Ἐγὼ τοίνυν πρὸς τὴν πρότασιν ταύτην, οὕτω κατὰ πρόσωπον ἀπαντῶ· ὅτι εἰ μὲν ὁ Πατὴρ πρὸς τὸ Πνεῦμα σχέσιν οὐκ εἶχε, καθὸ πρὸς πρόβλημα προβολεύς, καὶ τὸ Πνεῦμα πρὸς τὸν Πατέρα οὐκ ἀνεφέρετο καθὸ πρόβλημα πρὸς τὸν ἑαυτοῦ προβολέα, μεγάλην ἂν ἡ πρότασις αὕτη παρεῖχε τοῖς ἐθέλουσιν ἔχειν λαβὴν καθ’ ἡμῶν, λεγόντων εὐλόγως, τὸ μηδεμίαν σχέσιν πρὸς τὸν Πατέρα, ἢ πρὸς τὸν Υἱὸν ἔχον Πνεῦμα, ἀλλότριον κατ’ οὐσίαν ἐστὶ Πατρός, καὶ Υἱοῦ· ἐπεὶ δὲ κατὰ τὴν πρός τι σχέσιν, ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸ Πνεῦμα, οὕτως ἐστὶ προβολεὺς προβλήματος, καθάπερ πρὸς τὸν Υἱὸν γεννήτωρ γεννήματος, καὶ τοῦτο πᾶσιν ἀνωμολόγηται, λοιπὸν ὃν τρόπον ὁ γεννήτωρ τῷ γεννήματι, καὶ τὸ γέννημα τῷ γεννήτορι ὁμοούσιον, τὸν ἴσον τρόπον ὁ προβλήτωρ τῷ προβλήματι, καὶ τὸ πρόβλημα τῷ προβλήτορι ὁμοούσιον· καὶ ἄμφω δὲ ταῦτα τὰ πρόσωπα, τὸ γέννημά φημι, καὶ τὸ πρόβλημα, διὰ τὸ ἐξ ἑνὸς εἶναι προσώπου, ἀλλήλοις τε, καὶ τῷ ἐξ οὗ ἄμα πρόεισι, καὶ ὁμοούσιά εἰσι, καὶ ὁμόθεα, καὶ ἰσότιμα· ἐπείπερ τὰ ἐξ ἑνὸς μόνου προσώπου τὸ εἶναι ἔχοντα πρόσωπα, κατὰ πᾶσαν ἀνάγκην ὁμοούσιά τέ εἰσιν ἀλλήλοις, καὶ ἰσότιμα, κἂν μὴ ἐξ ἀλλήλων ταῦτα, ἢ θάτερον ἐκ θατέρου ὑφέστηκε· τῇ γὰρ τῆς οὐσίας ταυτότητι, καὶ ἡ κατὰ τὴν τιμὴν συνακολουθεῖ· καὶ ὥσπερ τὸ Πνεῦμα ὁμοούσιον τῷ Υἱῷ καὶ ἰσότιμον, κἂν μὴ τὴν τῆς αἰτίας σχέσιν πρὸς αὐτὸν ἔχῃ, οὕτω καὶ ὁ Υἱὸς ὁμοούσιός ἐστι τῷ Πνεύματι καὶ ἰσότιμος, κἂν μὴ σχέσιν αἰτίας πρὸς αὐτὸ κέκτηται· ἱκανὴ γὰρ ἡ πρὸς ἀμφότερα τοῦ Πατρὸς σχέσις πρὸς παράστασιν τῆς αὑτῶν ὁμοουσιότητος.