, καὶ τὴν μεθ’ οὗ χρῆσιν ἐπὶ τοῦ Υἱοῦ λέγοντες ἀδιάφορον οἴονται.

Ἀλλ’ εἴπερ ἡ ΔΙΑ φησιν ἐνταῦθα τὸ ΑΜΑ ἐδήλου, καὶ τὴν ΜΕΤΑ πρόθεσιν, καὶ τὴν ΣΥΝ, ἐχρῆν ὡσαύτως ἐπ’ ἀμφοῖν ἀντιστρέφειν τὸν λόγον λοιπόν· ἵν’ ὥσπερ φαμὲν παῤῥησίᾳ τὸ Πνεῦμα ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, οὕτω θαῤῥούντως καὶ περὶ τοῦ Υἱοῦ λέγειν εἴχομεν, ὅτι ὁμοίως γεννᾶται καὶ ὁ Υἱὸς ἐκ Πατρὸς διὰ τοῦ Πνεύματος· νῦν δέ, ὅτι μὲν τὸ Πνεῦμα ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεται, τοῖς διδασκάλοις ἅπασιν ὡμολόγηται, ὅτι δὲ γεννᾶται ὁ Υἱὸς ἐκ Πατρὸς διὰ Πνεύματος παρὰ πάντων σεσίγηται· ὥστε τοῖς συνορᾶν τὴν ἀλήθειαν ὁπωσοῦν αἱρουμένοις φωτὸς φανώτερον δείκνυται, ὅτι ἀντὶ τῆς ΕΚ μᾶλλον ἡ ΔΙΑ δεῦρο κεῖται, καὶ τὴν τοῦ Υἱοῦ αἰτίαν πρὸς τὸ Πνεῦμα ἀριδήλως παρίστησι· καθάπερ πάντως καὶ ἡ τοῦ λόγου ἀπαγγελία δηλοῖ, καὶ ἡ κατ’ εὐθεῖαν τῶν θείων προσώπων ὑπαρίθμησις μαρτυρεῖ. Πρὸς δὲ ταῦτα, τοῦτο πυνθάνομαι τῶν οὕτω προτεινομένων· ταὐτόν ἐστι τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ λέγειν τὸ Πνεῦμα προσωπικῶς ἐκπορεύεσθαι, τῷ ἐκ Πατρὸς δι’ Υἱοῦ, ἢ ἄλλο μέν τι συνάγει τὸ πρῶτον, καὶ ἄλλο τι δηλοῦν τὸ δεύτερον βούλεται;

εἰ μὲν ταὐτόν ἐστι τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ, τῷ ἐκ Πατρὸς δι’ Υἱοῦ, καὶ αἱ διάφοροι αὖται χρήσεις ἀδιάφορόν τι συνάγουσι, πάντως καὶ ἡ ΔΙΑ πρόθεσις, τῷ ΚΑΙ συνδέσμῳ ταὐτόν ἐστι, καὶ ὁ ΚΑΙ σύνδεσμος ἀντιμεθίσταται τῇ ΔΙΑ, καὶ τὸ μιᾷ προθέσει σαφέστατα σημαινόμενον, καὶ διὰ δύο σημαίνεται, ὅπερ παρέλκον δοκεῖ· εἰ δὲ ἄλλο τι τὸ πρῶτον σημαίνει, καὶ ἄλλο τι συμπεραίνει τὸ δεύτερον· τὸ μὲν γὰρ δηλοῖ ἀριδήλως, τὸ ἐκ δύο προσώπων προσεχῶς ἓν συνίστασθαι πρόσωπον, περὶ οὗ μάλιστα καὶ διαφερόμεθα· τὸ δέ, τὸ ἐκ τοῦ Υἱοῦ μὲν εἶναι τὸ Πνεῦμα δι’ ἑαυτοῦ, ἐκ δὲ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· λοιπὸν εἰ ταῦτα πιστεύοιτο, σκεπτέον τὰ ἐκ τούτων τικτόμενα ἄτοπα, καὶ τῶν τῆς Χριστοῦ Ἐκκλησίας θεολόγων ἀντίθετα.

Πρῶτον, ὅτι οὐ μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ, ἀλλὰ τοῦ μὲν μόνος, τοῦ δὲ οὐ μόνος ἐστί. Δεύτερον, ὅτι οὐχ εἷς τοῖν δυοῖν προσώποιν αἴτιος ἐν τῇ θείᾳ Τριάδι δοξάζεται παρ’ ἡμῶν, ἀλλὰ τοῦ μὲν εἷς, τοῦ δὲ δύο αἴτιοι. Τρίτον, ὅτι οὐκ ἴδιον τοῦ Πατρὸς τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον. Τέταρτον, ὅτι ὅσα ἁρμόζει αἰτίῳ, οὐ τῷ Πατρὶ μόνῳ ἁρμόζει, ἀλλὰ καὶ τῷ Υἱῷ δηλαδή. Πέμπτον, ὅτι οὕτω τὸ Πνεῦμα, Πνεῦμα Υἱοῦ, ὡς καὶ ἐξ αὐτοῦ. Ἕκτον, ὅτι οὐ τὸν ἕνα αἴτιον μετὰ τῶν ἐξ αὐτοῦ αἰτιατῶν ἕνα Θεὸν λέγομεν, ἀλλὰ καὶ τοὺς δύο αἰτίους, μετὰ τοῦ ἐξ αὐτῶν αἰτιατοῦ προσώπου. Ἕβδομον, ὅτι οὐ μόνον κοινὸν Υἱῷ καὶ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἀλλὰ καὶ ἴδιον τοῦτο πάλιν ἐστὶ τοῦ Υἱοῦ, ἄτε αὐτοῦ μόνου μόνον, ἐκ τοῦ Πατρὸς μόνου κεκτημένου τὸ εἶναι, ἀλλ’ οὐχὶ καὶ τοῦ Πνεύματος.

Ὄγδοον, ὅτι οὐ πάντα ὅσα ἐστὶν ὁ Υἱός, ἔστι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τῆς γεννήσεως μόνης, καθὼς τοῖς ἁγίοις δοκεῖ· ἀλλὰ καὶ πλὴν τοῦ προβάλλειν καὶ αὑτὸ πρόσωπον ἕτερον, ἐπεὶ οὐκ ἔστι καὶ αὑτὸ προβολεύς. Ἔνατον, ὅτι τὸ μὲν τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων ἀναίτιον αἴτιον, τὸ δὲ αἰτιατόν ἐστιν αἴτιον, τὸ δὲ αἰτιατὸν οὐδοπωσοῦν αἴτιον. Καὶ δέκατον ἐπὶ πᾶσιν, ὅτι καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα προσωπικῶς ἐκπορεύεται· ἤτοι τὸ αὐτὸ πρόσωπον ἐκ τοῦ πατρῴου προσώπου, καὶ κυρίως καὶ οὐ κυρίως, καὶ ἰδίως καὶ οὐκ ἰδίως, καὶ ἀμέσως καὶ ἐμμέσως, καὶ διῃρημένως καὶ ἡνωμένως, καὶ προσεχῶς καὶ οὐ προσεχῶς, καὶ προσωπικῶς καὶ οὐ προσωπικῶς, καὶ διειργόμενον προσώπῳ καὶ ἀδιαιρέτως ἐχόμενον, καὶ τρίτον τὸ αὐτὸ καὶ δεύτερον πιστευόμενον, καὶ ὁμοῦ πάντα χρήματα.

Τούτων οὖν οὕτω προδηλότατα τῶν ἀτόπων συναγομένων, εἰ δοίημεν ἐκ Πατρὸς καὶ Υἱοῦ, ἢ ἐκ Πατρὸς δι’ Υἱοῦ καθ’ ὑπόστασιν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, τίς ἔτι χρεία καὶ τὰ νοήματα, καὶ τοὺς λόγους, καὶ τοὺς ἁγίους, καὶ τὰς θείας ἀποφάσεις, καὶ πάντα βιάζεσθαι ῥέπειν ζυγὰ πρὸς τὸν ἡμέτερον ὄλισθον;

εἰ δὲ περὶ μὲν τοῦ Πνεύματος εὕρηται πολλαχοῦ, ὅτι ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεται, περὶ δὲ τοῦ Υἱοῦ εἴρηται οὐδαμοῦ, ὅτι ἐκ Πατρὸς διὰ Πνεύματος γεννᾶται καθ’ ὑπόστασιν, τὸ αἴτιον πρόδηλον· ἵνα γὰρ μὴ καὶ τὸ Πνεῦμα Υἱὸς τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ Πατὴρ τὸ αὐτὸ νομίζηται πρός τινος, ἡ σχετικὴ αὕτη ἀντιστροφὴ οὔτε πρὸς τὸν Πατέρα, οὔτε πρὸς τὸν Υἱὸν ἀπὸ τοῦ Πνεύματος λέγεται· ὃ καὶ ὁ ἱερὸς Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος φησί· καὶ ὁ Νύσσης Γρηγόριος ἐν τῇ εἰς τὸ Πάτερ ἡμῶν ἐξηγήσει θεολογεῖ· καὶ πολλοὶ τῶν θεηγόρων ἑτέρωθι· μᾶλλον δὲ πᾶσα ἡ Ἐκκλησία, ἐκ τοῦ Πατρὸς μὲν τὸ Πνεῦμα κηρύττει, ῥήμασί τε καὶ γράμμασιν, Υἱὸν δὲ τοῦτο λέγειν Πατρὸς ἀπαναίνεται· καίτοι γε τοῦ Πατρὸς πρὸς Υἱὸν λεγομένου Πατρός, τὸν καθ’ ὑπόστασιν ἐξ αὐτοῦ προϊόντα, καὶ τοῦ προερχομένου προσώπου προσωπικῶς ἐκ Πατρός, πρὸς Πατέρα κατὰ τὴν σχετικὴν ἀντιστροφὴν ἀποβλέποντος, ἀλλ’ ὅμως τὸ μὲν τούτων κηρύττεται παρ’ αὐτοῖς, τὸ δὲ σιγῇ παραδέδοται· οὕτω δὲ καὶ ἐπὶ τῆς ἀπαιτουμένης ταύτης ἀντιστροφῆς· ὅτι μὲν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἤτοι ἄμα τῷ Υἱῷ, καὶ σὺν τῷ Υἱῷ, καὶ μετὰ τοῦ Υἱοῦ ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τοῖς προῤῥηθεῖσιν ἁγίοις τεθεολόγηται, καὶ ἀπεικὸς οὐδὲν ἔπεισιν· ὅτι δὲ γεννᾶται καὶ ὁ Υἱὸς ἐκ Πατρὸς διὰ Πνεύματος τοῖς πᾶσι σεσίγηται· διατί;

ὅτι ὥσπερ εἰ λέγοιμεν ἐκ Πατρὸς τὸν Υἱὸν γεννᾶσθαι διὰ τοῦ Πνεύματος, δύο τοῦ Υἱοῦ Πατέρας λέγομεν εἶναι, οὕτως εἰ λέγοιμεν ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα προσωπικῶς ἐκπορεύεσθαι, δύο αἰτίους εἶναι τοῦ Πνεύματος λέγομεν· καὶ ὥσπερ εἰ λέγοιμεν κατ’ οὐσίαν Πατήρ, Πνεῦμα, Υἱός, καὶ τὸ ἓν ἅμα ποιοῦμεν αἴτιον τοῖν δυοῖν, καὶ τὰ δύο αἴτια τοῦ ἑνός· οὕτως εἰ λέγοιμεν κατ’ αἰτίαν, Πατήρ, Υἱός, Πνεῦμα, καὶ τὸ ἓν ποιοῦμεν αἴτιον τοῖν δυοῖν, καὶ τὰ δύο ἅμα αἴτια τοῦ ἑνός· καὶ ὥσπερ εἰ λέγοιμεν κατὰ λόγον μεγέθους, Πατήρ, Υἱός, Πνεῦμα, τὸ μὲν μειζότερον πάντως, τὸ δὲ μεῖζον τούτων, τὸ δὲ ἕλαττον νομιοῦμεν· οὕτω καὶ κατὰ λόγον ἀξιώματος, εἰ λέγοιμεν Πατήρ, Υἱός, Πνεῦμα, τὸ μὲν τοῦ μείζονος μεῖζον, τὸ δὲ τοῦ ἐλάττονος ἕλαττον λογισόμεθα· καὶ ὥσπερ εἰ καθ’ ὑπαρίθμησιν λέγοιμεν Πατήρ, Υἱός, Πνεῦμα, πρῶτον πάντως καὶ δεύτερον καὶ τρίτον ποιοῦμεν, οὕτω καὶ κατὰ τοπικὴν στάσιν εἰ λέγοιμεν Πατήρ, Υἱός, Πνεῦμα, ἀνάγκη καὶ τὸ μὲν τούτων πρότερον ἑστάναι, τὸ δὲ μετὰ τοῦτον ὕστερον εἶναι, τὸ δὲ καθεξῆς· καὶ ὥσπερ εἰ λέγοιμεν κατὰ χρόνον, Πατήρ, Υἱός, Πνεῦμα, ἀνάγκη τὸ μὲν τούτων πρότερον, τὸ δὲ ὕστερον εἶναι, τὸ δὲ μεταξύ· οὕτως εἰ λέγοιμεν κατὰ τάξιν Πατήρ, Υἱός, Πνεῦμα, ἀνάγκη τὸ μὲν τούτων πρότερον εἶναι, τὸ δὲ ὕστερον, τὸ δὲ μεταξύ· καὶ ὥσπερ εἰ λέγοιμεν στιχηδὸν κατὰ σχῆμα τὴν τάξιν τῆς θείας Τριάδος τηρεῖσθαι, τὸν ἀσχημάτιστον ἐν ἡμῖν σχηματίζομεν· οὕτως εἰ λέγοιμεν κατὰ τρόπον αὐτὴν θεωρεῖσθαι μόνον ἀπερίληπτον ταύτην ἡμῖν καὶ ἀνείδεον λογιζόμεθα· καὶ ὥσπερ εἰ λέγοιμεν ὁ Υἱὸς μόνος ἔχεται τοῦ Πατρός, τοῦ δὲ Υἱοῦ ἔχεται μόνον τὸ Πνεῦμα, διείργεσθαι λέγομεν τὸ Πνεῦμα τοῦ Πατρός· οὕτως εἰ λέγοιμεν, ὁ μὲν Υἱὸς δι’ ἑαυτοῦ ἑνοῦται τῷ Πατρί, τὸ δὲ Πνεῦμα διὰ τοῦ Υἱοῦ, εἴπερ τοῦτο χωρεῖν ἐν τῷ Υἱῷ ὅλον δι’ ὅλου νοοῖτο, συναλείφεσθαι λέγομεν τὸ Πνεῦμα τῷ Υἱῷ· ἀλλὰ τὸ μὲν διείργεσθαι τὸ Πνεῦμα τοῦ Πατρός, ἐν τῇ πρὸς Κανονικὰς ἐπιστολῇ ἀποῤῥαπίζει ὁ μέγας Βασίλειος οὕτω γράφων «εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ τὸ Πνεῦμα, διὰ Χριστοῦ δέ ἐστιν, οὐδὲ ἔστι τὸ παράπαν»· τὸ δὲ συναλείφεσθαι τῷ Υἱῷ διώκει ὁ θεολόγος Γρηγόριος ἐν τῷ συντακτηρίῳ αὐτοῦ λόγῳ, λέγων «φύσις μὲν τοῖς τρισὶ μία, ἕνωσις δὲ ὁ Πατὴρ ἐξ οὗ καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς, οὐχ ὡς συναλείφεσθαι, ἀλλ’ ὡς ἔχεσθαι»· καὶ μάλα εἰκότως· ἕνωσις γὰρ ὁ Πατὴρ πῶς ἂν εἴη, εἰ μὴ προσεχῶς καὶ ἀμέσως πρὸς ἑκάτερον ἔχει τῶν ἐξ αὐτοῦ;

ἀλλὰ καὶ τό, οὐχ ὡς συναλείφεσθαι, ἀλλ’ ὡς ἔχεσθαι, τὴν προσεχῆ καὶ ἄμεσον ἑκατέρου πρὸς αὐτὸν σχέσιν παραδηλοῖ· περὶ ὧν, ἐν τοῖς περὶ τάξεως, Θεοῦ διδόντος, εἰρήσεται σαφέστερόν τε καὶ γενναιότερον.

Ἀλλὰ τίς ἡ ἐπὶ τούτοις αὐτῶν ἀνθυποφορά; ὡς θαυμαστή, καὶ τοῖς ὅλοις ἀήττητος! Οὐκοῦν φασιν, ὥσπερ οὐ λέγομεν προσωπικῶς ἐκ Πατρὸς γεννᾶσθαι τὸν Υἱὸν διὰ Πνεύματος ἁγίου, ἵνα μὴ τοῦτο Πατὴρ τοῦ Υἱοῦ νομίζηται πρός τινος, οὕτως ἐπεί περ ὁμολογοῦμεν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, τρανώτατα διαγγέλλομεν τὸν Υἱὸν τοῦ Πνεύματος αἴτιον· ἀλλ’ ὦ βέλτιστ’ ἀνδρῶν (πρὸς τὸν τοῦτο προτεινόμενον, δικαίως πᾶς τις ἐρεῖ) εἴπερ δι’ ἓν μόνον ἄτοπον ὁ Υἱὸς τοῦ Πνεύματος οὐ θεολογεῖται παρά τινος, διὰ τοσαῦτα ἑπόμενα ἄτοπα καὶ τοιαῦτα, οἷα προείρηται, πῶς ἐκ τοῦ Υἱοῦ καθ’ ὑπόστασιν τὸ Πνεῦμα ῥηθήσεται;

ἔπειτα πρὸς τοῖς εἰρημένοις κἀκεῖνος ἔστιν εἰπεῖν, οὐχ ὅτι μή ἐστιν ὁ Υἱὸς ἐκ Πατρὸς σὺν τῷ Πνεύματι, σιωπᾶται τὸ λέγεσθαι τοῦτον· ἐκ Πατρὸς διὰ Πνεύματος εἶναι, ἤτοι μετὰ τοῦ Πνεύματος· τοῦτο γὰρ προδήλως αἱρετικώτατον, καὶ πάσης τῆς Χριστοῦ Ἐκκλησίας ἀλλότριον, τὸ δοξάζειν μὴ ἄμα καὶ ἄμφω τὰ πρόσωπα ταῦτα πατρόθεν ἔχειν τὴν ὕπαρξιν· ἀλλ’ ἵνα ὁ τῆς ἀκολουθίας πατροπαράδοτος τρόπος ἀμεταποίητος σῴζηται, οὐκ ἐκ Πατρὸς διὰ Πνεύματος ἐπὶ τὸν Υἱόν, ἀλλ’ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐπὶ τὸ Πνεῦμα λεγόμενος· ἐπεὶ ὅτι εὐσεβές ἐστι τὸ λέγειν ἐπὶ Υἱοῦ ἀντὶ τῆς ΣΥΝ καὶ ΜΕΤΑ τὴν ΔΙΑ, καὶ οὐδετέραν αὑτῶν παραιτεῖσθαι ὡς ἀναιρετικὴν τῆς ἑτέρας, οἱ πρὸ μικροῦ καταλεγέντες φωστῆρες μάρτυρες πιστότατοι· ὥστε ἡ ΔΙΑ πρόθεσις οὐ σημαίνει τὴν ΕΚ λεγομένη ἐνταῦθα, ἀλλὰ σαφῶς τὴν ΜΕΤΑ ὡς προδέδεικται· καὶ τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα λέγεσθαι πρὸς τῶν θεολόγων, οὐ τὴν ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ ἁγίου Πνεύματος ὕπαρξιν δείκνυσιν· ἄπαγε, ἐπεὶ ἀφῃρεῖτ’ ἂν τὸν Πατέρα, τὸ μόνον αἴτιον εἶναι θεότητος, ἀπήλεγχε δὲ καὶ τοὺς τοῦτο φάσκοντας θεολόγους, οὐκ ἀληθεῖς θεολόγους εἶναι· ὃ πάσης τόλμης ἐπέκεινα.

Ταῦτα μὲν οὖν ἡ ἐκ Πατρὸς δι’ Υἱοῦ φωνὴ σημαίνει συνεπτυγμένως κειμένη· εἰ δ’ ἀνεπτυγμένως, καὶ οἷον διῃρημένως ἀναγινώσκηται, ὡς χωρὶς μὲν κεῖσθαί που τὴν ἐκ τοῦ Πατρὸς μόνην χρῆσιν περὶ τοῦ Πνεύματος, τὴν δὲ δι’ Υἱοῦ πάλιν τὸ ἥμισυ ταύτης μετά τινας λέξεις ἰδίως, εἰς τὴν δι’ Υἱοῦ πρὸς ἡμᾶς χορηγίαν τοῦ Πνεύματος πᾶς ὁ τοῦ λόγου σκοπὸς ἀφορᾷ, καθὼς ἀκριβέστερον περὶ τούτου ἐν ἄλλοις εἴρηται· καὶ νῦν σαφηνείας χάριν, εἰρήσεται δεῦρο ἐξ ὑπαρχῆς· καί μοι προσέχετε λέγοντι καὶ ἀληθῆ καὶ σαφῆ.

Ὅτι τὸ ἔκ τινος εἶναί τι, οὐχ ἕν τι δύναται· τῶν γὰρ πλεοναχῶς λεγομένων καὶ τοῦτ’ ἔστιν· εἴτ’ ἐπὶ τῶν ὑπερουσίων, εἴτ’ ἐπὶ τῶν ὄντων τὸν λόγον ζητοίη τις. Λέγεται γὰρ ἕνα μὲν τρόπον ὡς ἐξ ὕλης, ὥσπερ ὁ ἀνδριὰς ἐκ χαλκοῦ· ἕτερον δέ, ὡς ἐκ τοῦ πρώτως κινήσαντος, ὥσπερ ὁ ἀνδριὰς ἐκ τοῦ τεχνίτου· ἄλλον δέ, ὡς ἐκ τοῦ συγκειμένου, ὡς ἐκ τοῦ ὅλου τὸ μέρος· ἄλλον δὲ τὸ ἀνάπαλιν, ὡς ἐκ τοῦ μέρους τοῦ εἴδους, τὸ ὅλον· οἷον λόγου χάριν, ἐκ τοῦ δίποδος ὁ ὁρισμὸς τοῦ ἀνθρώπου· ἕτερον δέ, τὸ μετ’ αὐτὸ γινόμενον τῷ χρόνῳ, ὡς νύκτα ἐξ ἡμέρας, καὶ ἐξ εὐδίας χειμῶνα· πάλιν λέγεται τοῦτο κατὰ γέννησιν, ὡς ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ· κατὰ λῆψιν, ὡς ἡ Εὕα καὶ αὐτὴ ἐκ τοῦ Ἀδάμ· καθ’ ὑλικὴν ἀποτομήν, ὡς φέρε λέγειν, τὸ ὕδωρ τοῦτο ἐξ ἐκείνου τοῦ ὕδατος· κατὰ τοπικὴν ἐξέλευσιν, ὡς εἰώθαμεν λέγειν ἐκ τῆς πόλεως ταύτης εἶναι τὸν δεῖνα· κατὰ χρονικὴν κίνησιν καὶ παρέκτασιν, ὡς λέγομεν ἐξ ἐκείνου τοῦ χρόνου καὶ μέχρι τοῦ δεῦρο· κατὰ ἀποστολήν, ὤς φαμεν ἐκ τοῦ βασιλέως ἀπεστάλθαι τόνδε τὸν ἄρχοντα· σημαίνει καὶ κίνησιν ἔκ τινος· καὶ τὸ ἔτεκεν, ὡς τό, ἐπειδὴ πεσόντας ἡμᾶς ἐκ τῆς ἁμαρτίας τὸ ἀπαρχῆς· ἤτοι διὰ τὴν ἁμαρτίαν.

Τὴν δὲ θείαν Γραφὴν περὶ Θεοῦ ποιουμένην τὸν λόγον, οὕτως ἄν τις εὕρῃ χρωμένην τὸ ἔκ τινος εἶναι, ἕνα μὲν τρόπον κατ’ αἰτίαν· οὕτω δὲ κατ’ αἰτίαν, ὡς ἐκ τῆς ἐνεργείας· ὥσπερ τὰ ποιήματα ἐκ τοῦ Θεοῦ, ὡς ἐκ τῆς ἐνεργείας αὑτοῦ· οὐ γὰρ οὕτω ταῦτα ἐκ τοῦ Θεοῦ, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ· ἕτερον δὲ τρόπον ἐκ τοῦ Θεοῦ κατ’ αἰτίαν ἐστίν, ὡς ἐκ τῆς φύσεως αὐτοῦ· τὴν γὰρ θείαν ἐνέργειαν ἐκ τοῦ Θεοῦ φαμεν, ὡς ἐκ τῆς φύσεως αὐτοῦ· ἄλλον δὲ τρόπον ἐκ τοῦ Θεοῦ λέγομεν κατὰ αἰτίαν, ὡς ἐκ τῆς ὑποστάσεως· καὶ τοῦτο διχῶς, ἢ κατὰ γέννησιν ἄῤῥητον, ὡς τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ἢ κατὰ τὴν ἀπόῤῥητον πρόοδον, ὡς τὸ Πνεῦμα ἐκ τοῦ Πατρός· ἐκ τοῦ Πατρὸς γὰρ καὶ ἄμφω κατὰ τὴν ὑπόστασιν· ἕτερον δὲ τρόπον ἐκ τοῦ Θεοῦ λέγομεν, οὐ κατ’ αἰτίαν, ἀλλὰ κατὰ λόγον οἰκειώσεως· φησὶ γὰρ ὁ Κύριος, ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ «ὁ ὢν ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει»· παρὰ δὲ ταῦτα πάντα, λέγεται τὸ ἔκ τινος εἶναί τι καὶ καθ’ ἕτερον τρόπον, τὴν πρὸς ἄλληλα τῶν προσώπων ὁμοουσιότητα σημαίνοντα· καὶ τοῦτον ὁμοίως ἐπί τε τῶν θείων, ἐπί τε τῶν ἀνθρωπίνων λεγόμενον· καθ’ ὃ σημαινόμενον λέγομεν, ὁ Ἰωάννης ἐστὶν ἐκ τῆς οὐσίας τοῦ Πέτρου, καὶ τοῦ Παύλου· καὶ Παῦλος τῶν ἀνθρώπων· οὐχ ὅτι γεγέννηται ἐκ πάντων αὑτῶν, ἀλλ’ ὅτι ὁμοφυής ἐστιν αὐτοῖς, καὶ τῆς αὐτῆς αὐτοῖς οὐσίας· καὶ κατὰ τοῦτο τὸ σημαινόμενον, οἱ θεῖοι πατέρες τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀποφαίνονται, τὴν πρὸς αὑτοὺς συμφυΐαν τοῦ Πνεύματος παραστῆσαι βουλόμενοι.

Ὡσαύτως δὲ καὶ τὸ διά τινος εἶναί τι, λέγεται μὲν καὶ ὡς διὰ τόπου, ὡς τόδε τὸ ὕδωρ ἐκεῖ διὰ τοῦ σωλῆνος εἰς ταυτηνὶ τὴν δεξαμενήν· λέγεται δὲ καὶ ὡς διὰ χρόνου, ὡς ὁ δεῖνα πεποίηκέ τι δι’ ἐνιαυσιαίου χρόνου· λέγεται καὶ ὡς διὰ προσώπου, ὡς τὸ διὰ τοῦ δεῖνος συνέτυχέ τις τῷ αὐτοκράτορι· λέγεται καὶ ὡς διὰ τῶν οἰκείων μελῶν, ὡς ὁ ἄνθρωπος διὰ τῶν ὀφθαλμῶν βλέπει, διὰ τῶν χειρῶν γράφει, καὶ τῶν ποδῶν περιπατεῖ· τοῦτο δ’ ἔοικε τῷ ὡς δι’ ὀργάνου· ἔστι δ’ ὅτε σημαίνει καὶ τὸ ταὐτὸν τῆς δυνάμεως, ὡς τὸ διὰ τῆς ἀκτῖνος τὸ φῶς τὸ ἡλιακὸν ἐκλάμπει· ταυτοδύναμα γάρ, τό τε ἡλιακὸν φῶς, καὶ ἡ τοῦ ἡλίου ἀκτίς· ἔστι δ’ ὅτε καὶ ἀντὶ τῆς ΥΠΟ λαμβάνεται, ὡς τὸ διὰ τοῦ ἡλίου ὁ κόσμος φωτίζεται· ἀντὶ τοῦ ὑπὸ τοῦ ἡλίου· λέγεται δὲ καὶ ὅτε τὸ πρῶτον καὶ ἀρχικὸν καὶ ποιητικὸν αἴτιον σημαίνει, ὡς τό, πάντα δι’ αὐτοῦ ἐγένετο, ἀντὶ τοῦ ἐξ αὑτοῦ· λέγεται καὶ ὅτε τὸ δημιουργικὸν αἴτιον σημαίνει, ὡς τό, διὰ τοῦ τέκτονος ἡ κλίνη· καὶ ὅτε τὸ ὑλικὸν αἴτιον, ὡς διὰ τῶν σανίδων τὸ πλοῖον συνίσταται· καὶ ὅτε τὸ ὀργανικὸν αἴτιον δηλοῖ, ὡς τὸ διὰ τοῦ πρίονος ἡ θύρα· ὃ καὶ μετὰ τοῦ πρίονος κατασκευάζει τὴν θύραν ὁ τέκτων· λέγεται δὲ καὶ ὅτε τὸ παραδειγματικὸν αἴτιον παρέχει νοεῖν, ὡς τό, διὰ τῆς ἀρετῆς τοῦ μεγάλου Παύλου, ὁ θεῖος Χρυσόστομος εἰς ἀρετὴν ἐῤῥυθμίζετο· καὶ ὅτε τὸ προσεχὲς δηλοῖ αἴτιον, ὡς ὁ καρπὸς διὰ τοῦ προσεχοῦς αἰτίου τοῦ κλάδου, ἐκ τοῦ πόῤῥω, ἤτοι τῆς ῥίζης γίνεται· ἔστι δ’ ὅτε δηλοῖ καὶ κίνησιν κατὰ τὰ ἐν μέσῳ εἰς τέλος ἀφορῶσαν· οἷον ἀπὸ Βυζαντίου τις περᾷ διὰ θαλάττης εἰς Ἀλεξάνδρειαν· ἔστι δ’ ὅτε σημαίνει τὸ ἅμα καὶ τὴν ΜΕΤΑ πρόθεσιν, ὃ φθάσας εἶπον πρὸ τοῦ, ὡς ἡ θερμαντικὴ δύναμις διὰ τῆς φωτιστικῆς δυνάμεως ἐκ τοῦ πυρὸς προέρχεται· ἄμα γὰρ καὶ ἀχωρίστως ὁμοῦ τῇ φωτιστικῇ δυνάμει καὶ ἡ θερμαντικὴ δύναμις ἐκ τοῦ πυρός, καὶ μετὰ τῆς θερμαντικῆς δυνάμεως ἡ φωτιστικὴ δύναμις ἐξ αὐτοῦ πρόεισι· δηλοῖ καὶ ἐνέργειαν ἄλλου διά τινος μεσιτεύοντος, ὡς ἐν τῷ διὰ Μωσέως ὁ νόμος ἐδόθη· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος τὸν Πατέρα λέγομεν πάντα ὅσα ἂν ποιῇ, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ ποιεῖν, καθ’ ἕτερόν τινα τρόπον· οὐ γὰρ ὡς δι’ ὀργάνου, ἢ δούλου, ἢ τοιούτου τινός, ἀλλ’ ὡς φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως.

Ἀλλ’ ἵνα ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, προσέχειν ἄξιον, ὅτι παρὰ ταῦτα πάντα τὰ σημαινόμενα, ἐπὶ τῶν θείων προσώπων, ὅπου δ’ ἂν κέηται τὸ διά τινος, ἐνεργείας ἐστὶ σημαντικόν, ἀλλ’ οὐκ ἐκπορεύσεως, ἢ γεννήσεως· τὸ μέντοι γε ἔκ τινος οὐχ ὡσαύτως, ἀλλ’ ὑποστάσεως πρόοδον ὑποφαίνει, ἢ ὁμοουσιότητα τῶν περὶ ἃ λέγεται δείκνυσι· πλὴν ἡμεῖς οὕτω δεχόμεθα τὴν δι’ Υἱοῦ τὸ Πνεῦμα φωνήν· ἄλλως δὲ πῶς ἂν εἴπῃ τις τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; εἰ μὲν διαβατικῶς καὶ προοδικῶς, τῆς ἀτοπίας! ὡς γὰρ διὰ σωλῆνος τοῦ Υἱοῦ τὸ Πνεῦμα νομίζει διέρχεσθαι· καὶ κενὸν ἑαυτοῦ τοίνυν ἕξει μεταξύ, ὁ καὶ πλήρης ὢν ἀεὶ καὶ τὰ πάντα πληρῶν· καὶ ὡς ἐν τόπῳ τῷ Υἱῷ περιληφθήσεται τὸ Πνεῦμα· καὶ πέρας ἔσται τοῦ Υἱοῦ, καθὸ τὸ Πνεῦμα περιλήψεται· πῶς δὲ καὶ αὐτὸς ὁ Υἱός ἐστιν ἐν τῷ προοδικῶς δι’ αὐτοῦ διερχομένῳ Πνεύματι; εἰ δὲ ὡς δι’ ὀργάνου, καὶ τοῦτο βλάσφημον· ἢ καθάπερ δι’ αὐτοῦ τὰ πάντα ἐκ τοῦ Πατρός, ὡς τῷ Πατρὶ συνδημιουργοῦντος, οὕτω καὶ τὸ Πνεῦμα δι’ αὐτοῦ; ἀλλὰ καὶ τοῦτο δύσφημον· λοιπὸν εἰπεῖν, ἄτε συνεκπορεύοντος αὐτό· οὐκοῦν καὶ αὐτὸ ἑαυτὸ συνεκπορεῦον τὸ Πνεῦμα τελειώσει ἑαυτό, ὥσπερ κἀκεῖ συνδημιουργοῦν τελεσιουργεῖ τὰ πάντα· τί γάρ ποτε κοινὸν Πατρί τε καὶ Υἱῷ, ὃ μὴ κοινόν ἐστι καὶ τῷ Πνεύματι; εἶεν.

Ἀλλ’ ἡ ΔΙΑ φασιν ἐφ’ ὧν τίθεται, τὴν τοῦ Υἱοῦ μόνον μεσότητα πρός τε τὸν Πατέρα καὶ τὸ Πνεῦμα δείκνυσιν, ἀλλ’ οὐχ ἑτέραν διαφοράν· ἡ γὰρ ΔΙΑ, φησὶν ὁ μέγας Βασίλειος «οὐκ ἄτονον τοῦ Υἱοῦ παρίστησι τὴν ἐνέργειαν, ἀλλὰ τῆς προκαταρκτικῆς αἰτίας ὁμολογίαν ἔχει»· καὶ πάλιν· «πανταχοῦ γὰρ ἡ ΔΙΑ ἐφ’ ὧν παραλαμβάνεται, τῷ πρὸ ταύτης αἰτίῳ συναγωνίζεται· πρὸς αὐτὴν τὴν ἐνέργειαν ἣν ἐκεῖνος σκοπεῖ, εἴτε ἐπὶ τῶν φυσικῶν, εἴτε ἐπὶ τῶν τεχνητῶν ἐθέλοι τις τὸν λόγον γυμνάζειν»· ἀλλ’ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἐπεὶ μία τῷ ἀριθμῷ φύσις θεωρεῖται, καὶ μία αὐτῆς καὶ ἐνέργεια ἡ πρόοδος, καὶ εἷς καὶ ὁ αὐτὸς Θεός, εἰκότως ἡ μὲν τοῦ Υἱοῦ ΔΙΑ, τῆς τοῦ Πατρὸς ΕΚ κατὰ τὴν σημασίαν οὐ διοίσει· ἀλλ’ αὐτὴ μὲν πρὸς τὴν ΕΚ μεταβήσεται, ἐκείνη δ’ αὖ πρὸς τὴν ΔΙΑ μεταστήσεται· καὶ κοινὴ μία καὶ ἡ αὐτὴ μετὰ τοῦ Πατρὸς ἀρχὴ τοῦ ἁγίου Πνεύματος ἔσται, διὰ τὸ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ὁμόθεον, καὶ τὸ τῆς οὐσίας ταὐτόν.

Ταῦτα οὕτω κατὰ λέξιν οἱ διὰ τὴν σοφίαν ἄποπτοι ἐκεῖνοι ἐκτίθενται, μικροπρεπῆ καὶ εὐέλεγκτα καὶ βλάσφημα, καὶ ἀνάξια ὄντα τῆς μούσης τῆς ἑαυτῶν· τίς γὰρ τῶν ἀπὸ Χριστοῦ καλουμένων εἰς τοσοῦτον μανίας ἀφίκετο, ὡς τολμῆσαι εἰπεῖν τὸ Πνεῦμα διὰ Πατρὸς ἐκπορεύεσθαι ἐξ Υἱοῦ, ἢ τὴν τοῦ Πνεύματος ὑπόστασιν ἐνέργειαν εἶναι Πατρὸς καὶ Υἱοῦ, ἢ τῆς μιᾶς φύσεως τοῦ ἑνὸς Θεοῦ μίαν πρόοδον εἶναι τὴν τοῦ Πνεύματος ὕπαρξιν; ἐῤῥέτωσαν οἱ τοιούτους φληνάφους τῇ ἀμωμήτῳ θεολογίᾳ ἡμῶν ἐπεισάγοντες.

Εἰ δὲ λέγοιεν, ἐπεὶ ἐκ Πατρὸς δι’ Υἱοῦ ἀϊδίως πρόεισι τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦτο δεῖ νοεῖν, ὅτι κατὰ τὴν πρόοδον ἐκείνην τὴν ἄχρονον οὕτω λέγεται, συνίτωσαν, ὅτι κἂν συνεπτυγμένως οἱ θεολόγοι ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγωσι, τὴν ἐκ Πατρὸς μετὰ τοῦ Υἱοῦ συνάναρχον πρόοδον τούτου ἀΐδιον εἶναι προφανῶς διαγγέλλουσι· κἂν πάλιν ἀνεπτυγμένως, καὶ οἷον διῃρημένως, ὃ δὴ καὶ ἔφθην εἰπών, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ προϊέναι τοῦτό φασι, διὰ μὲν τῆς ΕΚ, ἐκ τίνος ἔχει τὸ εἶναι τοῦτο, διὰ δὲ τῆς ΔΙΑ, διὰ τίνος τοῖς ἀξίοις ἡ οὐσιώδης αὐτοῦ ἐνέργεια χορηγεῖται κηρύττουσιν, ὡς ἐν τῇ πρὸ ταύτης ὁμιλίᾳ, διὰ πλειόνων σαφῶς ἀποδέδεικται. Τελείαν δὲ ταύτην τὴν θείαν ἐνέργειαν, καὶ ἐξ ἀϊδίου εἶναι χρὴ τῇ Τριάδι, καθάπερ τῇ τοῦ ἡλίου ἀκτῖνι τὸ φῶς, κἂν μηδεὶς ὁ μετέχων ταύτης εἴη τῆς ἐνεργείας ἐκεῖ· ὅπερ καὶ τῷ εἰκότι λόγῳ οὐ διαμάχεται· τῇ γὰρ θείᾳ φύσει, οὔτε τι τῶν οὐκ ἀναγκαίων, οὔτε τι χρονικὸν καὶ παρέλκον, οὐ προσῆν, οὐ πρόσεστιν, οὐ προσέσται.

Εἰ γὰρ καὶ ὁ φιλοσόφος, καὶ ὁ ἰατρὸς ἔχειν θέλει καὶ τὴν γνῶσιν καὶ τὴν τέχνην τελείαν, κἂν μὴ ὦσιν οἱ μανθάνοντες, ἢ ἰατρευόμενοι· καὶ οἱ ὁρατικοὶ δέ, ἀεὶ ὁρατικοὶ καὶ καθεύδοντες, καὶ νυκτὸς ἀνακείμενοι, κἂν μὴ ὦσιν ἃ ὁρῶσιν· ἐπειδὴ τέλειοι οἱ ὁρατικοί εἰσιν, ἵν’ ὅταν θέλωσιν ὁρᾶν παρῇ αὐτοῖς ἡ ὅρασις, καὶ οὐχὶ τότε ἐπικτήτως προέρχοιτο· πολλῷ μᾶλλον ἀνάγκη τὴν θείαν ἐνέργειαν, συναΐδιον εἶναι τοῖς θείοις προσώποις, ἴσην καὶ οὐκ ἐπίκτητον, ἵνα μὴ καὶ ἀτελὴς Θεὸς ἡμῖν ἡ Τριάς ποτε νομισθείη.

Ὅτι δ’ ἀληθῆ ταῦτα, κἀκεῖθεν δῆλον. Ὁ γὰρ μέγας Βασίλειος τὰς ἐνεργείας τοῦ Πνεύματος, τάς τε δωρεάς, καὶ τὰ χαρίσματα ἀπαριθμησάμενος, ἐν τοῖς κατ’ Εὐνομίου, ἐπάγει «ταῦτα πάντα ἀϊδίως ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲν ἔχον ἐπίκτητον, ἀλλ’ ἀϊδίως πάντα ἔχον»· καὶ πάλιν· «οὐκ ἐν χρόνῳ τὸ προϊὸν ἐκ τοῦ Θεοῦ πρόεισι, κἂν ἐν χρόνῳ τὰς ἐνεργείας ἀποδιδῷ»· ἔν τε τῷ πεντεκαιδεκάτῳ τοῦ πέμπτου περὶ Τριάδος ὁ μακάριος Αὐγουστῖνος ῥητῶς οὕτω τίθησι, «λέγω δὲ καθ’ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, εἰ οὔτως ἐξεπορεύετο ὡς μέλλειν δοθήσεσθαι, ἤδη δῶρον ἦν καὶ πρὶν εἶναι τὸν ᾦ ἂν δοθείη· ἄλλως γὰρ νοεῖται δῶρον λεγόμενον, καὶ ἄλλως ἐπειδὰν δεδωρημένον λέγηται· καὶ γὰρ δῶρον μὲν δύναται εἶναι καὶ πρὶν ἢ δοθῆναι, δεδωρημένον δέ, εἰ μὴ δοθείη, κατ’ οὐδένα τρόπον δύναται λέγεσθαι».

Ἔν τε τῷ ιςʹ τοῦ αὐτοῦ πάλιν· «καὶ γὰρ ἀϊδίως μὲν δῶρον τὸ Πνεῦμα, χρονικῶς δὲ δεδωρημένον». Τούτοις καὶ ὁ μέγας Μάξιμος συνᾴδων φησί, «πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον· πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα»· καὶ μάλα εἰκότως φαίη τις ταυτί· ὃ γὰρ ἔχει Θεὸς ἐξ ἀϊδίου ἔχει, καὶ οὐκ ἐπίκτητον· εἰ καὶ ἐν χρόνῳ καὶ προσφάτως, οἷς ἂν ἐθέλοι τοῦτο διὰ φιλανθρωπίαν δείκνυσιν· ἐπεὶ καὶ δημιουργεῖ μὲν προσφάτως, καὶ ὅτε βούλεται, ἐξ ἀϊδίου μέντοι τὸ δημιουργεῖν ἔχει.

Λοιπὸν ἐκ πάντων τούτων συνάγαγε ἄνθρωπε ὁ θέλων ἀληθείᾳ σωθῆναι, καὶ ὀρθοδόξως πιστεύειν εἰς τὴν Τριάδα τὸν ἕνα Θεόν· ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγεται προϊέναι ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ, καὶ διὰ τὴν ταυτότητα τῆς οὐσίας, καὶ ὡς συμπαρομαρτοῦν τῷ λόγῳ, καὶ σὺν αὐτῷ, καὶ μετ’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ὅν, καὶ δι’ αὐτοῦ τοῖς ἀξίοις διδόμενον· οὐ μὴν διὰ τὸ καὶ ἐξ αὐτοῦ προσωπικῶς ἐκπορεύεσθαι.

Καὶ σπεῦσον πάσῃ προθέσει πρὸς τῷ πιστεύειν ὀρθῶς, καὶ ἀγάπην προσκτήσασθαι ἀνυπόκριτον. Ἀγάπην δὲ δείκνυσι τοιαύτην, οὐ κοινωνία τραπέζης, οὑδὲ πρόσρησις ψιλή, οὐδὲ κολακεία ῥημάτων, ἀλλὰ τὸ σκοπεῖν καὶ προνοεῖσθαι τὸ τοῦ πλησίον συμφέρον· τὸ τὸν πεπτωκότα ἀναστῆσαι, τὸ τῷ κειμένῳ χεῖρα ὀρέξαι, τὸ πρὸ τῶν οἰκείων ἀγαθῶν τὰ τοῦ πλησίον ζητεῖν, τοῦτο ἀγάπης γνησίας τεκμήριον· ἡ γὰρ ἀγάπη τὸ ἑαυτῆς οὐ βλέπει, ἀλλὰ πρὸ τῶν ἑαυτῆς τὰ τοῦ πλησίον ὁρᾷ· ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς, ἐδήλωσεν ὁ Χριστὸς ἅλας ἡμᾶς καλέσας, καὶ ζύμην, καὶ φῶς· ταῦτα δ’ ἑτέροις εἰσὶ χρήσιμα καὶ λυσιτελῆ· καὶ γὰρ ὁ λύχνος οὐχ ἑαυτῷ φαίνει, ἀλλὰ τοῖς ἐν σκότει καθημένοις· καὶ σὺ λύχνος εἶ, οὐχ ἵνα τοῦ φωτὸς ἀπολαύσῃς μόνος, ἀλλ’ ἵνα καὶ τὸν πεπλανημένον ἐπαναγάγῃς· τί γὰρ ὄφελος λύχνου ὅταν μὴ φαίνῃ τῷ ἐν σκότει καθημένῳ; τί δὲ ὄφελος χριστιανοῦ ὅταν μηδένα κερδάνῃ; μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ; πάλιν τὸ ἄλας οὐχ ἑαυτὸ συνέχει καὶ σφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει καὶ οὐκ ἀφίησι διαῤῥυῆναι καὶ ἀπολέσθαι· οὕτω δὴ καὶ σύ, ἐπειδὴ ἄλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικόν, τὰ σεσηπότα μέλη, τοὐτέστι τοὺς ῥαθύμους τῶν ἀδελφῶν ἐπίστυψον καὶ σύσφιγξον, καὶ τῆς ῥαθυμίας ἀπάλλαξον.

Διὰ τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα, τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα.

Ὅτι καὶ σύμπαντες οἱ ὀρθόδοξοι ἓν σῶμά ἐσμεν τοῦ Χριστοῦ καὶ μέλη ἐκ μέρους, καθὼς τῷ θειοτάτῳ Παύλῳ δοκεῖ· οὐδὲν δὲ τῶν ἐν τῷ σώματι μελῶν τῷ ἑαυτοῦ συμφύτῳ μέρει ἐχθραίνει, οὐδὲ φθονεῖ, οὐδὲ μάχεται. Ἐὰν μὴ ἐκ συμφωνίας καὶ ἡμεῖς πρὸς ἑνὸς σώματος ἁρμολογίαν, ἐν Πνεύματι ἁγίῳ συναρμοσθῶμεν, ἕκαστος δὲ ἡμῶν τὸ ἑαυτοῦ αἱρῆται, μὴ κατὰ τὸ ἀρεστὸν τῷ Θεῷ πρὸς τὸ κοινῇ συμφέρον σκοπῶν, ἀλλὰ τὸ ἴδιον τῆς αὐταρεσκείας πάθος πληρῶν, πῶς δυνάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σῴζειν τὴν τῶν μελῶν πρὸς ἄλληλα συμφωνίαν, ἢ τὴν ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἤτις ἐστὶν ὁ Χριστός; ὥσπερ γὰρ ἡ χείρ, ἢ ὁ πούς, ἢ ἄλλο τι τῶν τοῦ αὐτοῦ σώματος μελῶν, τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεές ἐστι, καὶ ἄνευ τῆς τῶν λοιπῶν μελῶν συνεργίας, οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν δυνατήν, ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ ἡμετέρα ζωῇ, καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, χωρὶς τῆς πρὸς ἀλλήλους συναντιλήψεως· εἰ δὲ καὶ πάντες συγγενεῖς, καὶ πάντες ἀδελφοί, καὶ ἑνὸς Πατρὸς ἔκγονοι πάντες, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ καὶ κράματος διηρτύμεθα, καὶ ἀδελφὴ ἡ φύσις ἡμῶν κατὰ σάρκα, καὶ ἀδελφὴ ἡ γέννησις ἡμῶν ἡ κατὰ Πνεῦμα, ἴσοι πάντες ἐσμὲν ἐν Χριστῷ, πῶς δυνάμεθα τοῦ Χριστοῦ εἶναι καὶ ἀλλήλων ἔχεσθαι, μὴ συνεργοῦντες ἀλλήλοις ἐν ὁμονοίᾳ;

Διό φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, «οὐδὲν ὁμονοίας ἴσον, οὐδὲ συμφωνίας διὰ Θεόν, ὁ γὰρ εἷς πολλοστός ἐστιν οὗτος· ἂν γὰρ ὁμόψυχοι ὦσι δύο, ἢ δέκα, οὐκέτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλάσιος ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα· κἂν ἐχθρὸν ἔχωσιν, ὁ τῷ ἑνὶ προσβαλών, ἐν τοῖς δέκα προσβαλὼν οὕτως ἁλίσκεται· οὐ γὰρ ὑφ’ ἑνὸς βάλλεται μόνον, ἀλλ’ ὑπὸ τῶν δέκα στομάτων· ἠπόρησεν ὁ εἷς, ἀλλ’ οὐκ ἔστιν ἐν ἀπορίᾳ, τῷ γὰρ μείζονι μέρει, τοὐτέστι τοῖς ἐννέα εὐπορεῖ· καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος· ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσιν ὀφθαλμούς, καὶ πόδας τοσούτους· οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ τοῖς ἑαυτοῦ βαδίζει ποσίν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων· ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἐκεῖνοι ὑπὲρ αὐτοῦ μεριμνῶσιν· εἰ δὲ καὶ ἑκατὸν γένοιντο, τὸ αὐτὸ ἔσται πάλιν, καὶ ἐκτανθήσεται τὰ τῆς δυνάμεως. Εἶδες ἀγάπης ὑπερβολήν; πῶς ἀκαταγώνιστον ποιεῖ τὸν ἕνα καὶ πολλαπλασίω; πῶς ὁ εἷς πολλαχοῦ δύναται εἶναι, ὁ αὐτὸς καὶ ἐν Περσίδι, καὶ ἐν Ῥώμῃ· καὶ ὅπερ φύσις οὐ δύναται ἡ ἀγάπη δύναται;

τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ· ἐὰν οὖν χιλίους ἔχῃ φίλους, ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως; ὁρᾷς πῶς αὐξητικὴ ἡ ἀγάπη; τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι· τὸ χιλιοστὸν ποιῆσαι τὸν ἕνα· τίνος οὖν ἕνεκεν οὐ κτώμεθα ταύτην τὴν δύναμιν, καὶ ἐν ἀσφαλείᾳ καθιστῶμεν ἑαυτούς; τοῦτο πλούτου κρεῖττον παντός· τοῦτο ὑγιείας, τοῦτο αὐτοῦ τοῦ φωτός, τοῦτο εὐθυμίας ὑπόθεσις· μάθε καὶ ἐξ ἐνεργείας τὸ πρᾶγμα· ἔστω τις μηδένα φίλον ἔχων, ποίαν ζήσεται ζωήν; κἂν γὰρ μυριάκις ᾗ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων ἕρημος καὶ γυμνὸς καθέστηκεν· ὥστε μία ἐστὶν ἀκρόπολις στεῤῥοτάτη, ἣν ὑπερβῆναι οὐδεὶς ἐξισχύσειεν, ἡ πρὸς τὸν πλησίον ἀγάπη καὶ ἡ ὁμόνοια».

Διά τοι τοῦτο σπούδασον ὅσον δύνῃ, πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὐ δύνῃ, κἂν μηδένα μισήσῃς· ὅτι οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον, ἢ λύπην, ἢ ὀργήν, ἢ μνησικακίαν τὸ σύνολον καθ’ οἱονδήποτε τρόπον, ἢ δι’ οἱονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα Εὐαγγέλια· καὶ οἱ ἐνιστάμενοι ζῶντί σοι κατὰ τὸν ὀρθὸν λόγον, ὥσπερ ἀπὸ τῆς ὑγιοῦς πράξεως ἀποτρέψαι σε οὐ δυνήσονται, οὕτω μηδὲ τῆς πρὸς αὐτοὺς ἀγάπης ἐκκρουέτωσαν· ἀλλὰ φύλαττε σεαυτὸν ἐπ’ ἀμφοτέρων ὁμοίως· μὴ μόνον ἐπὶ τῆς εὐσταθοῦς κρίσεως καὶ πράξεως, ἀλλὰ καὶ ἐπὶ τῆς πρὸς τοὺς κωλύειν ἐπιχειροῦντας, ἢ ἄλλως δυσχεραίνοντας, πραότητος καὶ στοργῆς. Καὶ γὰρ τοῦτο ἀσθενείας, τὸ χαλεπαίνειν αὐτοῖς, ὥσπερ τὸ ἀποστῆναι τῆς πράξεως, καὶ ἐνδοῦναι καταπλαγέντα· ἀμφότεροι γὰρ ἐπίσης λιποτάκται· ὁ μὲν ὑποτρέσας, ὁ δ’ ἀλλοτριωθεὶς πρὸς τὸν φύσει συγγενῆ καὶ φίλον· εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, εὐχαριστεῖν δεῖ· καὶ μικροῦ χάριτας ὁμολογεῖν τοῖς ἐπηρεάζουσιν· ἐπείπερ οὗτοί εἰσιν, οἱ τοὺς μισθοὺς προξενοῦντες τοῖς ὑπομένουσιν.

Ἐπίστησον δὲ κἀκεῖνο, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις, καὶ ἄλλος τοιοῦτος εἶ· καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχῃ, ἢ διὰ δειλίαν, ἢ διὰ κενὴν δόξαν, ἢ τοιοῦτόν τι κακὸν ἀπέχῃ· εἶτα οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας ὁμολογουμένως· πολλὰ γὰρ ἄλλως γίνεται, καὶ ἑτέρως δοκεῖ· καὶ ὅλως πολλὰ δεῖ πρότερον παθεῖν, ἵνα περὶ ἀλλοτρίας πράξεως ἀποφήνηταί τις καταληπτικῶς· ὅταν δὲ καὶ λίαν ἀγανακτῇς, ἢ δυσπαθῇς, ἀκαριαῖος ὁ ἀνθρώπινος βίος, καὶ μετ’ ὀλίγον πάντες ἐκλείπομεν· μνήσθητι δὲ καὶ ὁπόσα προσκρούεις Θεῷ καθ’ ἑκάστην ἡμέραν, ἐν διανοίᾳ, ἐν λόγοις, ἐν πράξεσιν· ἀλλ’ ὅμως τῆς τῶν τοιούτων καὶ τηλικούτων ἁμαρτημάτων ἀπαλλαγῆς, ἔδωκεν ἡμῖν σύντομον καὶ ῥᾳδίαν ὁδόν, καὶ παντὸς ἀπηλλαγμένην πόνου ὁ Θεός· ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι ταύτης, καὶ ἄνεσιν πολλὴν ἡμῖν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ· οὑδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακράν, οὑδὲ κορυφὰς ὀρῶν ὑπερβῆναι, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα· ἀλλ’ ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτήματα· ἀψευδὴς γὰρ ὁ εἰπὼν «ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὑτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.