Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος Έκτος: Η φανέρωση του Τριαδικού Θεού

Η αναγνώριση της Αγίας Τριάδος στη δημιουργία, στην Αγία Γραφή και στις θεοφάνειες, με επιβεβαίωση της μοναδικότητας των υποστατικών ιδιωμάτων και προτροπή στην πίστη, την ελπίδα και την αγάπη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 16 από 21

ΛΟΓΟΣ ΙϚʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Δεικνύων, ὅτι δι’ ἑαυτῆς, καὶ δι’ ἀγγέλων, καὶ δι’ ἀνθρώπων, ἡ πανταιτία Τριὰς τοῦ Τριὰς εἶναι, πολυτρόπως ἡμᾶς πολλάκις ἐδίδαξεν. Εἴρηται δὲ ἐν τῷ τῶν θείων Ἀποστόλων ναῷ Νῦν ἀηδὼν κελαδεῖ, κελαδήσω κἀγώ· ἐκείνη ἀλόγως, ἐγὼ δὲ λογικῶς· ἐπὶ στελέχους ἐκείνη, ἐπ’ ἀναβάθρας ἐγώ· τὸ ἄλσος ἐκείνη καταφωνεῖ, ἐγὼ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν περιλαλῶ· ἐκείνη κόμματα τορὰ καὶ γοργὰ κρούματα λιγυρῶς ἀπηχοῦσα, τοὺς τῶν ᾠδῶν αὐτῆς ἐπιτέρπει κριτάς, σύμμαχον ἔχουσα πρὸς τὸ τέρπειν καὶ τὴν ὤραν τοῦ ἔαρος, ἐγὼ νοήματα θεῖα καὶ σύντομα, καὶ τερπνὰ φθέγματα συναρμόττων, σὺν Θεῷ δὲ εἰρήσθω, πάντας πνευματικῶς ὑμᾶς εὐφρανῶ. Τῆς ἀηδόνος ἄλλως τὸ πρῶτον λαρύγγισμα πρόεισι, καὶ ἀλλοίως τὸ δεύτερον κρούει τὰ κρούματα, καὶ ἑτέρως τὸ τρίτον ταύτης κελάδημα ἡδύνει τὰς ἀκοάς· πάντα δὲ δι’ αὐτό, τὸ καινότερα εἶναι τῶν αὐτῇ προκρουσθέντων, ἐπέραστα κομιδῇ, καὶ σὺν θαύματι ἀγαπώμενα· κἀμοί, ὡς ἂν ὑμεῖς μετ’ ὀλίγον ἐρεῖτε, κἂν πάντα εἰς ἕνα νοῦν καὶ σκοπὸν ἀποτείνει τὰ ῥηθησόμενα, ἄλλως τὰ πρῶτα, καὶ ἑτέρως τὰ μέσα, καὶ ἄλλως τὰ ὕστερα λέγεται· καὶ τῷ πάντα ἀλλήλων τῇ καλλονῇ διαφέρειν, ἐπισπᾶται τὸν ἔπαινον.

Νῦν πρόκνη, καὶ χελιδών, καὶ κορυδαλλός, ἐκτιναξάμεναι τὸ πτερόν, μεθ’ ὅσης οὐκ ἄν τις εἴποι χαρᾶς, καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀρθεῖσαι, ζεφυρίαις τε πνοαῖς ἐρεθισθεῖσαι, κἀκεῖσε τὸ καλὸν ἐπὶ πολὺ πτερυσσόμεναι, ὡς ἐξ ἀπόπτου τὰ ἑαυτῶν λαρυγγίσματα τοῖς παριοῦσι τὰς ὁδοὺς ἐπιδείκνυνται· ἄρτι τὸν νοῦν καὶ αὐτὸς πρὸς Θεοῦ καθηράμενος, καὶ παντὸς πτεροῦ κουφότερον καὶ ὀξύτερον ἔχων, καὶ δι’ αὐτοῦ πρὸς Θεὸν τὸν πάντων ἀνώτερον ἐπαρθείς, κἀκεῖθεν ἀρξάμενος (ἐπεὶ Θεός ἐστιν ὁ πρώτιστος νοῦς) τῷ νῷ ὑμῖν τοῖς ἔχουσι νοῦν ἐπιδείκνυμαι· καί μοι σκοπεῖτε τὸν νοῦν.

Ὁ τῶν ὅλων Θεός, ἡ ὑπέρθεος καὶ προσκυνητὴ καὶ σεβασμία Τριάς, αὐτὸς ἡμῖν πρῶτος τοῦ κατ’ αὐτὸν μυστηρίου, φημὶ δὲ τοῦ Τριὰς εἶναι, διδάσκαλος γέγονε, καὶ διὰ τῶν κτισμάτων, καὶ διὰ λόγων, καὶ διὰ ποικίλων ἐμφάσεων, καὶ δι’ ἀγγέλων καὶ δι’ ἀνθρώπων ἀριδήλως τοῦτο παρέστησε. Διὰ μὲν τῶν κτισμάτων ὡδί. Ἵνα γὰρ τρισυπόστατον γνωρίσῃ ἡμῖν ἑαυτόν, τὰ βέλτιστα πάντων τῶν νοουμένων, καὶ τὰ κρείττονα πάλιν τῶν ὁρωμένων, τὰ αὐτὰ καὶ ἓν εἶναι, καὶ εἰς τρία διαιρεῖσθαι πεποίηκεν. Εὐθὺς γὰρ πάντα τόνδε τὸν κόσμον, κἂν ἕνα συνεχῆ τε καὶ ἀδιάστατον ἀπετέλει τὸ καταρχάς, ἀλλ’ εἰς τρία μέρη τοῦτον διεῖλε δημιουργῶν, ἤτοι εἰς οὐράνια, ἐπίγεια, καὶ ὑποχθόνια. Τὸ ἥδιστον πάντων τῶν ὁρωμένων τὸν ἥλιον, καὶ τὸ τιμιώτατον τῶν κτισμάτων τὸν ἄνθρωπον, ὡσαύτως ἐδημιούργησε· τούτῳ μὲν κατὰ τὸ νοούμενον, νοῦν, καὶ λόγον, καὶ πνεῦμα, ἐκείνῳ δὲ κατὰ τὸ ὁρώμενον δίσκον, ἀκτῖνα, καὶ φῶς παρασχών.

Σώματά τε παντοῖα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, μῆκος, πλάτος, καὶ βάθος, τρεῖς διαστάσεις ἐπίσης πᾶσι παρέσχετο. Τόν γε χρόνον εἰς διαρκῆ τινα τρία ἐμέρισε· καὶ τὰ τῆς ἀνθρωπίνης ψυχῆς μέρη τρία ἀπέφηνε· τήν τε πάλαι σκηνήν, καὶ τὴν ἡμῶν ἐκκλησίαν, εἰς τρία διαιρεῖσθαι διεκελεύσατο. Φαίην δ’ ἂν οὕτω καὶ περὶ τῶν ἀγγέλων αὐτός, ὅτι τὰς διακοσμήσεις αὐτῶν τρεῖς ποιησάμενος ἄνωθεν, ἑκάστην αὖθις αὐτῶν ἐμέρισεν εἰς τριάδα· ἤτοι εἰς τρεῖς διεῖλεν ἀρχάς· καὶ ἁπλῶς τὰ τῶν ἀγγέλων ὑπέρτερα, τρισί τισι διεκόσμησε μέρεσι· διὰ πάντων, ὡς ἔφην, τὴν ἑνικὴν Τριάδα, καὶ Τριαδικὴν μονάδα, ἤτοι ἑαυτὸν ἐμφαίνων ποικιλοτρόπως ἡμῖν.

Πλὴν καὶ λόγοις ὁ φιλάνθρωπος οὐκ ἠμέλησε τρισυπόστατον ἡμῖν ἑαυτὸν ἐν διαφόροις καιροῖς μαρτυρῶν· καὶ δῆλον κἀκεῖθεν. Ἐμαρτύρησεν ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ, ἐν μὲν τῇ Παλαιᾷ λέγων πρὸς αὐτὸν «Υἱός μου εἶ σύ, σήμερον γεγέννηκά σε»· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»· καὶ πρὸς ἡμᾶς περὶ αὐτοῦ, «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν εὐδόκησεν ἡ ψυχή μου»· «θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν»· «γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην»· «ἐγὼ ἕσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν».

Ἐν δὲ τῇ Καινῇ ὁ αὑτός, ποτὲ μὲν πρὸς αὐτὸν ἀποκρινάμενος ἀμέσως «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω»· ποτὲ δὲ λέγων περὶ αὐτοῦ πρὸς ἡμᾶς, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾦ εὐδόκησα, αὐτοῦ ἀκούετε». Ἐμαρτύρησε καὶ τῷ Πνεύματι, ἐν μὲν τῇ Παλαιᾷ εἰπὼν «ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· ἐν δὲ τῇ Νέᾳ, «ὡσεὶ περιστερὰν αὐτὸ φανῆναι οἰκονομούμενος, καὶ καταπτῆναι, καὶ μεῖναι ἐπ’ αὐτὸν τὸν Υἱόν». Προσεμαρτύρησε καὶ ὁ Υἱὸς τῷ Πατρὶ ἐν τῇ ἐνσάρκῳ οἰκονομίᾳ· ποτὲ μὲν αὐτῷ λέγων «ἐξομολογοῦμαί σοι, Πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· καὶ δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί»· καί, «Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω»· καὶ ὅσα τούτοις ἐφάμιλλα· ποτὲ δὲ περὶ αὐτοῦ πρὸς ἡμᾶς «ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί»· «καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν»· καὶ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα»· καὶ ὅσα τῆς ἐννοίας ἔχεται ταύτης.

Ἐμαρτύρησεν ὁ αὐτὸς καὶ τῷ Πνεύματι εἰπὼν «ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα· τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό»· καὶ πάλιν, «ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν»· καὶ αὖθις, «ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ»· πρὸς δέ, «ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει τι ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν». Ἐμαρτύρησε καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρί, κράζον εἰς τὰς καρδίας τῶν πιστῶν, ἀββᾶ ὁ Πατήρ· ἐμαρτύρησε καὶ τῷ Υἱῷ, ὅτι πρὸς αὑτοῦ ἀπέσταλται, καὶ τοῦ αὐτοῦ εἴληφε, καὶ ἀνήγγειλεν ἡμῖν. Καὶ ταῦτα μὲν ἰδίως παρ’ ἑκάστου προσώπου μεμαρτύρηται περὶ τῶν λοιπῶν.

Κοινῶς δὲ πάλιν, ὁ μὲν Πατὴρ περὶ τοῦ τρισυπόστατον εἶναι τὸ θεῖόν φησι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν»· καὶ «δεῦτε καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώττας»· καὶ «ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου, εἷς ἐστιν»· ὁ δὲ Υἱός, «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, λέγει, οὗ ἕνεκεν ἔχρισέ με»· καὶ «ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός»· καὶ «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Τὸ μέντοι Πνεῦμα τὸ ἅγιον διὰ Παύλου φησὶ «διαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα»· καὶ «διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος»· καὶ «διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι»· καὶ «ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν»· καὶ πρός γε τούτοις, «ὁ δὲ Κύριος», δηλονότι τὸ Πνεῦμα, «κατευθῦναι τὰς καρδίας ὑμῶν εἰς τὴν ἀγάπην τοῦ Θεοῦ», ἤτοι τοῦ Πατρός, «καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ», δηλαδὴ τοῦ Υἱοῦ.

Θεὸς τοίνυν ὁ Πατήρ, Θεὸς ὁ Υἱός, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τὸ Θεὸς ὄνομα τοῦτο, τῷ Πατρὶ μάλιστα ἐφαρμόζεται. Κύριος ὁ Πατήρ, Κύριος ὁ Υἱός, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν τὸ Κύριος ὄνομα τοῦτο, ὡς ἐπὶ τὸ πολὺ ἀποβλέπει πρὸς τὸν Υἱόν· Πνεῦμα ὁ Πατήρ, Πνεῦμα ὁ Υἱός, Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον· ὅμως τὸ Πνεῦμα ὄνομα τοῦτο, ἐπὶ τῆς ὑπερουσίου Τριάδος λεγόμενον, πρὸς τὸν Παράκλητον ἀφορᾷ. Θεὸς ὁ Πατήρ, καθ’ ὃ σημαινόμενον, ἡμῶν ἕκαστος ἐν τῷ συμβόλῳ τῆς πίστεως ὁμολογεῖ λέγων, «πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων»· Θεὸς ὁ Υἱός, καθ’ ὃ σημαινόμενον ἐν τῇ ἀρχῇ τοῦ κατ’ αὐτὸν Εὐαγγελίου ὁ θεολόγος Ἰωάννης οὕτω φησὶν «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος». Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καθ’ ὃ σημαινόμενον ἐν μὲν τῇ Παλαιᾷ ὁ θεῖος Ἐλισσαῖος, τῇ τοῦ Ἠλία μηλωτῇ πατάξαι τὰ ἰορδάνια ὕδατα εἴρηκεν, «ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοὺ ἀφφώ;», τοὐτέστιν ὁ Θεὸς Ἠλιοὺ διπλοῦς; ἐν δὲ τῇ Καινῇ Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὸν Ἀνανίαν εἶπεν «Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐ γὰρ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ»· καὶ ὁ μακάριος Παῦλος ῥητῶς ἔγραψεν, «ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν».

Πάλιν, Κύριος ὁ Πατήρ, καθ’ ὃ σημαινόμενον λέγει ὁ θεῖος Δαβὶδ «εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου», καὶ ὅσα τούτου ἑξῆς. Κύριος ὁ Υἱός, καθ’ ὃ σημαινόμενον τοῦτο ψάλλεται παρ’ ἡμῶν «ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος»·

Κύριος καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καθ’ ὃ σημαινόμενον ὁ Παῦλος βοᾷ, πῇ μέν, «ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι»· πῇ δέ, «καθάπερ ἀπὸ Κυρίου Πνεύματος τίθησι»· καί γε τό, «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς», πρὸς τὸ τοῦ Πνεύματος πρόσωπον λέγεται. Καὶ αὖθις, «Πνεῦμα ὁ Πατήρ», ἀπὸ τῆς εἰκόνος ἤτοι τοῦ Πνεύματος οὕτω καλούμενος· ἐπεὶ καὶ τὸ Κύριος ὄνομα ἐκ τοῦ Υἱοῦ καλεῖται, ὥσπερ κἀκεῖνος ἀπὸ τοῦ Πατρὸς Θεός, καὶ τὸ Πνεῦμα Κύριος ἐκ τοῦ Υἱοῦ. Πνεῦμα καὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος· καθ’ ὃ σημαινόμενον ὁ Ἱερεμίας λέγει περὶ αὐτοῦ «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς ὁ Κύριος». Πνεῦμα καὶ αὐτὸς ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον δηλαδή, καθ’ ὃ σημαινόμενον ᾄδομεν αὐτοὶ καθ’ ἑκάστην «βασιλεῦ οὐράνιε παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας» κξ.

Πρὸς τούτοις αὐτὴ ἡ ἁγία Τριὰς ὁ Θεὸς ἡμῶν, ὅλη Πνεῦμα, καὶ ὅλη Κύριος, καὶ ὅλη Θεός, καὶ ἔστι καὶ νοεῖται καὶ λέγεται· οὐ Πνεῦμα, καὶ Πνεῦμα, καὶ Πνεῦμα, ἵνα ᾗ τρία Πνεύματα· οὐδὲ Κύριος, καὶ Κύριος, καὶ Κύριος, ὡς ἂν τρεῖς ἐκεῖ Κύριοι νομισθεῖεν· οὐδὲ Θεός, καὶ Θεός, καὶ Θεός, ἵνα τριθεΐα ἡμῖν παρεισάγηται· ἀλλ’ εἷς Θεὸς ὅλη κατὰ σύναψιν, καὶ εἷς Κύριος ὅλη καθ’ ἕνωσιν, καὶ ἓν Πνεῦμα ὅλη καθ’ ἕνωσιν ἀδιαίρετον· Πνεῦμα ἡ ἁγία Τριὰς ὅλη, καὶ ὡς ὑπὲρ πᾶν Πνεῦμα Πνεῦμα, ἄτε πάσης ἀϋλίας ὑπερκειμένη, καὶ ὡς μηδενὸς τῶν ὅσα μετέχει σῶμα, ᾗ σῶμα, μετέχουσα. Κύριος ὅλη ἡ ἁγία Τριάς, καθ’ ὃ σημαινόμενον λέγομεν, εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.

Θεὸς ὅλη ἡ ἁγία Τριάς, καθ’ ὃ σημαινόμενον, φησὶν ὁ θεολόγος Γρηγόριος «Θεὸν δὲ ὅταν εἴπω λέγω Πατέρα, Υἱόν, καὶ Πνεῦμα ἅγιον· οὔτε ἐκτὸς τούτων τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες, ἢ διὰ τὴν μοναρχίαν ἰουδαΐζοντες»· τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται.

Καὶ ὧδε μὲν διὰ λόγων ἡμῖν ἐγνώρισεν ἑαυτὸν τρισυπόστατον εἶναι ὁ μόνος τῳόντι Θεός· διὰ δὲ ποικίλων ἐμφανειῶν, ὡς ὅταν ὤφθη ὅλη ἡ αὐτὴ Τριὰς ἡ ἁγία ἐν εἴδει ἀγγέλων τῷ πατριάρχῃ Ἀβραάμ, ἐν τῇ δρυῒ τῇ Μαμβρῇ· πάλιν, ἡνίκα ἐφάνη ἰδίως ἕκαστον τῶν ταύτης προσώπων, τῷ μὲν Δανιὴλ ὁ Πατήρ, ὡς παλαιὸς τῶν ἡμερῶν· τῷ δὲ Ἠσαΐᾳ, καὶ τῷ Ἰεζεκιήλ, καὶ αὐτῷ τούτῳ τῷ Δανιήλ, ὡς Υἱὸς ἀνθρώπου αὐτὸς ὁ Υἱός· καὶ αὖ ἐν Ἰορδάνῃ τῷ θείῳ Προδρόμῳ, καὶ τοῖς τηνικαῦτα ἠθροισμένοις ἐκεῖσε λαοῖς, ὦπται τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς· καὶ ἐν τῇ ἁγίᾳ Σιὼν τὸ αὐτό, ἐν εἴδει πυρίνων γλωσσῶν· καὶ μέντοι καὶ δι’ ἀγγέλων, καὶ δι’ ἀνθρώπων, ἕν τε τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ Διαθήκῃ, πολυτρόπως ἡμῖν ὁ Θεὸς τρισυπόστατον ἑαυτὸν ἐμαρτύρησε· τὰ γὰρ τῷ Ἠσαΐᾳ ὀφθέντα φρικτὰ σεραφίμ, ἅγιος, ἅγιος, ἅγιος ἐκεκράγει· ὅ τε θεοφόρος Ἰγνάτιος, τὸν τρισάγιον ὕμνον ἀγγέλων ᾀδόντων ἐν ἐκστάσει ἀκήκοεν· ἀφ’ οὗπερ ἡ Ἐκκλησία λαβοῦσα τοῦτο κατὰ παράδοσιν, μέχρι σήμερον δίεισιν, ἀθάνατον δοξάζουσα τὸν Πατέρα, ἀθάνατον τὸν Υἱόν, ἀθάνατον καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κἂν τὸ ἀθάνατος ὄνομα τοῦτο, πρὸς τὸν Παράκλητον δεῦρο λεγόμενον ἀφορᾷ· ἰσχυρὸν τὸν Πατέρα, ἰσχυρὸν τὸν Υἱόν, ἰσχυρὸν τὸ Πνεῦμα τὸ ἅγιον, κἂν τὸ ἰσχυρὸς ἐκεῖ ὄνομα διαῤῥήδην ἀποβλέπῃ πρὸς τὸν Υἱόν· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ τὸ Θεός, ὧδε ὄνομα τῷ Πατρὶ ἀφωσίωται.

Ὅθεν ἡμᾶς εἴ τις ἔροιτο, τί δήποτε ἁγίου ὄντος τοῦ Πατρός, ἁγίου ὄντος τοῦ Υἱοῦ, ἁγίου ὄντος τοῦ ἁγίου Πνεύματος, καὶ πολλῶν κατὰ μετοχὴν ἄλλων καὶ ὄντων καὶ λεγομένων ἁγίων, ἡμεῖς ἀνακεκαλυμμένῳ προσώπῳ φαμέν, εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός;

σαφὴς καὶ πρόχειρος ἡ ἀπάντησις· οὐδὲ γὰρ εἰπόντες, εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός, σεσιγήκαμεν τὸν Πατέρα, ἀλλ’ εἰς δόξαν Θεοῦ Πατρὸς ἐπειπόντες, τὸν αἴτιον τοῦ Υἱοῦ παρεστήσαμεν· καὶ Πατέρα, καὶ Υἱὸν ὀνομάσαντες, τὸ Πνεῦμα τούτων οὐ διεστήσαμεν· ὅτι ἡ τοῦ Χριστοῦ προσηγορία, τοῦ παντός ἐστιν ὁμολογία, καθὼς τῷ οὐρανοφάντορι, Βασιλείῳ δοκεῖ· σημαίνει γὰρ τόν τε χρίσαντα Πατέρα, καὶ τὸν χρισθέντα Υἱόν, καὶ τὸ χρίσμα τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὁ τὸν Πατέρα νοήσας, νοεῖ αὐτοῦ ἑκατέρωθεν, τόν τε Υἱὸν καὶ τὸ Πνεῦμα εὐθύς· καὶ ὁ τὸν Υἱὸν λαβών, καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα συνάμα τούτῳ πλουτεῖ· καὶ ὁ τὸ Πνεῦμα εἰπών, αὐτίκα καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπεριέλαβε· καὶ καθάπερ εἰ πολλὰ κάτοπτρα τεθείη ὑπὸ τὸν ἤλιον, πάντα μὲν λάμπει, καὶ ἀκτῖνας ἀφίησι, καὶ δόξει πολλοὺς ἡλίους ὁρᾶν, εἷς δὲ ἀληθῶς ὁ ἐν πᾶσιν ἀστράπτων ἥλιος, οὕτω καὶ ὁ μόνος ἅγιος εἰς τοὺς πιστοὺς χεόμενος, ἐν πολλαῖς μὲν φαίνεται ψυχαῖς, καὶ πολλοὺς δείκνυσιν ἁγίους, ἔστι δὲ εἷς καὶ μόνος ἅγιος, οὐδὲν ἦττον, εἰς δόξαν Θεοῦ Πατρός· ὅτι τὸν Θεὸν οὐδεὶς ἐδόξασε τὴν αὐτῷ πρέπουσαν δόξαν, εἰ μὴ οὗτος.

Πατρὸς οὖν καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὄντος ἡμῖν τοῦ Θεοῦ, τούτων ὁ μὲν Πατήρ, ὥσπερ τινὲς λέγουσι, τὸν πρὸ τῆς ἐνσάρκου οἰκονομίας χρόνον τοῖς ἀνθρώποις ἐλάλησε, καθώς φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις»· ὁ δὲ Υἱός, ἐν τῇ ἐνσάρκῳ οἰκονομίᾳ μόνον· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, τὸν ἀπὸ τῆς ἁγίας πεντηκοστῆς ἄχρι τῆς συντελείας ἅπαντα χρόνον λαλεῖ πρὸς ἡμᾶς. Ἐγὼ δὲ καὶ τούτοις μὲν συντίθεμαι, προστίθημι δ’ αὖ κἀκεῖνο, καὶ πάνυ ὃν ἀληθές, ὅτι καθὼς ὁ Πατὴρ ἐλάλησεν ἐν τῇ Παλαιᾷ, οὕτω δήπου καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ καθάπερ αὐτὸς ὁ Υἱὸς ἐν τῇ Καινῇ Διαθήκῃ τοῖς ἀνθρώποις ἐλάλησεν ᾗ Θεός, οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅτι δ’ ἀληθεύω, κἀκεῖθεν δῆλον. Ἐλάλησεν ὁ Πατὴρ δι’ ἑαυτοῦ ἐν τῇ Καινῇ Διαθήκῃ πρὸς ἡμᾶς, οὕτω λέγων ἀμέσως, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς» κξ· ἐλάλησε καὶ ὁ Υἱὸς ἐν τῇ Παλαιᾷ, καθὼς ᾄδεται πρὸς ἡμῶν «τῷ Μωσῇ ἐν τῇ βάτῳ, ὡς ὤφθης πυρὸς ἐν εἴδει, ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος»· ἐλάλησε καὶ τὸ Πνεῦμα ἐν τοῖς προφήταις, καθὼς ὁμολογοῦμεν πιστεύειν, «καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν».

Ἄλλως τε τοῦτο καὶ νοεῖν καὶ πιστεύειν πανάληθες, ὅτι τοῦ ἑνὸς ἡμῖν προσώπου λαλοῦντος, ἀχωρίστως τούτῳ συνόντα καὶ τὰ λοιπά, πάντως καὶ ταῦτα καὶ λελάληκε, καὶ λαλεῖ πρὸς ἡμᾶς· ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ λαλεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου λαλεῖται ἡμῖν· καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι λαλούμενα, τοῦ Πατρός εἰσι λαλιαί· καὶ τοῦ Πατρὸς λαλοῦντος, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῖς λαλουμένοις συμμαρτυρεῖ· οὐ γὰρ ὥσπερ ἑκάστου διῃρημένου τοῖν δυοῖν διάφορά ἐστι τὰ πρὸς αὐτοῦ λεγόμενα, ἀλλὰ πάντα τὰ θεόθεν λαλούμενα, ἐν Τριάδι λαλεῖται, παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, καὶ ἐξ ἑνός εἰσι ταῦτα Θεοῦ. Καὶ μαρτυρεῖ ὁ Υἱός, περὶ μὲν ἑαυτοῦ λέγων «ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω»· «ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ»· «καὶ ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός». Περὶ δὲ τοῦ Πνεύματος, «οὐ γὰρ λαλήσει τι ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν». Ἰτέον δὲ πρὸς ὅ μοι λέγει ἐξ ἀρχῆς ἡ πρόθεσις.

Τῶν τριῶν τοίνυν τούτων προσώπων, λέγω Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, αὑτὸ ὅπερ ἐστὶν ἕκαστον, ἀεί ἐστι τοῦτο, καὶ κυρίως αὐτὸ τοῦτ’ ἐστί, καὶ τοῦτο πάντῃ ἀμεταβλήτως ἐστί· τὸ γὰρ ἦν ἐπὶ τούτων, ἢ τὸ ἔσται, μικρὰν χώραν, ἢ οὐδεμίαν ἔχει. Ὅτι τοῖς μὲν γενητοῖς, εἴ τις ἀφέλοι, τὸ ἦν, ἢ τὸ ἔσται, ἄ τε ἐπικτωμένοις ἀεί, εὐθὺς ἔπεισι τούτοις μήτε γενέσθαι, μήτε ἔσεσθαι· τοῖς δ’ ἀϊδίοις, εἴ τις προσθείη τὸ ἦν ποτε, ἢ τὸ ἔσται, ἀεὶ ἀφελὼν αὐτίκα τούτοις ὑπάρχει, τὸ νῦν μὴ εἶναι. Μόνος οὖν ὁ τῶν ὅλων Θεός, ἀεί τέ ἐστι κυρίως ὅπερ ἐστί, καὶ οὔτε ἦν ποτε καὶ οὐκ ἔστιν· οὔτε ἔστιν ὅτε γέγονεν· ἀλλ’ ὡς οὐδέποτε οὐκ ἔσται, οὕτως οὐκ ἔστιν ὅτε οὐκ ἦν ὁ αὐτὸς καὶ ἀεί, ὅλος καὶ πανταχοῦ ἀδιάλειπτος· καὶ ἐν ἑαυτῷ, ὑπὲρ λόγον καὶ νοῦν καὶ διάνοιαν, καὶ ἔστι καὶ κινεῖται καὶ ζῇ, καθὸ καὶ ζῶν Θεὸς λέγεται· ὃς καὶ ζητεῖται, ὡς εὑρεθῆναι γλυκύτερον, καὶ εὑρίσκεται, ὡς ζητηθῆναι λιχνότερον. Ἡ μὲν γὰρ τοῦ πιστεύοντος πίστις τοῦτον ζητεῖ, ἡ δὲ ἀληθὴς νόησις τοῦτον εὑρίσκει· καὶ αὕτη αὖθις ἡ καθαρὰ νόησις τοῦτον ὃν εὑρίσκει ἔτι μᾶλλον ζητεῖ, καὶ οὐ παύεται ταυτησὶ τῆς ζητήσεως.

Ἰστέον δ’ αὖ κἀκεῖνο, ὅτι πολλὰ περὶ Θεοῦ νοοῦμεν, φράσαι δὲ καὶ ταῦτα ὡς ἔχει φύσεως οὐ δυνάμεθα· καὶ πολλὰ περὶ Θεοῦ φθεγγόμεθα μέν, νοῆσαι δὲ ταῦτα καθὸ πέφυκεν οὐ δυνάμεθα. Οἷον ὅτι μὲν πανταχοῦ ἐστιν ὁ Θεός, καὶ ὅτι ἀσώματος, καὶ ὅτι ἄναρχος, καὶ ὅτι Υἱὸν ἐγέννησε, καὶ Πνεῦμα ἅγιον ἐξ αὑτοῦ προσωπικῶς πρόεισι, καὶ ὅσα τοιαῦτα, φθεγγόμεθα μέν, νοῆσαι δὲ ταῦτα ὥς ἐστι φύσεως οὐκ ἰσχύομεν. Πάλιν ἔστι τινὰ τῶν περὶ Θεοῦ, ἃ νοῆσαι μὲν ταῦτα δυνάμεθα, φράσαι δὲ ταῦτα οὐκ ἰσχύομεν· οἷον ἑνὶ λόγῳ, ὅσα λέγεται ἄῤῥητα καὶ ἄφατα, ἃ νοεῖ μὲν ὁ νοῦς, αὐτὸς καθ’ αὑτὸν ἀμῃγέπῃ, παραδοῦναι δὲ λόγῳ ταῦτα καθὸ φύσεως ἔχει, τῶν ἀμηχάνων ἐστίν· οὐδὲ γὰρ ὡς οἱ ἄνθρωποι, ἥ ἐστιν, ἢ γεννᾷ, ἢ προβάλλει Θεός, ἀλλ’ ὑπὲρ πᾶσαν κατάληψιν.

Ὅτι οἱ μὲν ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς χρονικῶς κατὰ διαδοχὴν ἀλλήλων γεννῶνται· καὶ πᾶς ὁ γεννώμενος, ἐκ γεννηθέντος πατρὸς γεννώμενος πάντως, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατήρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε· διὸ οὐδείς ἐστιν ἐν τοῖς τοιούτοις κυρίως πατήρ, οὐδὲ κυρίως υἱός, οὐδὲ κυρίως, ἢ αὐτός ἐστιν ἕκαστος πᾶν ὅ ἐστιν, ἢ τὸ ἐξ αὐτοῦ προϊόν· ὁ γὰρ αὐτὸς καὶ εἷς ἄνθρωπος καὶ πατήρ ἐστι, καὶ υἱός· ἐπὶ πολλῶν λέγω· καί τινος τῶν ἐξ αὐτοῦ διὰ μέσου τινός, ἄλλως αἴτιος· ἀλλὰ πατὴρ μὲν τοῦ ἐξ αὐτοῦ γεννηθέντος, υἱὸς δὲ τοῦ γεννήσαντος αὐτὸν καθάπαξ, τοῦ δὲ διὰ μέσου τινὸς ἐξ αὐτοῦ προϊόντος, ἄλλο τι λεγόμενος ὄνομα.

Ἐπὶ δὲ τῶν τῆς θεότητος ὑποστάσεων οὐκ ἔστιν οὕτως· ἐπεὶ οὐδὲ ὡς ἄνθρωπος ὁ Θεός ἐστιν, ὅπερ ἔφθην εἰπών, ἀλλ’ ὑπὲρ ἄνθρωπον, πάντα ἐστὶ τὰ ἐκεῖ· διὸ οὔτε ὁ Πατὴρ γεννᾷ Υἱόν, γενησόμενόν ποτε Πατέρα· οὐδὲ γὰρ ὁ Πατήρ ἐστιν ἐκ Πατρός, ἵνα τῷ ἐξ αὐτοῦ γεννωμένῳ χαρίσηται, ἄτε Πατήρ, ὃ πρὸς Πατρὸς καὶ αὐτὸς ἐκληρώσατο· οὔτε μεθ’ ἑτέρου γεννᾷ, οὔτε διά του μεσίτου γεννᾶ· οὔθ’ ὁ Υἱὸς ἐγεννήθη ἔκ τινος ἀποῤῥοίας, γεγεννημένου Πατρός· ὅθεν οὐδὲ γεγέννηται τὴν ἀρχὴν εἰς τὸ γεννᾶν Υἱὸν ἄλλον· οὔτε μὴν ἐκ δύο Πατέρων, ἕν ἐστι γέννημα· οὔτε τὸ Πνεῦμα τὸ ἅγιον διὰ μέσου τοῦ Υἱοῦ ἀϊδίως προῆλθε πατρόθεν, εἰς τὸ προβάλλειν πρόσωπον ἕτερον· οὔτε μὴν ἐκ δύο προβολέων ἔν ἐστι πρόβλημα. Διὰ δὴ τοῦτο ἐπὶ τῆς θεότητος ὁ Πατὴρ μόνος κυρίως καὶ Πατήρ ἐστι, καὶ προβολεύς· καὶ ὁ Υἱὸς μόνος κυρίως καὶ Υἱός, καὶ Λόγος ἐστί· καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνως καὶ Πνεῦμα, καὶ πρόβλημα κυρίως ἐστί· καὶ ἐπὶ τούτων μόνον ἕστηκε τὸ Πατὴρ καὶ προβολεύς, ἀεὶ Πατὴρ καὶ προβολεὺς ἀπαραλλάκτως εἶναι· καὶ τὸ Υἱὸς καὶ Λόγος, ἀεὶ Υἱὸς καὶ Λόγος ἀναλλοιώτως εἶναι· καὶ τὸ Πνεῦμα καὶ πρόβλημα, ἀεὶ Πνεῦμα καὶ πρόβλημα ἀμετάτρεπτον εἶναι.

Οὐκοῦν ὁ δοξάζων ὅτι ὁ προβολεὺς συμπροβολέως δεῖται πρὸς τὴν τοῦ Πνεύματος πρόοδον, ἢ διὰ μέσου προσώπου προβάλλει τὸ Πνεῦμα καθ’ ὕπαρξιν, δοξαζέτω ὅτι καὶ ὁ Πατὴρ πρὸς τὴν τοῦ Υἱοῦ γέννησιν δεῖταί τινος συγγεννήτορος, καὶ διὰ μέσου προσώπου ἀνάρχως γεννᾷ τὸν Υἱὸν καθ’ ὑπόστασιν. Καὶ ὁ ζητῶν διατί μὴ γεννητῶς Υἱοῦ ὁ Υἱός, ζητείτω διατί μὴ καὶ ὁ Πατὴρ Πατέρα εἶχεν ἴδιον· καὶ ὁ ἀπαιτῶν διατί μὴ καὶ τὸ Πνεῦμα προβλητικὸν προβλήματος, ἀπαιτείτω διατί μὴ καὶ ὁ τοῦ Πνεύματος προβολεὺς ἐκ προβολέως προβάλλεται. Ὥσπερ γὰρ ὁ τῶν φώτων Πατήρ, μόνος ἀεὶ Πατήρ ἐστι, καὶ ἀεὶ προβολεύς· δύο γάρ ἐστι φώτων αἴτιος, οὐχ ἑνός, καὶ οὐκ ἄν ποτε γένοιτο Υἱὸς οὐδὲ πρόβλημα· οὕτω καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μέν, ἀεὶ Υἱός ἐστι μόνος καὶ Λόγος, καὶ οὐκ ἄν ποτε γένοιτο προβολεύς, οὐδὲ πρόβλημα· τὸ δέ, ἀεὶ Πνεῦμα καὶ πρόβλημα, καὶ οὐκ ἄν ποτε γένοιτο Πατήρ, οὐδὲ Υἱός. Ταύτῃ τοι καὶ ἀεὶ Πατὴρ ὁ Πατήρ, καὶ ἀεὶ προβολεύς. Εἰ γὰρ καλὸν τῷ Πατρί, τὸ προβολέα εἶναι τὸν αὐτὸν καὶ Πατέρα, οὐκ ἀεὶ δὲ ἦν Πατήρ, οὐδὲ ἀεὶ προβολεύς, οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ, ἀλλ’ ὀψέ ποτε τοῦτ’ ἐπεγένετο. Αὐτὸ δὲ τοῦτο καὶ περὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος λέγειν ἔχομεν. Εἰ γὰρ καλὸν τούτοις, τὸ οὕτω πως ἐκ τοῦ Θεοῦ εἶναι, οὐκ ἀεὶ δὲ τοῦτο ἦν, οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτοῖς· ὅπερ βλάσφημον.

Ἀμέλει καὶ πάνυ ἀναγκαιότατα καὶ θεοπρεπέστατα, τὸ ἀχρόνως ἐν τῇ θείᾳ Τριάδι γεννώμενον πρόσωπον, καὶ χρονικῶς γεννηθῆναι προώρισται· εἰ γὰρ ὁ Πατὴρ ἐσαρκοῦτο, ἢ τὸ Πνεῦμα τὸ ἅγιον, πολλὰ ἂν συνήγετο ἄτοπα, ἢ Πατρὸς ὄντος τοῦ αὐτοῦ καὶ Υἱοῦ, ἢ Υἱοῦ ὄντος τοῦ αὐτοῦ καὶ προβλήματος· καὶ δύο Υἱῶν ἐν τῇ Τριάδι θεωρουμένων, καὶ τῶν ἰδίων τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος αὐτίκα συγχεομένων· φημὶ δὲ τῆς ἀγεννησίας, καὶ τοῦ ἀναιτίου, καὶ τῆς πατρότητος, καὶ τῆς προβλητικῆς τοῦ Πατρὸς ἰδιότητος, καὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως· νῦν δὲ ἕκαστον τῶν προσώπων σῴζει τὸ ἑαυτοῦ ἰδίωμα ἀπαράτρεπτον, ὥσπερ καὶ πρὸ τοῦ γενέσθαι τοῦ Λόγου τὴν ἐνανθρώπησιν· ὁ Πατήρ, Πατὴρ μόνον καὶ προβολεύς· ὁ Υἱός, Υἱὸς μόνον καὶ Λόγος· τὸ Πνεῦμα, Πνεῦμα μόνον καὶ πρόβλημα· μηδαμῶς παραλλαγῆς ἐπίνοιαν, ἢ τροπῆς ἀποσκίασμα τῶν τριῶν τι δεξάμενον. Ὥστε εἰ δοίημεν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μόνον ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεσθαι, ἀνάγκη καὶ τὸν Πατέρα κυρίως μὲν εἶναι Πατέρα, οὐ κυρίως δὲ προβολέα· καὶ τὸν Υἱόν, κυρίως μὲν εἶναι Υἱόν, προβολέα δὲ οὐ κυρίως· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, οὔτε τούτου κυρίως πρόβλημα, οὔτε ἐκείνου, οὔτε ὡσαύτως ἐξ ἀμφοῖν· ἀλλ’ ἐκ μὲν τοῦ, ἀμέσως· ἐκ δὲ τοῦ, οὐκ ἀμέσως.

Ὃ δέ μοι πρὸς ταῦτα χθές τις τῶν ἐξ Ἰταλίας ὑπέβαλεν, ἥδη ἐρῶ· ἄγε μοι φράσον φησὶ τὴν τοῦ Υἱοῦ καὶ Πνεύματος σχέσιν· δεῖ γὰρ εἶναί τινα πάντως ἐν τούτοις τοῖς προσώποις, δι’ ἣν καὶ ὁμοούσια ταῦτα, καὶ διακεκριμένα φανεῖται· τὸ γὰρ γεννᾶν τε καὶ ἐκπορεύειν, καὶ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι, καὶ συνδεῖ θεοπρεπῶς, καὶ διακρίνει τὰ θεῖα πρόσωπα. Ἐπεὶ γοῦν ἀναιρεῖς τὴν τῆς προβολῆς, οὐ γὰρ δίδως ἐκπορεύεσθαι τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ, ἢ ἑτέραν δείξειν ἡμῖν, ἢ ἀλλοτριώσεις τὰ συγγενῆ, θέλων ταῦτα διακρῖναι ταῖς ἰδιότησι· δὸς δὲ σχέσιν τουτοισὶ τοῖς προσώποις, ἵνα μὴ μέγα τὸ ἄτοπον τῇ σῇ θεολογίᾳ παρέποιτο.

Ἐγὼ τοίνυν πρὸς τὴν πρότασιν ταύτην, οὕτω κατὰ πρόσωπον ἀπαντῶ· ὅτι εἰ μὲν ὁ Πατὴρ πρὸς τὸ Πνεῦμα σχέσιν οὐκ εἶχε, καθὸ πρὸς πρόβλημα προβολεύς, καὶ τὸ Πνεῦμα πρὸς τὸν Πατέρα οὐκ ἀνεφέρετο καθὸ πρόβλημα πρὸς τὸν ἑαυτοῦ προβολέα, μεγάλην ἂν ἡ πρότασις αὕτη παρεῖχε τοῖς ἐθέλουσιν ἔχειν λαβὴν καθ’ ἡμῶν, λεγόντων εὐλόγως, τὸ μηδεμίαν σχέσιν πρὸς τὸν Πατέρα, ἢ πρὸς τὸν Υἱὸν ἔχον Πνεῦμα, ἀλλότριον κατ’ οὐσίαν ἐστὶ Πατρός, καὶ Υἱοῦ· ἐπεὶ δὲ κατὰ τὴν πρός τι σχέσιν, ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸ Πνεῦμα, οὕτως ἐστὶ προβολεὺς προβλήματος, καθάπερ πρὸς τὸν Υἱὸν γεννήτωρ γεννήματος, καὶ τοῦτο πᾶσιν ἀνωμολόγηται, λοιπὸν ὃν τρόπον ὁ γεννήτωρ τῷ γεννήματι, καὶ τὸ γέννημα τῷ γεννήτορι ὁμοούσιον, τὸν ἴσον τρόπον ὁ προβλήτωρ τῷ προβλήματι, καὶ τὸ πρόβλημα τῷ προβλήτορι ὁμοούσιον· καὶ ἄμφω δὲ ταῦτα τὰ πρόσωπα, τὸ γέννημά φημι, καὶ τὸ πρόβλημα, διὰ τὸ ἐξ ἑνὸς εἶναι προσώπου, ἀλλήλοις τε, καὶ τῷ ἐξ οὗ ἄμα πρόεισι, καὶ ὁμοούσιά εἰσι, καὶ ὁμόθεα, καὶ ἰσότιμα· ἐπείπερ τὰ ἐξ ἑνὸς μόνου προσώπου τὸ εἶναι ἔχοντα πρόσωπα, κατὰ πᾶσαν ἀνάγκην ὁμοούσιά τέ εἰσιν ἀλλήλοις, καὶ ἰσότιμα, κἂν μὴ ἐξ ἀλλήλων ταῦτα, ἢ θάτερον ἐκ θατέρου ὑφέστηκε· τῇ γὰρ τῆς οὐσίας ταυτότητι, καὶ ἡ κατὰ τὴν τιμὴν συνακολουθεῖ· καὶ ὥσπερ τὸ Πνεῦμα ὁμοούσιον τῷ Υἱῷ καὶ ἰσότιμον, κἂν μὴ τὴν τῆς αἰτίας σχέσιν πρὸς αὐτὸν ἔχῃ, οὕτω καὶ ὁ Υἱὸς ὁμοούσιός ἐστι τῷ Πνεύματι καὶ ἰσότιμος, κἂν μὴ σχέσιν αἰτίας πρὸς αὐτὸ κέκτηται· ἱκανὴ γὰρ ἡ πρὸς ἀμφότερα τοῦ Πατρὸς σχέσις πρὸς παράστασιν τῆς αὑτῶν ὁμοουσιότητος.

Ὥστε κἂν ἐκ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα θεολογῶμεν ἡμεῖς, τῆς ὡς τὰ πρός τι λεγομένης σχέσεως, τοῦτο χωρίζομεν οὐδαμῶς, ἀλλ’ ὅν γε τρόπον πρὸς τὸν Πατέρα τὸν Υἱὸν ἀναφέρομεν, τὸν ἴσον τρόπον καὶ τὸ Πνεῦμα πρὸς τὸν ἑαυτοῦ προβολέα, κατὰ τὴν τῶν πρός τι ἀναφορὰν ἀναφέρομεν· καὶ τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν στέργοντες ἅμα ἐν τῇ θείᾳ Τριάδι, καὶ τὴν κατὰ τὰ πρός τι διαφορὰν οὐκ ἀρνούμεθα. Ἐπεὶ καὶ τό, μόνος αἴτιος ὁ Πατήρ, ἐπὶ ταύτης λεγόμενον, οὐ δίδωσι νοεῖν εἰς ἡμᾶς, καὶ ἄλλο πρόσωπον παρ’ αὐτὸν αἴτιον εἶναι θεότητος· οὑδὲ γὰρ ἂν ἦν μόνος αἴτιος ἐν τῇ Τριάδι ὁ Πατήρ, εἰ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος ἦν· καὶ τὸ τοὺς ἁγίους πάντας μηδεμίαν σχέσιν ἑτέραν οὖσαν δεικνύναι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἤ περ μόνον τὸν Πατέρα σύνδεσμον ὄντα τῶν ἐξ αὑτοῦ, σαφῶς ἐστι δοξαζόντων μήτε τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος εἶναι, μήτε τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεσθαι.

Ἀλλὰ τίνες εἰσὶν οἱ λέγοντες ἅγιοι, μόνος Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ αἴτιος; Ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· πλὴν ἀντὶ πάντων οὗτοι πρὸς πίστωσιν ἱκανοί. Ὁ θεῖος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· ὁ ἐξ Ἀρείου Πάγου Διονύσιος, ὁ τὰ θεῖα πολύς· Σύλβεστρος ὁ Ῥώμης, καὶ Ἀθανάσιος ὁ πολύτλας· Δάμασος ὁ ἀοίδιμος· Βασίλειος ὁ οὐρανοφάντωρ· Ἱερώνυμος ὁ μέγας· ὁ θεολόγος Γρηγόριος· ὁ φιλόσοφος Ἰουστῖνος· ὁ Νύσσης Γρηγόριος·

Κύριλλος ὁ τῆς Ἀλεξάνδρου· καὶ Ἰωάννης ὁ Δαμασκόθεν· ὧν ὁ μέν, «πᾶσα, φησί, δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων»· ὁ δέ, «ἐκ τοῦ ἀΰλου καὶ ἀμεροῦς ἀγαθοῦ, τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα, καὶ τῆς σὺν αὐτῷ, καὶ ἐν αὐτοῖς, καὶ ἐν ἀλλήλοις συναϊδίου τῇ βλαστήσει διαμονῆς, ἀπομεμένηκεν ἀνεκφοίτητα»· ὁ δέ, «εἷς ὑπάρχεις Θεὸς ἀληθινὸς Πατήρ, ἀληθινὸν Υἱὸν ἔχων ἐκ σοῦ γεννηθέντα· ἀληθινὸν Πνεῦμα ἅγιον ἐκ σοῦ ἐκπορευόμενον»· ὁ δέ, «μόνος ἀγέννητος, καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ»· ὁ δέ, «εἴ τις μὴ εἴποι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῆς θείας οὐσίας, καὶ Θεοῦ Θεὸν λόγον, ἀνάθεμα ἔστω»· ὁ δέ, «ἐκ τοῦ Πατρὸς δὲ τὸ Πνεῦμα καὶ οὐχ ἑτέρωθεν»· ὁ δέ, «τὸ Πνεῦμα τὸ ἅγιον ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἰδίως καὶ ἀληθῶς»· ὁ δέ, «εἷς μὲν Θεός, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων»· ὁ δέ, «ὥσπερ ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως»· ὁ δέ, «ἓν πρόσωπον καὶ τὸ αὐτὸ τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται»· ὁ δέ, «εἷς παρ’ ἡμῖν ἀμφοῖν τοῖν προσώποιν αἴτιος ὁ Πατήρ»· ὁ δέ, «ὁ Πατήρ ἐστι πηγὴ καὶ αἰτία τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος».

Αἱ μὲν δὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος πρὸς τὸν Πατέρα σχέσεις αὖταί εἰσιν, αἱ τοῖς οἰκουμενικοῖς διδασκάλοις δοκοῦσαι, οἷς ἡμεῖς ἑπόμενοι, ἐπ’ ἀσφαλοῦς ἔχομεν ἐρηρεισμένους τοὺς πόδας. Εἰ δὲ χρὴ καὶ τὸν Υἱὸν προβάλλειν τὸ Πνεῦμα, ἵνα ἡ ἰσότης τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυται, χρὴ καὶ τὸ Πνεῦμα γεννᾶν τὸν Υἱόν, ἵνα ἡ τοῦ Πνεύματος ἰσότης πρὸς τὸν Πατέρα σῴζηται, καὶ μὴ μόνον ἐν τῇ θείᾳ Τριάδι τῆς αἰτίας ἐκπίπτον τοῖν δυοῖν προσώποιν ὑφειμένον δοκῇ. Εἰ γὰρ τοῦτο φοβῇ, μὴ ἥττων ὀφθείη τοῦ Πατρὸς ὁ Υἱός, τί μὴ κἀκεῖνο φοβῇ, μὴ καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐλαττοῖτο, μήτε τῆς γεννητικῆς, μήτε τῆς προβλητικῆς μετέχον δυνάμεως;

Ὥσπερ γὰρ ὁ Υἱὸς ἐπειδὴ τῷ Πατρὶ κοινωνεῖ κατὰ σὲ τῆς τοῦ Πνεύματος ὑπάρξεως, διὰ τοῦτο ὁμοούσιός ἐστιν αὐτῷ καὶ ἰσότιμος, οὕτω δὴ πάντως, ἢ κοινωνήσει καὶ τὸ Πνεῦμα τῆς τοῦ Υἱοῦ, ἢ οὐκ ἔσται τοῦτο ἰσότιμον, οὔτε μὴν ὁμοούσιον. Ἀλλ’ ὡς ἂν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, Θεὸν ἡμεῖς πιστεύοντες τρισυπόστατον, οὐκ ἀπ’ ἀνθρώπων ταύτην τὴν δόξαν ἐμάθομεν, ἀλλ’ ἐξ αὐτοῦ τοῦ Θεοῦ, πολυτρόπως τε, καὶ ὡς ἄν τις εἴποι, πανσόφως τε καὶ θειωδῶς εἰς τὴν γνῶσιν αὐτοῦ προσκαλεσαμένου τοὺς αἴσθησιν ἔχοντας λογικήν· καὶ περὶ τούτου ἐνδοιάζειν τοῖς ὅλοις οὐκ ἔστιν ἡμῖν, οὐκ ἐφεῖται, οὐκ ἔξεστιν· ὅτι τὸ ἀμφιβάλλειν καὶ διστάζειν ἐν πίστει, πίστις οὐκ ἔστι τὸ σύνολον· καὶ τὸ πίστει ἐφάπαξ παραδεχθέν, ἔτι βαθυτέραις ἐκβασανίζειν ἐρεύναις, οὐκ ἔχει λόγον οὐδ’ ὁθενοῦν· ὅτι τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερόν ἐστι τῶν λογικῶν ἀποδείξεων, καὶ αἱ ἄτεχνοι πίστεις, ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων ἀπείρῳ μέσῳ· καὶ ὁ τῆς πίστεως βυθὸς ἐρευνώμενος μὲν κυμαίνεται, ἁπλῇ δὲ διαθέσει θεωρούμενος γαληνιᾷ. Τὸ περὶ τούτου τοίνυν ἔχοντες βέβαιον, κομιδῇ καὶ ἀδιάστατον, ἐκεῖνο λείπεται μόνον καὶ πάσῃ δυνάμει ζητεῖν, καὶ παντὶ τρόπῳ εὑρεῖν· ποῖον δὴ τοῦτο; τουτί· τὸ τί ἆρα πράξαντες σωτηρίας τευξόμεθα· ὅτι πίστις ἄεργος, καὶ ἔργον ἄπιστον, ἀπόβλητα ἐπίσης παρὰ Θεῷ.

Ἀλλ’ ἄγε καὶ τοῦτο διαῤῥήδην ἀπὸ ταύτης ὀψόμεθα τῆς περιωπῆς. Ὁ γὰρ τρισυπόστατον ἡμῖν ἑαυτὸν ἀποδείξας Θεός, οὗτος καὶ ταύτην ἡμῖν τὴν ἀτραπὸν ὑπέδειξε προδηλότατα. Καὶ δὴ γνῶτε λοιπόν, ὅτι πίστις ἐλπὶς καὶ ἀγάπη, τρισσοχρυσόπλοκος ἶρις παρ’ ἡμῶν τηρουμένη, τὴν σωτηρίαν ἡμῶν προξενεῖ. Διόπερ εἴ γε δοκεῖ, τὸ περαιτέρω θεολογεῖν δεῦρο στήσαντες, περὶ ταύτης τῶν ἀρετῶν τῆς Τριάδος μικρὸν ἐπεξεργασώμεθα. Καὶ δὴ λέγομεν ὅτι «πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος, οὐ βλεπομένων», ... ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύσασα, καὶ τὸ ἀσθενὲς ἐν ἰσχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ· τὸ μυστήριον τοῦτο μέγα ἐστίν. Ἐλπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος, καὶ ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός. Ἀγάπη ἐστὶ πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως, μέθη ψυχῆς ἁγία, ὁμοίωσις Θεοῦ καθ’ ὅσον βροτοῖς ἐφικτόν.

Ὅτι δὲ δίχα τουτωνὶ τῶν τριῶν σωτηρίας τυχεῖν τῶν ἀμηχάνων ἐστί, τρεῖς μέγιστοι μάρτυρες παρελθόντες εἰς μέσον, ἱκανοὶ τὸν λόγον πιστώσασθαι. Ἄγε δὴ τῶν σεπτῶν ἀποστόλων κορυφαιότατε Πέτρε, καὶ ὁ πλέον πάντων τῶν μαθητῶν ἠγαπημένος τῷ Χριστῷ Ἰωάννης, καὶ σὺ τῶν Ἱεροσολύμων ἐπίσκοπε πρῶτε Ἰάκωβε δίκαιε, τὸ περὶ τούτων διδάξατε πάλιν ἡμᾶς.

Τούτων γὰρ ὁ μὲν Πέτρος, ἐν τῷ πρώτῳ τῆς ἑαυτοῦ δευτέρας Ἐπιστολῆς οὕτω τίθησιν· «ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην· ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδ’ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν». ᾮ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι μυωπάζων. Ὁ δὲ τῆς βροντῆς Υἱὸς ἐν τῷ τῆς ἑαυτοῦ πρώτης πρώτῳ, οὕτω φησίν· «ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία· ἐὰν εἴπωμεν, ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας· ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι· ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, μένει ἐν τῷ θανάτῳ· πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ οἴδαμεν ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ».

Καὶ ἐν τῷ τρίτῳ τῆς αὐτῆς· «ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ». Καὶ ἐν τῷ τετάρτῳ· «ἐάν τις εἴπῃ ὅτι τὸν Θεὸν ἀγαπῶ, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν· καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ»· καὶ ταῦτα μὲν τὰ τοῦ εὐαγγελιστοῦ ῥήματα.

Ὁ δὲ Ἀδελφόθεος ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ Ἐπιστολῆς «τί ὄφελος ἀδελφοί μου, φησίν, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ, μὴ δύναται ἡ πίστις σῷσαι αὐτόν; ἐὰν δὲ ἀδελφός, ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ’ ἑαυτήν. Ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις, ὅτι εἷς Θεός ἐστι; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσι. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν Υἱὸν αὑτοῦ ἐπὶ τὸ θυσιαστήριον; βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· καὶ φίλος Θεοῦ ἐκλήθη. Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον; ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι».

Συνορᾶτε πῶς οὐ μάτην ἔλεγον, ὅτι δίχα πίστεως, ἐλπίδος, καὶ ἀγάπης σωθῆναι τῶν οὐκ ἐνδεχομένων ἐστίν; ὥσπερ γὰρ δεόμεθα τῶν τοῦ σώματος ὀφθαλμῶν εἰς τὴν θεωρίαν τῶν ὁρατῶν, οὕτω δήπου χρῄζομεν πίστεως εἰς τὴν ἐποπτείαν τῶν θείων· καὶ ὥσπερ ἡ τῶν πραγμάτων γνῶσις κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν προσγίνεται, οὕτως ἡ τῆς ἀληθείας ἐπίγνωσις, κατὰ τὸ μέτρον τῆς εἰς Χριστὸν ἐλπίδος· καὶ ὥσπερ οὔτε σέβεσθαι ἄλλο τι παρὰ τὸν Θεὸν προσήκει, οὕτως οὐδ’ ἐπὶ ἄλλον ἐλπίζειν, ἢ μόνον ἐπὶ τὸν Θεὸν τὸν πάντων κηδεμόνα· καὶ ὥσπερ ἐπικατάρατος ὁ τὴν ἐλπίδα ἔχων ἐπ’ ἄνθρωπον, οὕτως εὐλογημένος ὁ τῷ Θεῷ ἐπιστηριζόμενος· καὶ ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς τὴν ψυχήν, τὸν τῆς γνώσεως φωτισμόν· καὶ ἀγάπην ἐλπίδος δίχα εὑρεθῆναι ἀδύνατον· ὅθεν οἱ ἅγιοι λέγουσιν, ἕν ἐστι μόνιμον, ἡ πρὸς Θεὸν ἐλπίς, τὰ δ’ ἄλλα πάντα οὐχί ἐστι τῇ φύσει, ἀλλὰ νομίζεται· καὶ ὁ τῇ δυνάμει τῆς πίστεως τὴν καρδίαν ἐρηρεισμένος, καὶ ὅτε οὐδὲν ἔχει, τῇ πίστει πάντα κατέχει· ὁ μέντοι τῆς ἀγάπης ἐστερημένος, αὐτοῦ ἐστέρηται τοῦ Θεοῦ, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστίν· ὃν σπουδάσωμεν πάντες διὰ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης εὑρεῖν, τὸν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· ᾦ πρέπει κράτος εἰς αἰῶνας. Ἀμήν.