Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δωδέκατος: Η ανεπάρκεια των αισθητών παραδειγμάτων

Κριτική της χρήσης υλικών παραδειγμάτων για τη θεία φύση, αναίρεση της διδασκαλίας περί διπλής εκπορεύσεως και προβολή του Αποστόλου Παύλου ως προτύπου μιμήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 12 από 21

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΙΒʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Ῥηθεὶς ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῷ, ἐπὶ συνελεύσει τοῦ βασιλέως, καὶ πλείστων ἀρχιερέων, καὶ τῆς συγκλήτου· παραδεικνὺς φανερῶς, ὅτι τὰ παραδείγματα εἰς ἀποδείξεως λόγον ἐπὶ Θεοῦ χώραν οὐκ ἔχει· σαφηνείας δὲ χάριν μόνης παραλαμβάνονται Ἐπεί περ οὐκ ἔστιν, οὔτε τι νοῆσαι χρηστόν, οὐδὲ εἰπεῖν τι σεμνόν, οὐ δέ τι πρᾶξαι καλόν, μὴ τοῦ ἁγίου Πνεύματος ἡμῖν συνεφαπτομένου, μᾶλλον δὲ τὸ ὅλον αὐτοῦ ἀπεργαζομένου, ἐκείνῳ τὸ πᾶν ἀναθέμενοι, περὶ αὑτοῦ τοῦ Πνεύματος ἐπιχειρῶμεν λαλεῖν.

Ἀλλ’ ἀκριβῶς προσεκτέον τοῖς λεγομένοις, ἵνα μὴ καὶ αὐτοὶ τὸν ὑπὲρ τούτων ἀνόνητον ὑπομείνωμεν πόνον, καὶ ὑμεῖς διὰ ῥαθυμίας λήθῃ παραδῶτε τὰ εἰρημένα· ἡ γὰρ λήθη ῥαθυμίας θυγάτηρ· ἀμφότερα δὲ ἀπιστίας ἔγγονα. Διττοῦ οὖν ὄντος λόγου παντός, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀλλότριον ἀνατρέποντος, ὡς ἔγωγε οἶμαι, ἡ δι’ ἀμφοῖν τῆς ἀληθείας ἀπόδειξις τόνδε γινομένη τὸν τρόπον, ἔστι πρὸς πίστωσιν ἱκανή. Φημὶ δὲ ὡδί· οἷον ὑποθέμενον μὲν καὶ ἀμφοτέρας τὰς ὑποθέσεις τὸν περὶ τούτων σκεπτόμενον, εἶτα χωρὶς διελόμενον τὰ ἑκατέρᾳ ἑπόμενα, θεωρεῖν ὁπότερα τούτων ὁμόλογα, ἢ μαχόμενα τῇ ἀληθείᾳ ἐστί· καὶ τὰ μὲν αἱρεῖσθαι σὺν τῷ λόγῳ, τὰ δὲ ἀποτρέπεσθαι· τὸ γὰρ ἀληθὲς αὐτὸ ἑαυτῷ ἅπαν ὁμόλογον· ὃ δὲ ἑαυτῷ περιπίπτει, ἀληθείας πάντως ἐστὶν ἐκτός· ὃ μάλιστα καὶ ἡμῖν ἐπιμελῶς καὶ φυλακτέον, καὶ ποιητέον, εἰ μὴ μέλλοιμεν πάντῃ τοῦ εἰκότος διαμαρτεῖν. Καὶ πρῶτον μὲν ῥητέον τὰς χρήσεις, ὅσαι περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως διειλήφασι. Δεύτερον δὲ σκεπτέον ἐπιεικῶς, πῶς ἐκλαμβάνουσι ταύτας οἱ πρὸς ἡμᾶς διὰ ταῦτα διαφερόμενοι; τί δὲ καὶ ἡμῖν περὶ τούτων δοκεῖ; Καὶ τρίτον ἐξεταστέον περὶ ἑκάστης εἰς τίνα σκοπὸν ἀφορᾷ; πῶς δὲ καὶ πρὸς τῶν ἁγίων κατὰ διαφόρους ἑρμηνεύθη καιρούς; καὶ μήτε ἡμῖν αὐτοῖς, μήτε τοῖς ἡμῶν ἀντιθέτοις λοιπόν, ἀλλὰ τοῖς ἁγίοις μόνοις πιστευτέον περὶ πασῶν.

Οὕτω καὶ γὰρ ἔσται ἡ ἀλήθεια δήλη, καὶ ἡ πίστις ἡμῶν ἀναμφίβολος, καὶ ἡ μερὶς μετὰ τοῦ Θεοῦ· καὶ πᾶσα ἔρις εὐθὺς γενήσεται ἐκποδών, καὶ ἡ ἄνωθεν εἰρήνη παῤῥησιάσεται.

Ἐλέγομεν τοίνυν ἐν τοῖς προσεχῶς ἡμῖν περὶ τοῦ Πνεύματος εἰρημένοις, χρῆσιν ἁγίων κοινήν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγεται προϊέναι ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ· καὶ τί βούλεται συνάγειν αὕτη διερευνῶντες, κατὰ τὰς ὑπερφυεῖς αὐτοῦ δωρεάς, τοῦτο λέγεσθαι παρ’ αὐτῶν μεμαθήκαμεν· σκοπήσωμεν οὖν, εἰ δοκεῖ, πῶς καὶ πρὸς τῶν τἀναντία φρονούντων ἡμῖν νοεῖται, ἢ ἐκλαμβάνεται αὕτη ἡ χρῆσις· λέγω δή, ἡ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι λέγουσα· εἶτα Θεοῦ συνεργοῦντος σκεψόμεθα πάλιν, τί τούτοις ἀπ’ ἐναντίας οἱ ἄγιοι ἀποφαίνονται.

Καὶ δὴ λέγομεν δεῦρο, τὰ ὡς αὐτοί φασιν ἑαυτοὺς ἐξηγούμενοι, ὅτι τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, τὸν τρόπον τοῦτον ἡμεῖς ἐκλαμβάνομεν, ὡς τὸν μὲν καρπὸν ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου συνίστασθαι, τὸν δὲ κρουνὸν ἐκ τῆς βρύσεως διὰ τοῦ σωλῆνος ἐκρέειν, καὶ τὸ φῶς ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος ἐκλάμπειν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, οὐ μόνον δι’ αὐτῶν, ἀλλὰ καὶ ἐξ αὐτῶν λέγεται· ὅτι ὁ καρπὸς ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου, καὶ ἐκ τοῦ κλάδου· καὶ ὁ κρουνὸς ἐκ τῆς βρύσεως διὰ τοῦ σωλῆνος, ἢ ἐκ τοῦ σωλῆνος· καὶ τὸ φῶς ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος, ἢ ἐκ τῆς ἀκτῖνός ἐστιν· ὅθεν καὶ αἴτιον μὲν εἶναι προσεχὲς καὶ ἄμεσον τοῦ Πνεύματος λέγομεν τὸν Υἱόν, ἔμμεσον δὲ τὸν Πατέρα καὶ πόῤῥω· καὶ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμά φαμεν καὶ ἐκ τοῦ Υἱοῦ, καὶ ἐκ Πατρὸς αὐτὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι· καθάπερ ἀμέλει τὸν καρπὸν ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου, τὸν κρουνὸν ἐκ τῆς βρύσεως διὰ τοῦ σωλῆνος, καὶ τὸ φῶς ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος.

Πρὸς δὴ ταῦτα ἡμεῖς καθόλου μὲν ἐκεῖνό φαμεν, ὅτι τὰ παραδείγματα καὶ τὰς εἰκόνας οὐκ εἰς ἀπόδειξιν, ἀλλὰ σαφηνείας χάριν παραλαμβάνομεν, προϋποκειμένων τῶν πραγμάτων οὕτως ἔχειν ἀμφιβολίας πάσης ἐκτός· τούτων δὲ τὸ ἄδηλον ἐχόντων, καὶ διὰ τοῦτο ζητουμένων, ἐκ τῶν παραδειγμάτων ἀποδεικνύναι ταῦτα πειρᾶσθαι, οὐδὲν ἄλλο ἐστίν, ἢ τὰ ζητούμενα τιθέναι ὥσπερ ὁμολογούμενα· καί γε ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, τοσαύτην κατέγνω τῶν παραδειγμάτων ἀνομοιότητα ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ ταῦτα πολλὴν εἰς τὴν περὶ τούτων ζήτησιν τὴν μέριμναν προκαταβαλόμενος, ὥστε «οὐδέν ἐστι, φησίν, ὅ μοι τὴν διάνοιαν ἵστησιν, ἐπὶ τῶν ὑποδειγμάτων θεωροῦντι τὸ φανταζόμενον· πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπὸ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. Τέλος οὖν ἔδοξέ μοι κράτιστον εἶναι, τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι, καὶ τὰς σκιὰς ὡς ἀπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας, αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ’ ὀλίγων ῥημάτων ἱστάμενον, ἑκάστην τε τῷ Πνεύματι χρώμενον, ἣν ἐκεῖθεν ἔλλαμψιν ἐδεξάμην, ταύτην διαφυλάττοντα, ὡς γνησίαν κοινωνὸν καὶ συνόμιλον, τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι διατέμνοντα».

Καὶ πάλιν ἐν τῷ αὐτῷ· «Δός μοι Θεὸν ἄλλον καὶ Θεοῦ φύσιν, φησί, καὶ δώσω σοι τὴν αὐτὴν Τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων· εἰ δὲ εἷς Θεός, μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ περὶ σέ; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τὴν εἰκασίαν τῶν ἄνω λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως· καὶ ὅ φησιν Ἠσαΐας, ζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς· καὶ μήν, εἰ καὶ ἀληθεῖς ἐπὶ τῶν ὄντων οἱ λόγοι, τίς ἡ ἀνάγκη καὶ ἐπὶ τῶν θείων ἀληθεῖς νομίζειν αὑτούς; οὐ γὰρ ὅσα πρὸς τοῖς ἄλλοις ἀκολουθεῖ, ταῦτα καὶ τοῖς θείοις ἕπεσθαι νομιοῦμεν· οὐ γὰρ ἀνάγκη· οὕτω γὰρ ὑπὸ φύσιν ἂν ἅμα καὶ ὑπὸ τέχνην ἐποιούμεθα τὸν Θεόν. Ἀλλὰ διότι ταῦτα ἐν τοῖς κτίσμασι θεωρεῖται· θεωρηθείη ἂν καὶ ἐν τῷ Θεῷ; ἀλλ’ ἔστι δικαιώτερον λέγειν, διότι ταῦτα ἐπὶ τῶν κτισμάτων, οὐκ ἂν εἴη ἐπὶ τῶν θείων· οὐ γὰρ τοῦτο πᾶσα ἀνάγκη· κτισμάτων γὰρ καὶ Θεοῦ τὸ μὲν διάφορον ἄπειρον, τὸ δὲ ὅμοιον, ἢ οὐδαμῶς, ἢ μετρίως, καὶ ὥστε μόνον εἰκάσαι». Καὶ ταῦτα μὲν πρὸς πάντα τά γε τοιαῦτα εἰρήσθω κοινῇ, ἔπειτα δὲ καὶ πρὸς ἕκαστον ἐφεξῆς τῶν εἰρημένων ἀπαντητέον.

Καὶ πρῶτόν γε πρὸς τὸ πρῶτον, ὅτι ὁ καρπὸς ἀτελεσφόρητος ὤν, ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου κατὰ φύσιν τελεσφορούμενος γίνεται, καὶ οὐκ ἔστι· τὸ γὰρ γινόμενον πάντως οὐκ ἔστιν, ἀλλ’ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι προβαίνει κατὰ μικρόν, ὀψέ ποτε τελειούμενον· ποῦ δὲ ταῦθ’ ὅλως ἁρμόζει τῷ Πνεύματι τῷ συνανάρχῳ Πατρὶ καὶ Υἱῷ; ἄλλως τε οὐχ ὥσπερ ἐκ ῥίζης τοῦ Πατρὸς κλάδος ὁ Υἱός, εἰ οὕτω χρὴ φᾶναι, εἶτα ἐκ τοῦδε τοῦ κλάδου καρπός, ἢ ἄνθος τὸ Πνεῦμα, παρὰ τῶν θείων εἰσηγητῶν ἡμῖν παραδέδοται, ἵνα τὸ μὲν τὰ πρωτεῖα, τὸ δὲ τὰ δευτερεῖα, τὸ δὲ τρίτην τάξιν ἐπέχῃ, καὶ πόῤῥῳ μὲν ᾗ τὸ τρίτον ἀπὸ τοῦ πρώτου, κἀκεῖνο τούτου, ὡς τῇ τοῦ δευτέρου παρεμπτώσει καὶ μεσιτείᾳ σαφῶς διειργόμενα· ἐγγὺς δὲ τὸ δεύτερον ἀμφοῖν, ὡς ἐκ τοῦ μὲν ἄρτι συνιστάμενον, τῷ δὲ τὴν τοῦ εἶναι δύναμιν, ἔκ τε τοῦ πρώτου καὶ ἐξ ἑαυτοῦ παρεχόμενον· ἀλλὰ μίαν μὲν τὸν Πατέρα τῆς τοῦ Υἱοῦ καὶ Πνεύματος θεότητος ἀρχέγονον ῥίζαν διασαφοῦσι, δύο δὲ βλαστοὺς τῇ ῥίζῃ ταύτῃ συναϊδίους, καὶ ἀνάρχως συνόντας, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα γεγράφασι.

Καὶ τοῦτο δῆλον ἐκεῖθεν· ὁ μὲν γὰρ πολὺς τὰ θεῖα Διονύσιος, ἐν τῷ περὶ μυστικῆς θεολογίας τρίτῳ, «ἐκ τοῦ ἀΰλου, φησί, καὶ ἀμεροῦς ἀγαθοῦ, τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα, καὶ τῆς ἐν αὑτῷ, καὶ ἐν ἑαυτοῖς, καὶ ἐν ἀλλήλοις, συναϊδίου τῇ βλαστήσει διαμονῆς ἀπομεμένηκεν ἀνεκφοίτητα»· καὶ πάλιν ἐν τῷ περὶ θείων ὀνομάτων, «τῆς θεογόνου θεότητος τοῦ Πατρὸς θεοφύτους βλαστοὺς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, φησίν, οὕτω ῥητῶς ἐχούσης ταύτης τῆς χρήσεως· ὅτι μέν ἐστι πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φᾶναι, βλαστοὶ θεόφυτοι, καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λόγων μεμαθήκαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι δυνατόν, ἀλλὰ μέχρι τούτου τῆς καθ’ ἡμᾶς νοερᾶς ἐνεργείας ἡ πρόοδος».

Ὁ δὲ θεῖος Μάξιμος τοῦτον ἐξηγούμενος, «σημείωσαι, φησίν, ὅτι βλαστοὶ θεόφυτοι τοῦ Πατρός εἰσι· καὶ τοῦτο εἰρῆσθαι ἀπὸ τῆς τῶν ἐλαιῶν ὀπτασίας Ζαχαρίου τοῦ ἑνδεκάτου τῶν προφητῶν, νόμιζε· διὸ κλάδους ἐλαίας οἱ ἑβδομήκοντα, οἱ δὲ ἄλλοι τῶν ἑρμηνευτῶν στάχυας καὶ βλαστούς φασι». Καὶ Μητροφάνης δὲ ὁ μελῳδὸς ἐν τοῖς Τριαδικοῖς αὐτοῦ κανόσιν οὕτως ἐκδέδωκε μελῳδεῖν· «στέλεχος διττὸν ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα»· εἰ δὲ στέλεχος μὲν οὗτος διττόν, στάχυας δὲ ἄλλοι, καὶ κλάδους ἕτεροι, καὶ βλαστοὺς καὶ ὑπερούσια ἄνθη, ὡς ἐκ μιᾶς ῥίζης τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα θεολογοῦσιν, οὐκ ἄρα γε κατὰ τοῦτον τὸν λόγον, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὴν ὕπαρξιν κέκτηται, κἂν εὕρηταί τις τῶν ἁγίων, καρπόν, ἢ ἄνθος, ἢ δομὴν τὸ Πνεῦμα κατονομάζων, τὸ πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος συμφυές, οὐ τὸ αἴτιον δείκνυσιν· ὡς καὶ τῷ τῆς Ἀλεξάνδρου Κυρίλλῳ δοκεῖ, ἐν τῷ πρὸς Ἑρμείαν συγγράμματι οὕτω γράφοντι, «ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ αὐτοῦ διασκιδναμένης ὀδμῆς, καὶ ταῖς τῶν περιεστώτων αἰσθήσεσιν ἐμπιπτούσης, λέγοι, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν· οὔ τί πού τινος ἐν μεθέξει διῃρημένην ὧδέ πῃ νοήσεις καὶ ἐφ’ Υἱοῦ καὶ Πνεύματος».

Τούτῳ συμμαρτυρήσων ἐμμέτροις ἔπεσι καὶ Γρηγόριος ὁ μέγιστος παρελθέτω, ὃς πᾶσιν ἄμα χριστιανοῖς ἐγκελευόμενος ὡς ἑνί, οὕτω πώς φησιν· «ὡς εἴπερ ἀκούσαις περὶ Υἱοῦ καὶ Πνεύματος, ὡς ῥὰ Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν, οὕτω νοεῖν κέλομαί σε λόγους σοφίης βαθυκόλπου, ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα τέμνει».

Ἀκούεις; εἰ γὰρ μὴ ἀμέσως ἦν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὐκ ἂν δεύτερον καὶ τοῦτο ἀπὸ Πατρὸς ἐτίθει, καθὰ δῆτα καὶ τὸν Υἱὸν ὁ γρήγορος οὑτοσὶ ὀφθαλμός. Καὶ Βασίλειος δὲ ὁ μέγας, ἐν τῷ κατὰ ἀνομοίων οὗ ἡ ἀρχή, «μάχεται Ἰουδαϊσμὸς Ἑλληνισμῷ», οὕτω τίθησιν: «Ἔστι μὲν ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνενδεές, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος»· ἄλλως τε, ὅπερ καὶ ἔφθην εἰπών, οὐκ ἀναγκαῖον τοῖς οὖσι καὶ τῷ Θεῷ ταὐτὰ ἕπεσθαι· οὐδὲ ὅπερ ἀδύνατον ὑπάρχει τοῖς οὖσι, καὶ τῷ Θεῷ τοῦτο ἀδύνατον· πάντων γὰρ τῶν ὄντων ἕτερον ὄντα κατὰ λόγον ἀπόῤῥητον, οὐκ ἀνάγκη τοὺς αὐτοὺς ἔχειν τοῖς οὖσι τῶν προόδων τοὺς λόγους· καὶ ταῦτα μὲν πρὸς τὸ πρῶτον εἰρήσθω.

Ἐκεῖνα δὲ πρὸς τὸ δεύτερον, ὅτι περ ὁ κρουνὸς ἐκ τῆς βρύσεως μὲν ἔχει τὸ εἶναι ὅπερ ἐστίν, ἐκ δὲ τοῦ σωλῆνος, ἢ διὰ τοῦ σωλῆνος αὑτὸ οὐδαμῶς· καὶ τοῦτο ταὐτόν ἐστι τὸ ὑπόδειγμα τῷ τῆς πηγῆς καὶ τοῦ ποταμοῦ καὶ τοῦ ὕδατος· πλὴν ὅπερ ἐστὶν ἐκεῖ ποταμός, τοῦτο ἐνταῦθα σωλήν, δεξαμενὴ διοδεύοντος ὕδατος· τέως ἐπειδὴ πηγὴ τοῦ Πνεύματος ὁ Υἱός, καθὼς τῷ οὐρανοφάντορι Βασιλείῳ, Ἀθανασίῳ τῷ πολύτλᾳ, Γρηγορίῳ τῷ πάνυ, καὶ πᾶσιν ἁγίοις δοκεῖ; σκοπήσωμεν περὶ τούτου τί τοῖς αὐτοῖς ἁγίοις δοκεῖ, τούτων γὰρ ὁ μὲν μέγας Βασίλειος, ἐν τῷ πρὸς Ἀμφιλόχιον ὀγδόῳ, ἀπαριθμούμενος τὰ προσόντα ὀνόματα τῷ Υἱῷ, καὶ τὸ τῆς πηγῆς ὄνομα τίθησιν, οὐκ ἄνευ τοῦ δεῖξαι σαφῶς καὶ πῶς αὐτὸν ὀνομάζει πηγήν· φησὶ γὰρ «πάλιν μέντοι διὰ τὸ πολύτροπον τῆς εἰς ἡμᾶς χάριτος· ἣν διὰ τὸν πλοῦτον τῆς ἀγαθότητος, κατὰ τὴν πολυποίκιλον αὐτοῦ σοφίαν τοῖς δεομένοις παρέχεται, μυρίαις αὐτὸν ἑτέραις προσηγορίαις ἀποσημαίνει ἡ Γραφή, ποτὲ μὲν ποιμένα λέγουσα, ποτὲ δὲ βασιλέα, καὶ πάλιν ἰατρόν, καὶ τὸν αὐτὸν νυμφίον, καὶ ὁδόν, καὶ θύραν, καὶ πηγήν, καὶ ἄρτον, καὶ ἀξίνην, καὶ πέτραν· ταῦτα γὰρ οὐ τὴν φύσιν παρίστησιν, ἀλλὰ τὸ τῆς ἐνεργείας παντοδαπόν· ἣν ἐκ τῆς περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίας, κατὰ τὸ τῆς χρείας ἰδίωμα, τοῖς δεομένοις παρέχεται».

Εἰ δὲ τὸ τῆς πηγῆς ὄνομα ἐνεργείας ὄνομα ἐπὶ τοῦ Υἱοῦ, ὥσπερ καὶ τῶν ἀπαριθμημένων ἕκαστον· καὶ δι’ αἰτίαν, διὰ γὰρ τὸν πλοῦτον τῆς ἀγαθότητος· καὶ κατὰ τὸ τῆς χρείας ἰδίωμα· οὐκ ἄρα διὰ τὸ πηγὴ λέγεσθαι ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος. Ὁ δὲ μέγας Ἀθανάσιος, ἐν τῷ περὶ τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ λόγῳ φησίν, «ἐν ἡμῖν μὲν γὰρ ἀῤῥαβὼν καὶ ἀπαρχὴ θεότητος κατοικεῖ, ἐν δὲ τῷ Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ διὰ τοῦτο ὁ Δαβὶδ ψάλλων τῷ Θεῷ λέγει, “ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς”· οἶδε γὰρ παρὰ τῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος». Ὁρᾷς καὶ τοῦτον οὐ περὶ τῆς ὑποστατικῆς, ἀλλὰ περὶ ἐνεργητικῆς προόδου τοῦ Πνεύματος τὸν λόγον ποιούμενον; ἀῤῥαβὼν γάρ φησι καὶ ἀπαρχὴ θεότητος· ἀῤῥαβὼν δὲ καὶ ἀπαρχὴ μέρος ἂν εἴη παντός· μερίζεται δὲ τὸ Πνεῦμα οὐ κατ’ οὐσίαν, οὔτε μὴν καθ’ ὑπόστασιν. Καὶ ταῦτα μὲν ὁ τῆς Ἀλεξάνδρου φωστήρ. Περὶ δὲ τοῦ θείου Γρηγορίου λείπεται συνιδεῖν, εἰ τὸ τῆς πηγῆς ὄνομα ἐπὶ τοῦ Υἱοῦ λεγόμενον ἐκλαμβάνει εἰς αἰτίαν τοῦ Πνεύματος. Οὗτος οὖν ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ περὶ τῆς εἰκόνος ταύτης τὸν λόγον ποιούμενος, «ὀφθαλμόν τινα, φησί, καὶ πηγὴν καὶ ποταμὸν ἐνενόησα· καὶ γὰρ καὶ ἄλλοι· μὴ τῷ μὲν ὁ Πατήρ, τῇ δὲ ὁ Υἱός, τῷ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχει;

ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέῤῥηκται τῇ συνεχείᾳ· καὶ δοκεῖ πως τρισὶν ἰδιότησι τέμνεσθαι, ἀλλ’ ἔδεισα πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι στάσιν οὐκ ἔχουσαν· δεύτερον δέ, μὴ τὸ ἓν τῷ ἀριθμῷ, διὰ τῆς εἰκόνος ταύτης εἰσάγηται· ὀφθαλμὸς γὰρ καὶ πηγὴ καὶ ποταμὸς ἕν ἐστιν ἀριθμῷ διαφόρως σχηματιζόμενον». Ἐνταῦθα ἀκριβῶς παρίσταται, ὡς ὁ διδάσκαλος, τὸν ὀφθαλμὸν καὶ τὴν πηγὴν καὶ τὸν ποταμόν, ἂ δοκεῖ πως τρία εἶναι ταῖς ἰδιότησι, τῆς συμφυΐας ἔνεκα, καὶ τοῦ μὴ ἀπεῤῥῆχθαι καὶ διεστάναι ἀλλήλων τὰ θεαρχικὰ πρόσωπα κατεδέξατο· ἐπεὶ καὶ τὰς ἄλλας τῶν εἰκόνων τοῦτον τὸν τρόπον παρέλαβεν· ὅτι περ καὶ ὁ τοῦ λόγου σκοπός, καὶ πρὸς οὓς ὁ πόλεμος τὰ τοιαῦτα ἀπῄτει, οὐκ ἐκ τίνος ἡ αἰτία τῷ Πνεύματι· καὶ δῆλον ἐκ τῆς μαρτυρίας τῆς αὐτοῦ· τί γὰρ εἰπέ μοι πηγή; ἢ τί ποταμός, ἢ ὀφθαλμός, ἀλλ’ ἢ τὸ ὕδωρ αὐτό, ὅπερ ἀναβλύζον μὲν πηγή, φερόμενον δὲ ποταμός, ἀρυόμενον δὲ ὕδωρ λέγεται;

Ἔτι περ ὁ αὐτὸς ἐν τῷ πρὸς Εὐάγριον περὶ θεολογίας λόγῳ, οὕτω φησὶ περὶ πηγῆς καὶ ποταμοῦ εἰκόνος εἰς τὴν Τριάδα ἀναγομένης τὸν λόγον ποιούμενος· «ὃν τρόπον ἀπό τινος ὑδάτων πηγῆς, νεκταρῶδες ἀφθόνως προϊεμένης ὕδωρ συμβαίνει ῥεῦμά τι παμπληθές, καὶ ῥεῖθρον ἀκατάσχετον εἰς ποταμοὺς δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκός, διῤῥύτοις δὲ τῶν ποταμῶν σχηματισθέντων τοῖς ὕδασι, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως· τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διῄρηται, τὴν δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὑτὴν κέκτηται· κἂν γὰρ ἀποτερματίζεσθαι πόῤῥω που τῶν ποταμῶν ἕκαστος τῶν προειρημένων δοκῇ, καὶ τῆς πηγῆς ἀφεστάναι μακράν, τὴν γοῦν ἀρχὴν τῇ μητρὶ πρὸς τὸ διηνεκὲς τῆς πηγῆς συνηνωμένην· ἔχει· παραπλησίως οὖν καὶ ὁ τῶν ἀγαθῶν ἁπάντων Θεός, ὁ τῆς ἀληθείας πρύτανις καὶ τοῦ Σωτῆρος Πατήρ, τὸ πρῶτον αἴτιον τῆς ζωῆς, καὶ τὸ τῆς ἀθανασίας φυτόν, ἡ τῆς ἀειζωΐας πηγή, δίῤῥυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὕτ’ αὐτός τι πέπονθεν εἰς τὴν οὐσίαν βλαβείς· οὐ γὰρ μείωσιν ὑπέστη τινὰ διὰ τὴν ὡς ἡμᾶς ἐκείνων ἄφιξιν· καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν».

Ὥστε οὐκ ἐξ ὀφθαλμοῦ πηγή, καὶ ἐκ τῆς πηγῆς ποταμός, ἤτοι ἐκ τοῦ Πατρὸς ὁ Υἱός, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἀλλ’ ἄμφω ὥσπερ ἐκ μιᾶς φλεβὸς δύο ποταμοί· οὔκουν οὐδὲ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, διὰ τὸ πηγὴν αὐτὸν ζωῆς, ἢ πηγὴν ἁπλῶς πρὸς τῶν θεολόγων εἰρῆσθαι τοῦ Πνεύματος· ἀλλὰ πρὸς μὲν τὸ δεύτερον οὕτως.

Πρὸς δὲ τὸ τρίτον ἄλλως λεκτέον· ὅτι ὡσαύτως καὶ τὸ ἐκ τοῦ ἡλίου διά τινος ἀκτῖνος πρὸς ἡμᾶς ἐκπεμπόμενον φῶς, ἐκ τοῦ ἡλίου μὲν ἔχει τὴν ὕπαρξιν, ἐκ δὲ τῆς ἀκτῖνος, ἢ διὰ τῆς ἀκτῖνος ὑφέστηκεν οὐδαμῶς· καὶ τοῦτο ὑπὲρ ἡμῶν μᾶλλον, οὐ καθ’ ἡμῶν τὸ ὑπόδειγμα· καὶ δῆλον ὅτι μεταδίδοται ἡμῖν διὰ τῆς ἀκτῖνος, οὐχὶ πηγάζει ἐκ ταύτης τὸ φῶς· καὶ χορηγεῖται ἡμῖν διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐ μὴν καὶ ἐξ αὐτοῦ ἐκπορεύεται καθ’ ὑπόστασιν· καὶ τὸ μὲν ἀριδήλως ἰδιωμάτων αἴσθησις μαρτυρεῖ, τὸ δὲ Ἰωάννης παρίστησι σαφῶς ὁ Δαμασκηνὸς λέγων ἐν τῷ ηʹ αὐτοῦ Δογματικῷ οὑτωσί: «Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις, αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμψεως· διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ’ ἡμῶν· οὕτως ἐκ μὲν τοῦ Πατρὸς ὁ Υἱός, διὰ δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν μεταδίδοται». Καὶ ὁ τῆς Ἀλεξανδρείας Κύριλλος τὴν ἀποστολὴν τοῦ Υἱοῦ καὶ Πνεύματος ἐξηγούμενος, «οὕτω ταῦτα, φησίν, ἀποστέλλεσθαι, ὡς τὴν ἀκτῖνα ἐκ τοῦ ἡλίου, ἢ ἐκ τοῦ πυρὸς τὸ ἀπαύγασμα».

Καὶ ὁ μέγας Βασίλειος ἐν τῇ πρὸς Κανονικὰς ἐπιστολῇ, «φῶς μὲν γάρ, φησίν, ἀγέννητον τὸν Πατέρα φαμέν, τὸν Υἱὸν δὲ φῶς γεννητόν»· ὅτι δὲ τῶν προσώπων ἑκάτερον φῶς τὸ ὁμοούσιον ἀμφοτέροις ἀρέσκει, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωμεν· οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται μόνον, ὅπερ τινὲς ὑπειλήφασιν, ἀλλὰ καὶ ὅταν δύο τινῶν ὄντων, τὸ μὲν αἴτιον ᾗ, τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ τῆς αὐτῆς ἑκάτερον ὑπάρχῃ φύσεως, καὶ κατ’ ἐκείνων κατηγοροῦμεν τὸ ὁμοούσιον. Ἔτι ἡμεῖς δοξάζομεν Υἱὸν ἐκ τοῦ Πατρὸς ἄμα καὶ Πνεῦμα, ὥσπερ ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· καὶ τὸ παράδειγμα τοῦτο οὐκ ἀντιβαίνει, ἀλλὰ συμβαίνει ἡμῖν· ἆρα γὰρ ἡ ἀκτὶς αὐτὴ οἴκοθεν προβάλλει τὸ φῶς, ἢ ὁ ἥλιος; ἐκ τοῦ ἡλίου γὰρ ἡ ἀκτὶς αὐτὸ δεχομένη, τοῦτο πηγάζοντος ἐξ ἑαυτοῦ μετὰ τῆς ἀκτῖνος, πρὸς ἡμᾶς ἐκεῖνο διαπορθμεύει· ὥστε αἴτιον τοῦ φωτός, οὐχ ἡ φέρουσα αὐτὸ πρὸς ἡμᾶς ἀκτίς, ἀλλ’ ὁ δίσκος ἐστὶν ὁ ἡλιακός, ὃς ἐκ τῆς οἰκείας οὐσίας καὶ ἄμφω, τὴν ἀκτῖνά φημι καὶ τὸ φῶς προβάλλει· καὶ ἐπὶ τῆς ζωαρχικῆς οὖν Τριάδος, εἰ καὶ ὁ Υἱὸς πρὸς ἡμᾶς διαπορθμεύει τὸ Πνεῦμα, ἀλλ’ οὐχὶ καὶ αἴτιός ἐστιν αὑτῷ τῆς ὀντότητος, αὐτὸν αἴτιον αὐτῆς ἔχοντι τὸν Πατέρα, ὃν ἄρα καὶ ὁ Υἱός.

Καὶ ταῦτά φαμεν δεικνύντες ὅτι οὐκ ἐκ τῆς ἀκτῖνός ἐστι τὸ φῶς, ἀλλὰ δι’ αὐτῆς μεταδίδοται· εἰ δὲ καὶ ἐξ αὑτῆς ἦν, πόθεν ἡ τῆς ἀνάγκης ἀφορμή, διὰ τοῦτο καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; εἰ μὲν γὰρ ἦν ἀναγκαῖον, πᾶν ὅπερ ἕπεται τῷ ἡλίῳ, τοῦτο καὶ τῷ Θεῷ ἕπεσθαι, καὶ ὅπερ οὐκ ἐγχωρεῖ τούτῳ μηδὲ τῷ Θεῷ τοῦθ’ ὑπάρχειν, ἀκόλουθον ἂν ὑπῆρχε καὶ τὴν κοινὴν ἔννοιαν τὴν ἐπὶ τῆς ἀκτῖνος καὶ τοῦ φωτός, καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἀληθῆ ταύτην ἡγεῖσθαι, καὶ οὐκ ἄλλως συμβαίνουσαν· ἐπεὶ δὲ οὔθ’ ὅσιον, οὔτ’ εὐσεβὲς ὑπολαμβάνειν ἀπαραλλάκτως ταὐτὸ ἕπεσθαι τῷ Θεῷ καὶ τοῖς ἐκείνου ποιήμασιν· οὕτω γὰρ ἂν εἴη τῶν ἄλλων διαφέρων οὐδέν· πῶς οὐκ εἰκότως εὐλαβησόμεθα τοὺς ἐπὶ τοῦ κτίσματος ἀληθεύοντας λόγους, καὶ ἐπὶ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ἀληθεῖς αὐτοὺς ἐξ ἀνάγκης ἡγεῖσθαι; Ὅτι περὶ τῆς εἰκόνος ταύτης, περὶ ἧς νῦν σκοπούμεθα, ὁ θεολόγος Γρηγόριος πολὺν τὸν λόγον ποιούμενος, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ φησὶν «ὡς ἐγὼ πολλὰ διασκεψάμενος παρ’ ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾦ τινι χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν· κἂν γάρ τις μικρὰ ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον ἀφεῖσά με κάτω μετὰ τοῦ ὑποδείγματος.

Ἥλιον ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς, μὴ τῷ μὲν ὁ Πατήρ, τῇ δὲ ὁ Υἱός, τῷ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχει· ἀλλ’ ἔδεισα πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν ἐν ἡλίῳ· δεύτερον δέ, μὴ τὸν μὲν Πατέρα οὐσιώσωμεν, τἆλλα δὲ μὴ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις Θεοῦ ποιήσωμεν ὑπαρχούσας οὐχ ὑφεστώσας. Οὔτε γὰρ ἀκτίς, οὔτε φῶς, ἄλλος ἥλιος, ἀλλ’ ἡλιακαί τινες ἀπόῤῥοιαι καὶ ποιότητες οὐσιώδεις· καὶ ἄμα τῷ εἶναι καὶ τὸ μὴ εἶναι τῷ Θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος».

Καὶ ἐν τῷ πρὸς Εὐάγριον λόγῳ, ὁ αὐτὸς οὕτως ἐπάγει· «ὃν τρόπον οὐχ οἷόν τε ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον, ἁπλοῦν τε καὶ ἀμερές, ἀλλ’ ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τὸ ἔμπαλιν δὲ ὁ κύκλος, οἷόν τις ὀφθαλμὸς ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, κατακλυσμοὺς ὥσπερ τινὰς φωτὸς ἡμῖν ἐργαζόμενος, καὶ πελαγίζων ἀθρόως τὴν διακόσμησιν· οὕτω δὲ καὶ οἱονεί τινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν ἐφ’ ἡμᾶς, ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.

Ὥσπερ γὰρ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἀλλήλας σχέσιν, οὔτε τοῦ φωτὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτὴρ ὁ ἡμέτερος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ δίδυμος τοῦ Πατρὸς ἀκτίς, καὶ μέχρις ἡμῶν διακονοῦσι τῆς ἀληθείας τὸ φῶς, καὶ τῷ Πατρὶ συνήνωνται». Καὶ αὖθις ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ φησίν, «ἀμέριστον ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων μία τοῦ φωτὸς σύγκρασις». Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τῷ πρὸς Εὐνόμιον οὕτω τίθησιν· «οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον, ὁμοῦ τῇ πρώτῃ ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα, καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα, κάλλει, δυνάμει, λαμπηδόνι, φαιδρότητι, καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον τοιοῦτον φῶς, κατὰ τὸν αὐτὸν τρόπον νοοῦμεν».

Τούτων οὕτω πρὸς τῆς τῶν θεολόγων φωνῆς διακεκριμένων, ἐκεῖνο οὐκ ἄνευ λόγου τοῖς πᾶσιν ἀπολογούμεθα, ὡς εἰ μὲν τὸ τῆς ἀκτῖνος τοῦτο καὶ τοῦ φωτὸς ὑπόδειγμα, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ὑπάρξεως λαμβανόμενον, οὐκ ἀπόβλητον ἦν τοῖς ἁγίοις, εἰκότως ἂν καὶ ἡμῖν προσεδέχθη· ἐπεὶ δ’ ὅταν μὲν περὶ τῆς ὡς ἡμᾶς ἀποστολῆς καὶ μεταδόσεως τοῦ Πνεύματός ἐστιν αὐτοῖς ὁ σκοπός, ὡς τοιᾷδε ἁρμόζειν ἐννοίᾳ λαμβάνεται παρ’ αὐτῶν καὶ μάλα· ὅταν δὲ περὶ τῆς τοῦ αὐτοῦ προσώπου ὑπάρξεως ἀποβάλλεται, πῶς ἡμεῖς αὐτὸ στέρξομεν τὸ τοῖς ἁγίοις ἀπόβλητον; ὥστε τὰ τοιαῦτα προβάλλεσθαι ὑποδείγματα, καὶ ἐκ τούτων οἴεσθαι συμπεραίνειν, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα προσωπικῶς ὑφεστάναι, πόῤῥω βάλλειν ἐστὶ τοῦ σκοποῦ· εἰ δ’ οὖν, ἐκ δύο ῥιζῶν προσεχῶς καρπὸς εἷς προέρχεται, καὶ ἐκ δύο πηγῶν ἀμέσως κρουνὸς εἷς ἐκρέει, καὶ ἐκ δύο ἡλίων ἀδιαφόρως ἓν φῶς ἐκλάμπει καθ’ ὕπαρξιν, ἂ καὶ νοῦς ἀναπλάττειν ῥᾳδίως οὐ θέλει, καὶ φύσις ποιεῖν ἀπαναίνεται, καὶ ἡ ἀληθὴς θεολογία στέργειν οὐ βούλεται.

Ἀλλ’ ἀνάγκη φησὶν ἐναλλάττειν τὰς προθέσεις ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, λέγοντας περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, ἵνα μὴ νομίσωμεν, ἢ τὸν Πατέρα, ὥσπερ ἀμέσως γεννᾷ τὸν Υἱόν, οὕτως ἐκπορεύειν καὶ τὸν Παράκλητον, ἣ τὸν Υἱὸν ἐμμέσως ἐκπορεύειν αὐτὸν ὥσπερ ὁ Πατήρ· ὁπότερον γὰρ ἄν τις συγχωρήσῃ τῶν εἰρημένων, καὶ δῷ ὡσαύτως τῷ Πατρὶ τὸν Υἱὸν ἐκπορεύειν τὸ Πνεῦμα, μηδαμῶς παραλλαγῆς ἐπίνοιαν λαβών, τῆς ἐξ ἀμφοῖν τοῦ Πνεύματος ἐκπορεύσεως, δικαίαν δέξαιτο γραφὴν ὡς δύο παρεισάγων τοῦ Πνεύματος ἀρχάς, ὅπερ ἀπείη καὶ στόματος καὶ ψυχῆς τῶν εὐσεβεῖν βουλομένων. Ἡμῖν δὲ πρὸς ταῦτα καὶ τῇ τοῦ λόγου ἀκολουθίᾳ τοὐναντίον ἅπαν δοκεῖ, μᾶλλον δὲ πίστει τῇ εὐσεβεῖ· ὅτι εἴπερ ἦν ἀπαράλλακτος ἡ ἐκ τοῦ Υἱοῦ τοῦ θείου Πνεύματος πρόοδος τῇ ἐκ τοῦ Πατρός, μία ἂν ἐδόκει τοῦ Πνεύματος ἀρχή· ἐπεὶ δὲ διαφέρει ἡ ἐκ τοῦ Πατρὸς τῆς ἐκ τοῦ Υἱοῦ, δύο παρεισάγονται τοῦ Πνεύματος ἀρχαί.

Ὥσπερ γὰρ τὸ καθ’ ὕπαρξιν ἀδιαφόρως ἐξ ἑνὸς μόνου προσώπου προερχόμενον πρόσωπον, πάσαις ψήφοις ἓν μόνον ἔχει τῆς ἰδίας προόδου τὸ αἴτιον, οὕτω πάσαις ἀνάγκαις τὸ διαφόρως ἐκ δυοῖν προσωπικῶς προϊόν, δύο ἔχει τὰ αἴτια· καὶ καθάπερ ἡ ἐκ τοῦ ἑνὸς μόνου ἀπαράλλακτος πρόοδος, ταυτότητα ἑαυτοῖς καὶ ἁπλότητα μαρτυρεῖ, οὕτω καὶ ἡ ἐκ τοῖν δυοῖν παρηλλαγμένη ἐκπόρευσις ἑτερότητα ἑαυτοῖς καὶ διπλόην κατηγορεῖ· ἢ τίς ἡ ἀνάγκη ἐκ μὲν τοῦ Πατρὸς ἀμέσως προβαλλομένου τοῦ Πνεύματος, δύο παρεισάγεσθαι τοῦ Πνεύματος ἀρχάς, ἐκ δὲ τοῦ Υἱοῦ προϊόντος ἀμέσως, μίαν θεωρεῖσθαι τοῦ Πνεύματος ἀρχήν; καὶ τὸ τούτων ἀνάπαλιν· ἐκ μὲν τοῦ Υἱοῦ προβαλλομένου, δύο παρεισάγεσθαι τοῦ Πνεύματος ἀρχάς, ἐκ δὲ τοῦ Πατρὸς ἐκπορευομένου ἐμμέσως, μίαν θεωρεῖσθαι τούτου ἀρχήν;

καὶ ταῦτα τοῦ Θωμᾶ ἐν ἕκτῳ καὶ τριακοστῷ ζητήματι τοῦ πρώτου τῶν αὑτοῦ Θεολογικῶν, λέγοντος, «εὑρίσκεται τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς ἀμέσως ἐκπορευόμενον, καθ’ ὅσον ἐστὶν ἐξ αὐτοῦ;»· ὅθεν ἡμεῖς τὸ ἑκατέρωθεν ἄτοπον φεύγοντες, ὥσπερ οὐ τολμῶμεν πιστεύειν καὶ ἐκ τοῦ Πνεύματος τὸν Υἱὸν γεννᾶσθαι προσωπικῶς, ἵνα μὴ δύο τοῦ λόγου πιστεύσωμεν αἴτια, οὕτως οὐ τολμῶμεν δοξάζειν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα καθ’ ὑπόστασιν ἐκπορεύεσθαι, ὡς ἂν μὴ τοῦ Πνεύματος δύο δοξάσωμεν ἀρχάς· ἀμφοτέρωθεν γὰρ διαρχία εἰσάγεται, καὶ τὸ τῆς μοναρχίας πολυΰμνητον ἐκποδών. Ὡς γὰρ εἰ τὸ Πνεῦμα ἐγέννα τὸν Υἱὸν καθ’ ὑπόστασιν, ἀρχὴ ἂν ὑπῆρχεν αὐτοῦ, διὰ τὸ τοῦτον γεννᾶν, οὕτω καὶ ὁ Υἱός, εἰ τὸ Πνεῦμα προβάλλει καθ’ ὕπαρξιν, δι’ αὐτὸ τὸ προβάλλειν αὐτό, ἀρχὴ πάντως ἔσται τοῦ Πνεύματος· ἀλλ’ ἄτοπον τοῦ αὐτοῦ, τὸ αὐτὸ καὶ αἰτιατὸν εἶναι καὶ αἴτιον πρὸς Θεοῦ, τὸ δὲ καὶ συναιτιατὸν εἶναι καὶ αἴτιον τοῦ αὐτοῦ, πῶς οὐκ ἄτοπον; οὐδὲ γὰρ πάππος καὶ πατὴρ καὶ ἔγγονον ἐκεῖ· πῶς δὲ καὶ τὸ μόνον τὸ Πνεῦμα τῆς ὁμοτιμίας τῶν ὁμοφυῶν ἀποστέρεσθαι, οὐ τοῖς πνευματομάχοις παρέξει χώραν; ἢ τίς ὁ λόγος, ὅτι ὁ Πατὴρ ἐπὶ μὲν τῆς τοῦ Υἱοῦ γεννήσεως οὐ χρῄζει τῆς τοῦ Πνεύματος συνεργίας, ἐπὶ δὲ τῆς τοῦ Πνεύματος προβολῆς τῆς τοῦ Υἱοῦ δεῖται συνάρσεως;

Πλὴν ἵν’ ἐπὶ τὸν τοῦ λόγου σκοπὸν ἀναδράμωμεν, ἡμεῖς μὲν τὴν ΕΚ μυριάκις εἰ δέοι, ἐπὶ τοῦ Πατρὸς λεγομένην μόνον, καὶ τὴν ΔΙΑ ἐπὶ μόνου τοῦ Υἱοῦ, ἐκεῖ μὲν ὅταν ὁ λόγος περὶ τῆς ἐκπορεύσεως, ὧδε δὲ ἡνίκα περὶ τῆς παροχῆς τοῦ Πνεύματος ᾗ, παρίστημεν ἐναργῶς, τὸ μὲν ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα μόνου προσωπικῶς, προχεῖσθαι δ’ αὐτὸ καὶ ἐκλάμπειν καὶ προϊέναι καὶ δίδοσθαι, καὶ ὅσα τὴν χάριν παρίστησι τούτου διὰ τοῦ Υἱοῦ πρὸς ἡμᾶς ἀπειράκις πρὸς πάντων μαρτυρούμενον δείκνυμεν· οὐδεὶς δ’ ἀνθρώπων ἐστίν, ὃς ἀντιστρόφως ἑκατέραν τούτων ἀποδεῖξαι δυνήσεται, λέγω δὲ οὔτε τῷ Υἱῷ μόνῳ ἀπονεμημένην τὴν ΕΚ, οὔτε τὴν ΔΙΑ μόνον τῷ Πατρὶ ἐφαρμοττομένην, οὔτε μὴν τὸ Πνεῦμα προσωπικῶς ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὔτε χορηγεῖσθαι τοῦτο διὰ Πατρὸς ἐξ Υἱοῦ· ἅπερ πρὸς ἕνα πάντα σκοπὸν ἀφορᾷ, καὶ ἓν ταῦτα δόγμα συνίστησιν· ὅτι ἐπὶ τῶν τῆς θεότητος ὑποστάσεων, μόνῳ τῷ Πατρὶ ἡ ΕΚ, καὶ τὸ προβάλλειν τὸ Πνεῦμα ἀφώρισται, τῷ δὲ Υἱῷ ἡ ΔΙΑ, καὶ τὸ χορηγεῖν τοῦτο οἷς ἄξιον.

Τούτων οὕτως ἐχόντων, οὐκ ἄρα ταὐτὸν δύναται ἡ ΔΙΑ τῇ ΕΚ, ἐπὶ τῶν θείων προσώπων φημὶ λεγόμεναι, ὤς τισιν ἔδοξεν· οὐδὲ τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ, καὶ τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ· ἄπαγε· ἀλλ’ ὡς τοῖς ἁγίοις δοκεῖ· ὧν τῆς δόξης ἐχόμενοι, κατὰ γνώμην ἐμήν, διεγερθῶμεν καὶ πρὸς μίμησιν τοῦ κοινοῦ πάντων Δεσπότου, καὶ ἀγάπην θερμήν.

Πῶς δὲ γίνεται τοῦτο; ὁ μακάριος Παῦλος ἐπιστέλλων ἅτε ἀπόστολος, καὶ εἰς μίμησιν ἐνάγων τοὺς πάντας Θεοῦ καὶ αὐτοῦ, φησί, «γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά». Εἶτα πάλιν δηλῶν, ὡς οὐδὲν οὕτω ποιεῖ τὴν μίμησιν ταύτην, ὡς τὸ κοινωφελῶς ζῆν, καὶ πρὸς τὸ παντὶ χρήσιμον ὁρᾶν, ἐπήγαγε, «περιπατεῖτε ἐν ἀγάπῃ»· καλῶς δὲ εἰπὼν «μιμηταί μου γίνεσθε», περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὡς αὕτη μάλιστα ἡ ἀρετή, ἐγγὺς εἶναι ποιεῖ Θεοῦ· ὡς αἵ γε ἄλλαι καταδεέστεραι ταύτης οὖσαι περὶ ἀνθρώπους στρέφονται πᾶσαι, οἷον ἡ πρὸς ἐπιθυμίας μάχη, ὁ περὶ τὴν γαστέρα πόλεμος, ἡ πρὸς τὴν φιλαργυρίαν παράταξις, ἡ πρὸς τὸν θυμὸν πάλη· τὸ δὲ φιλεῖν, τοῦτο κοινὸν ἡμῶν καὶ τοῦ Θεοῦ· διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν «εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς»· καὶ πάλιν ὁ ἀπόστολος «τὸ δὲ τέλος τῆς ἐπαγγελίας, ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς»· καὶ αὖθις, «ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, καὶ τοῖς ἀσθενέσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντας, ἤ τινας σῴσω»· καὶ ἀλλαχοῦ, «ἵνα παραστήσω πάντα ἄνθρωπον ἐν Χριστῷ».

Εἶδες ψυχὴν πᾶσαν ὑπερβαίνουσαν φιλοσοφίαν;

πάντα ἄνθρωπον προσεδόκησε παραστῆσαι, καὶ τό γε αὐτοῦ μέρος, πάντας παρέστησε, τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, τοὺς κειμένους χαμαὶ ἀνεγείρων, τοὺς συντετριμμένους θεραπεύων, ἀλείφων τοὺς ῥαθυμοῦντας, φοβερὸν ἐκβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοὺς πολεμίους· καθάπερ τις στρατηγὸς ἄριστος, αὐτὸς σκευοφόρος, αὐτὸς ὑπασπιστής, αὐτὸς παραστάτης, αὐτὸς πάντα τῷ στρατοπέδῳ γινόμενος· καὶ νυκτομαχεῖν εἰδώς, καὶ ναυμαχεῖν ἐπιστάμενος, καὶ πεζομαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ κινεῖν, καὶ σφενδόνι χρῆσθαι, καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων, καὶ οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς πολλὴν ποιούμενος πρόνοιαν· καὶ ὥσπερ τὴν οἰκουμένην ἅπασαν αὐτὸς γεννήσας, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, ἰατρεύων· διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι’ ἑαυτοῦ· καὶ καθάπερ σίδηρος εἰς τὸ πῦρ ἐμπεσών, ὅλος γίνεται πῦρ, οὕτω καὶ αὐτὸς τῷ πυρὶ τῆς ἀγάπης ἀναφθείς, ὅλος γέγονεν ἀγάπη, καὶ σῶμα καὶ ψυχὴν καὶ πάντα ἐπιδιδοὺς ὑπὲρ τῶν ἠγαπημένων· διὰ τοῦτο καὶ πλήρωμα ταύτην ἐκάλει νόμου, καὶ σύνδεσμον τελειότητος, καὶ μητέρα τῶν ἀγαθῶν πάντων, καὶ ἀρχὴν ἀρετῆς, καὶ τέλος· τοῦτον οὖν μόνον τὸν ἅγιον εἴ τις βούλοιτο κτήσασθαι διὰ τῆς μιμήσεως ἔνοικον, οὐδενὸς μέρους ἀρετῆς ἔσται ἄμοιρος· ἀλλ’ ὥσπερ τῆς μὲν σοφίας στήλην αὐχοῦσιν οἱ περὶ ταύτην ἐσχολακότες τὸν Σολομῶντα, οἱ τοὺς τῆς ὑπομονῆς μισθοὺς ἐκδεχόμενοι τὸν Ἰώβ, οἱ τὴν σωφροσύνην ποθοῦντες τὸν πάγκαλον Ἰωσήφ, καὶ ἄλλοι ἄλλον, τὸν κατ’ ἐξαίρετον λόγον τῆς ἀρετῆς, ἣν αὐτοὶ μετίασιν ἔξοχον, οὕτως οἱ τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην βουλόμενοι κτήσασθαι, μετὰ Χριστὸν αὐτοὶ καὶ τὸν Παῦλον μιμούμενοι, εἰς αὐτὸ φθάνουσι τὸ τῆς ἀγάπης ἀκρότατον· ἐν ταύταις γὰρ ταῖς δυσὶν ἐντολαῖς, ἐν αἷς ὥς φησιν ὁ Χριστός, ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τοὺς πάντας ἁγίους ὁ ἅγιος οὗτος, πολλῷ τῷ μέσῳ ὑπερηκόντισε.

Λέγεται περὶ τοῦ μακαρίου Μελετίου, πατριάρχου Ἀντιοχείας, ὅτι παρὰ τὴν ἀρχὴν εἰς τὴν πόλιν εἰσελθόντα δεξάμενοι οἱ Ἀντιοχεῖς, τὸ παιδίον ἕκαστος τὸ ἑαυτοῦ ἀπὸ τῆς ἐκείνου προσηγορίας ἐκάλει, διὰ τῆς προσηγορίας εἰς τὴν οἰκίαν ἕκαστος τὴν ἑαυτοῦ τὸν ἅγιον ἐκεῖνον εἰσάγειν νομίζοντες· καὶ πατέρας, καὶ πάππους, καὶ προγόνους παρατρέχουσαι αἱ μητέρες, τὸ τοῦ μακαρίου ὄνομα τοῖς τικτομένοις παιδίοις ἐπετίθεσαν· ἐνίκα γὰρ τὴν φύσιν τῆς εὐλαβείας ὁ πόθος, καὶ τὰ τικτόμενα λοιπόν, οὐκ ἀπὸ τῆς κατὰ φύσιν φιλοστοργίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πρὸς τὴν προσηγορίαν ἐκείνην διαθέσεως, ποθεινὰ τοῖς γεννησαμένοις ἦν· τὸ γὰρ ὄνομα αὑτό, καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον· καὶ καθάπερ ἐν σκότῳ καθήμενοί τινες, μιᾶς λαμπάδος ἁφθείσης, πολλοὺς ἀνάψαντες λύχνους, εἰς τὴν οἰκίαν ἕκαστος εἰσάγει τὴν ἑαυτοῦ, οὕτω δὴ καὶ τῆς προσηγορίας ἐκείνης, ὥσπερ φωτὸς εἰς τὴν πόλιν ἐμπεσούσης, ἕκαστος οἷον λύχνον ἀνάπτων εἰς τὴν οἰκίαν εἰσῆγε τὴν ἑαυτοῦ, τὸ τοῦ μακαρίου ἐκείνου τότε ὄνομα, μυρίων ἀγαθῶν θησαυρὸν διὰ τῆς ἐπωνυμίας ἐπισπώμενος· καὶ ἦν εὐλαβείας διδασκαλία τὸ γινόμενον· συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι, καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ τῆς ψυχῆς, παντὸς ἀλόγου πάθους, καὶ λογισμῶν ἀτόπων φυγαδευτήριον εἶχον τὸ ὄνομα· καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ, καὶ ἐν ἀμφόδοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἀγροῖς, καὶ ἐν ὁδοῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι.

Ὅπερ δὲ ἐπὶ τοῦ ὀνόματος ἐποίησαν, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἔπραξαν τῆς ἐκείνου· καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκπόμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην πολλοὶ διεχάραξαν, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν τὴν παραμυθίαν.

Ὅπερ τοίνυν ἐπ’ ἐκείνου μία πόλις ἐποίησε, τοῦτο πᾶσαν τὴν οἰκουμένην, τῷ τοῦ Παύλου πόθῳ νικωμένην ἕδει ποιεῖν, ἵν’ ἕκαστος συνεχῶς τοῦ Παύλου μιμνῃσκόμενος, μιμῆται τοῦτον τὸ κατὰ δύναμιν· μιμεῖσθαι γὰρ ἄνθρωπος δύναται καὶ φυτά, καὶ ζῷα, καὶ ἁγίους, καὶ αὐτὸν τὸν Θεόν· διὸ περὶ μὲν φυτῶν λέγει Δαβὶδ «δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται»· ἐπεὶ τῆς μὲν κέδρου μιμεῖται τὸ δασύ, τὸ θερμόν, τὸ εὐῶδες, τὸ ἄσηπτον, τὸ πολύερνον, τὸ κατάσκιον, τὸ ἰσχυρόν, τὸ ἀκλινὲς καὶ πολύῤῥιζον· τοῦ δὲ φοίνικος τὸ ὑψίκομον, τὸ ἀειθαλές, τὸ μικρὸν μὲν αὐτοῦ μέρος ἐμπεπῆχθαι τῇ γῇ, τὸ πᾶν δὲ ἀνέχειν μετεωρότερον· τὸ τὴν καρδίαν αὐτοῦ τετάσθαι πρὸς οὐρανόν, τὸ τὸν καρπὸν αὐτοῦ θηρίοις εἶναι καὶ κλέπταις δυσάλωτον, διὰ τὸ ὑψηλὸν τούτου καὶ δύσβατον· τὸ πολλοῦ χρόνου δεῖσθαι πρὸς τελείωσιν τῆς ἑαυτοῦ καρποφορίας καὶ αὐξήσεως· καὶ προσέτι τὸ εὔριζον καὶ ὑψηλόν, τὸ τελείῳ τῷ πάχει τῆς κορυφῆς ἀναφύεσθαι, τὸ λευκοκάρδιον, τὸ τὸν καρπὸν οὐκ ἐπ’ ἄκρου φέρειν τῶν πρέμνων, ἀλλ’ ἐπὶ ἑδραίῳ τῷ στελέχει καὶ μέσον· καὶ τὸ ἄνω μόνον καρποφορεῖν, οὐκ ἐπὶ τὰ πλάγια· πρὸς δὲ καὶ τὸ ὅλον αὐτόν, καὶ πάντα τούτου τὰ μέρη χρησιμώτατα τοῖς ἀνθρώποις παρέχειν μόνον τῶν ἄλλων φυτῶν· φυτὰ μὲν οὕτω μιμεῖσθαι ὁ προφήτης φησί.

Περὶ δὲ ζῴων Σολομὼν ὑποτίθησι «πορεύθητι, λέγων, εἰς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί· καὶ ζήλωσον τὸν μύρμηκα, ὦ ὀκνηρέ», καὶ ὅσα ἑξῆς· περὶ δὲ ἁγίου μιμήσεως, καὶ Θεοῦ, εἰσηγεῖται ὁ Παῦλος «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ»· καὶ ὅρα μοι λόγου ἀκρίβειαν· οὐ γὰρ εἶπεν ἑνὶ μιμητής μου γενοῦ, ἀλλὰ πᾶσι· καὶ γίνεσθε· τοὐτέστι, διὰ παντὸς τοῦ βίου, καὶ πάντα τρόπον, ἐν παντὶ ἀγαθῷ.

Δεῖ δὲ κἀκεῖνο σκοπεῖν, ὡς ἡ τῆς εἰκόνος μίμησις, πρωτοτύπου ἐστὶν ἐκμαγεῖον· τοῦτο δὲ ὁλόκληρον εἶναι χρὴ πάντως· οὐχὶ τούτῳ μὲν ἐοικέναι τῷ μέρει, τούτῳ δ’ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τέλειον ἀφομοίωμα, εἴπερ μὴ μέλλοι τέρας εἶναί τι ἐξ ἀνομοίων συγκείμενον· τοιούτους ἡμᾶς ἔρωτι θείῳ θελγομένους, διὰ τὴν εἰς ἀλλήλους ἀγάπην εἶναι πάντως χρεών· οὔ ποτε μὲν ἀχρείους, ποτὲ δὲ χρησίμους· ἢ τῷδε μὲν τῷ μέρει τῆς ἀρετῆς κοινωφελεῖς, τῷδ’ οὐ τοιούτους· ἀλλ’ ὥσπερ ὁ Παῦλος Πνεῦμα Θεοῦ ἔχων, δι’ ὅλου ἔπνεε τὸν Χριστόν, οὕτω καὶ ἡμᾶς, καὶ αὐτὸν τὸν Παῦλον, καὶ δι’ αὐτοῦ τὸν Σωτῆρα Χριστὸν μιμουμένους τὸν αἰῶνα τοῦτον διαπερᾶν. Πῶς δὲ αὐτὸς τὸν Χριστὸν ἔπνεεν, αὐτοῦ γράφοντος ἄκουσον «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· εὐχαριστῷ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἀνεγκλήτους, ἐν τῇ ὤρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· πιστὸς ὁ Θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· παρακαλῶ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὁρᾶς;

ἐν τρισὶ στίχοις, δεκάκις Ἰησοῦ Χριστοῦ ἐμνημόνευσε· πῶς δὲ αὐτὸν ἐμιμεῖτο; ὅτι ὥσπερ ὁ Χριστὸς κἂν εἰς ἀγαθὸν θελήσῃ τις ὑμῶν πορευθῆναι, ὁδὸς αὐτῷ γίνεται· διὸ λέγει «ἐγώ εἰμι ἡ ὁδός»· κἂν εἰσελθεῖν εἰς τὴν ζωήν, θύρα· διό φησιν «ἐγώ εἰμι ἡ θύρα»· κἂν τραφῆναι βουλευθῇ, ἄρτος· διό φησιν «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς»· καὶ τἆλλα, ἵνα μὴ λέγω καθ’ ἕκαστον· οὕτω καὶ Παῦλος «ἐκεῖνον μιμούμενος τοῖς πᾶσι τὰ πάντα ἐπὶ καλῷ γέγονεν· οἷον εἰ θέλεις ἰδεῖν αὐτὸν φυτουργόν, τούτου λέγοντος ἄκουε· ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε· βούλει ἰδεῖν αὐτὸν οἰκονόμον; ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα· βούλει ἰδεῖν αὐτὸν παγκρατιστήν; οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων· βούλει ἰδεῖν αὐτὸν δρομέα; ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκα τὸ Εὐαγγέλιον· βούλει ἰδεῖν αὐτὸν ἀθλητήν; οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· βούλει ἰδεῖν τοῦτον ἀγωνιστήν; τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι· βούλει ἰδεῖν αὐτὸν στεφανίτην;

λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος»· εἷς ὢν πάντα ἐγένετο, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος, ὃ δὴ καὶ ἔφθην εἰπών· ὃν χρὴ καὶ ἡμᾶς μιμουμένους τοῖς πᾶσι τὰ πάντα γίνεσθαι τὰ καλά, ἵν’ οὕτω διακείμενοι καὶ πολιτευόμενοι, καὶ ζῶντες ἐνταῦθα ἐπέραστοι ὦμεν καὶ μακάριοι, καὶ μεταστάντες ἐντεῦθεν ζωῆς ἐπιτύχωμεν ἀϊδίου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ· ᾦ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἀμήν.