Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος Όγδοος: Η διάκριση των κοινών και ακοινώνητων ιδιωμάτων

Ανάδειξη του ασυμβίβαστου της διπλής εκπορεύσεως με τα υποστατικά ιδιώματα, με αναφορές στον Ιωάννη Δαμασκηνό και τον Αυγουστίνο, και παραινέσεις περί εξομολογήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 18 από 21

ΛΟΓΟΣ ΙΗʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Διορθούμενός τινάς τινων περί τινων ὑπολήψεις. Εἴρηται δὲ ἐν τοῖς ἁγίοις Ἀποστόλοις τοῖς μεγάλοις, καὶ τῶν προτειναμένων αὐτὰς ἐπακροωμένων, καὶ τῆς συγκλήτου βουλῆς Οἱ κοινωφελεῖς τῶν λόγων, οὔτε πάντῃ ὀφείλουσιν εἶναι ταπεινοὶ καὶ συνήθεις, οὔτε πάντῃ μετάρσιοί τινες καὶ τοῖς πᾶσιν ἀνήκουστοι, ἀλλὰ μέσον τούτων μᾶλλον τηροῦντες τὴν τάξιν· ἵνα διὰ μὲν τοῦ μετεώρου μέρους καὶ ἀσυνήθους, τοὺς συνετοὺς ἀκροατὰς ἐπαίρωσιν ἐφ’ ὑψηλὰ νοήματα καὶ οὐράνια, διὰ δὲ τοῦ ταπεινοῦ καὶ μετρίου, τοὺς κατ’ ἐμὲ ἰδιώτας εἰς ἀκρόασιν διεγείρωσι, διὰ δὲ τοῦ μέσους πως εἶναι τῶν ἄκρων, καὶ κέντρου λόγον πρὸς ταῦτ’ ἐπέχειν, πρὸς ἕνα πάντας συνάπτωσι τῶν λαλουμένων σκοπόν. Ὅπερ αὐτὸς συνορῶν, ὅτι τοιαύτης δεῖται συνθήκης, ἐπεί μοι τὸ ἀκροατήριον τοῦτο, ἐκ μικρῶν τε καὶ μεγάλων, ὡς ὁρῶ, καὶ μέσων συνήθροισται, διὰ τὰς ῥηθείσας αἰτίας πειράσομαι ὅσον οἷον ἁρμόζοντα πᾶσι τούτοις, σὺν Θεῷ δὲ εἰρήσθω, λόγον εἰπεῖν· καὶ δὴ σύνετε.

Πάντα, ὡς οἶμαι, τάξιν ἔχει τὰ πράγματα, καὶ τούτων αὐτῶν ἐξαιρέτως τὰ τῆς Ἐκκλησίας ἐξαίρετα· διὸ νῦν μέν φησιν ὁ ἀπόστολος, «μὴ πάντες ἀπόστολοι, μὴ πάντες διδάσκαλοι»· νῦν δέ, «ἕκαστος ὑμῶν ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοί, ἐν αὐτῇ καὶ μενέτω»· ὅπερ ὁ θεολόγος Γρηγόριος ἐφερμηνεύων ἐπάγει «μὴ τοίνυν ἔστω τις κεφαλή, μόγις πούς, ἢ χεὶρ τυγχάνων, ἢ ἄλλο τι τῶν εὐτελεστέρων μελῶν τοῦ σώματος». Ποιμαινόμενοι τοίνυν ἡμεῖς ὄντες, οὐ ποιμένες, ἀρχόμενοί τε καὶ οὐκ ἄρχοντες, νομοθετούμενοι οὐ νομοθετοῦντες, δίκαιοι ἂν εἴημεν μὴ κινεῖν τὰ τῶν δογμάτων ἀκρότατα· πλὴν ἵνα μὴ δόξωμεν ἐξ ἀμαθίας σιγᾶν, πρὸς τὰς καθ’ ἡμῶν ῥηθείσας προτάσεις, ἂς προϊὼν ὁ λόγος ἐρεῖ, ἐκεῖνά φαμεν, τὰ καὶ τοῖς πᾶσι γνωστά, ἢ τοῖς σοφοῖς, ἢ τοῖς πλείοσι, καὶ σύντομα καὶ ἀληθῆ καὶ σαφῆ.

Τίνα οὖν φασι πρὸς ἡμᾶς δικαιούμενοι δῆθεν, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως; σὺν ἄλλοις πλείστοις καὶ τάδε. Ἐπεὶ κοινὸν Πατρὶ καὶ ἁγίῳ Πνεύματι τὸ μὴ γεννᾶσθαι, λοιπὸν ἔστιν ἐπάναγκες τῷ Πατρὶ ὡσαύτως καὶ τῷ Υἱῷ δοθῆναι κοινότητα, τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· ἵνα ὥσπερ ἕκαστον πρόσωπον ἰδιότητα κέκτηται μίαν, οὕτω καὶ τὰ δύο πρόσωπα μίαν σχοῖεν κοινότητα.

Ὅτι μὲν οὖν κοινὸν Πατρὶ καὶ ἁγίῳ Πνεύματι τὸ μὴ γεννᾶσθαι, ἀληθές· οὐ μὴν ἀντὶ τούτου δοθήσεται κοινὸν Πατρὶ καὶ Υἱῷ τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον, ἥγουν ὑπαρκτικὸν σημαῖνον, ἀντὶ δοκοῦντος στερητικοῦ· ἀλλ’ ἔστιν ἕτερον ἀποφατικόν, ἀντὶ τοῦ μὴ γεννᾶσθαι, ὃ κοινὸν ὃν Πατρὶ καὶ Υἱῷ, οὐχ ὑπάρχει τῷ Πνεύματι τῷ ἁγίῳ· οὔτε γὰρ ὁ Πατὴρ ἀπό τινος ἀρχῆς ἐκπορεύεται, οὔτε ὁ Υἱὸς τοῦτον τὸν τρόπον ἐκ τοῦ Πατρός, ὅνπερ τὸ Πνεῦμα προέρχεται· ὥστε τὸ μὴ ἐκπορεύεσθαι, ὃν τρόπον τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ μόνοις· ὃν τρόπον τὸ μὴ γεννᾶσθαι, Πατρὶ καὶ ἁγίῳ Πνεύματι μόνοις. Ταῦτα δὲ λέγω, εἰ ὄλως τοῦτο παραχωρήσωμεν, ὅτι ὡσαύτως τὸ μὴ γεννᾶσθαι λαμβάνεται, ἐπὶ τοῦ ἀγεννήτου Πατρός, καὶ τοῦ ἐκπορευτοῦ Πνεύματος· ὅτι οὔτε δύο ἐκπορευτά, οὔτε δύο γεννητά, οὔτε δύο ἀναίτια, οὔτε δύο ἀγέννητα πρόσωπα προσήκει δοξάζειν ἐν τοῖς θείοις προσώποις· καθάπερ ἀμέλει, οὔτε δύο γεννῶντα, οὔτε δύο προβάλλοντα, οὔτε δύο αἴτια, οὔτε δύο ἀρχάς· ἀπλήθυντα γὰρ καὶ ἀμείωτα καὶ ἀσύγχυτα τὰ θεῖα πρόσωπα πάντα, καὶ μοναπλᾶ, οὐ διπλᾶ· καὶ τρία, οὐ πλείω εὐσεβῶς παρὰ πᾶσι δοξάζεται.

Εἰ δέ τις δύο ἐν τούτοις πιστεύει ἀγέννητα πρόσωπα, ἐπεὶ καὶ γεννητὸν ἐν αὐτοῖς καὶ ἐκπορευτόν ἐστι πρόσωπον, οὗτος τετράδα προσώπων, οὐχὶ τριάδα πιστεύει τὸν ἕνα εἶναι Θεόν· κἂν δύο γεννῶντα, ἢ ἐκπορεύοντα λέγῃ, ἢ αἴτια, ἢ ἀναίτια, ἢ ἀρχάς, διθεΐαν εἰσάγει, καὶ τὸ τῆς μοναρχίας δόγμα ἐκβάλλει, καὶ τὸ τρισυπόστατον τῆς μιᾶς θεότητος ἀναιρεῖ. Διόπερ ὁ μὲν μέγας Βασίλειος ἐν τῷ πρὸς Εὐνόμιον τρίτῳ «ταὐτόν ἐστιν ὁ Πατὴρ τῷ ἀγεννήτῳ», φησί· καὶ πάλιν, «ἀγέννητον δέ, οὐδεὶς οὕτως ἔξω παντελῶς ἐστι τοῦ φρονεῖν, ὥστε τολμῆσαι ἕτερον πλὴν τοῦ Θεοῦ τῶν ὅλων προσαγορεῦσαι». Ἀθανάσιος δὲ ἐν τῇ πρὸς Σεραπίωνα λέγει, καὶ Ἱλάριος ὁ Ῥωμαῖος, ἐν τῷ ὑπὲρ Συνόδου βιβλίῳ τίθησιν «εἴ τις δύο ἀγεννήτους εἴποι, δύο θεοὺς ποιεῖ». Εἰ οὖν τὸ ἀγέννητον κοινὸν ἐπίσης Πατρὶ καὶ τῷ Πνεύματι πρόσεστι, τρία βλάσφημα ἕπεται· πρῶτον, ὅτι τὸ ἴδιον τοῦ Πατρὸς ἡ ἀγεννησία, κοινόν ἐστι καὶ τῷ Πνεύματι· δεύτερον, ὅτι εἰ ταὐτόν ἐστιν ὁ Πατὴρ τῷ ἀγεννήτῳ, ἔστι δὲ τὸ Πνεῦμα ἀγέννητον ἐπίσης τῷ Πατρί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἄρα ἔσται Πατήρ· καὶ τρίτον, ὅτι περ εἰ δύο ἀγέννητοι ἐπὶ τῆς Τριάδος, δύο ἐν ταύτῃ Θεοί.

Ἄλλως τε, εἰ μὲν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶχον κοινὸν τὸ γεννᾶν, ἐχρῆν δοθῆναι κοινὸν Πατρὶ καὶ Υἱῷ τὸ προβάλλειν τὸ Πνεῦμα λοιπόν, ἵν’ ᾗ καταφατικὸν ἀντὶ καταφατικοῦ, καὶ ταῖς τρισὶ συζυγίαις ἴσαι ὑπάρχωσιν αἱ κοινότητες· οὐ μὴν ἀντὶ τοῦ μὴ γεννᾶσθαι παρά του τὸ Πνεῦμα σὺν τῷ Πατρί, προβάλλειν τὸ Πνεῦμα σὺν τῷ Πατρὶ τὸν Υἱόν· ἥγουν ἀντὶ ἀποφατικοῦ καταφατικόν· λέγω δὲ τοῦτο δεῦρο πλατύτερον. Τριῶν τούτων περὶ τὸν Πατέρα πιστευομένων, τοῦ τε μὴ εἶναι ἐξ ἄλλης ἀρχῆς, καὶ τοῦ γεννᾶν τὸν Υἱόν, καὶ τοῦ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· τῷ μὲν Πνεύματι οὐδενὸς τούτων μέτεστιν, οὔτε γὰρ ἀναίτιόν ἐστιν, οὔτε γεννᾷ, οὔτε προβάλλει αὐτό· τῷ δέ γε Υἱῷ, εἰ τὸ προβάλλειν ὑπάρχει, ἔσται τὰ μὲν κοινὰ Πατρὸς καὶ Υἱοῦ, πλείω τῶν κοινῶν Πατρὸς καὶ τοῦ Πνεύματος· ἀντιπεπονθότως δέ, τὰ διάφορα πλείω ἔσται τοῦ Πατρὸς πρὸς τὸ Πνεῦμα, ἢ πρὸς αὐτὸν τὸν Υἱόν· οὐκοῦν ἐπεὶ ὁ Υἱὸς κοινωνεῖ μὲν τῷ Πατρὶ πάντων ὧν καὶ τῷ Πνεύματι, κοινωνεῖ δὲ αὑτῷ καὶ ἑτέρου τινός, οὗ οὐδαμῶς καὶ τὸ Πνεῦμα, πλείω ἄρα ταυτότητα ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ τοῦτο, καὶ πλείω πάντως διαφορὰν ὁ Πατὴρ πρὸς αὐτό.

Εἶτα εἰ καὶ μὴ πλείω τὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ, τῶν κοινῶν Πατρὸς καὶ Πνεύματος, ἡ κοινότης τοῦ μὴ γεννᾶσθαι, πρὸς τὸν λόγον πλέον οὐδέν· ὅτι αὕτη ἡ κοινότης προσωπικὴ οὖσα, πρὸς τῷ νομίζεσθαι παρ’ ἡμῖν τε κἀκείνοις, οὐ ποιεῖ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἕν· ἣν δὲ αὐτοὶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ διδόασιν, ἕν, ὤς φασι, δείκνυσιν αἴτιον τὸν Πατέρα καὶ τὸν Υἱόν. Καὶ εἰ χρὴ συντόμως εἰπεῖν, τὰ θεῖα πρόσωπα τρισσῶς σὺν δύο λαμβανόμενα, τρία κοινὰ μόνον ἔχοντα θεωρεῖται οὐ πλείω· ὁ Πατὴρ καὶ ὁ Υἱὸς τὸ μὴ ἐκπορεύεσθαι· ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ μὴ γεννᾶσθαι· ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ αἰτιατὰ εἶναι· καὶ τούτοις οὐ δεῖ προστιθέναι, οὔτε ἀφαιρεῖν.

Πάλιν, ἐπὶ τῆς θεαρχικῆς φασι καὶ πανταιτίου Τριάδος, ἡ κατὰ τὰ πρός τι στέργεται μόνον διαφορά· καὶ πλὴν ταύτης οὐκ ἔστιν ἄλλη. Ἐμοὶ δὲ τὸν λόγον τοῦτον μετὰ τῆς ἀληθείας ἵστασθαι οὐ πάνυ δοκεῖ· καὶ δῆλον κἀντεῦθεν· ὅτι ὁ τῶν φώτων Πατήρ, ἓν μέν ἐστι πρόσωπον, τρία δέ τινα ἰδιώματα ἔχει, ἕτερα τῷ λόγῳ ἀλλήλων ὑπάρχοντα· τό τε ἀγέννητον εἶναι, καὶ τὸ γεννᾶν τὸν Υἱόν, καὶ τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· διενήνοχε δὲ καὶ τοῖς τρισὶ τοῦ Πνεύματος· οὔτε γὰρ γεννᾷ τὸ Πνεῦμα, οὔτε προβάλλει, οὔτε ἀναίτιον τυγχάνει ὅν· ἀλλαμὴν μόνῳ τῷ προβολεὺς εἶναι ὁ Πατὴρ διαφέρει τοῦ Πνεύματος, κατὰ τὴν τῶν πρός τι σχέσιν, τοῖς δὲ λοιποῖς οὔ· οὔτε γὰρ ἀναίτιος λέγεταί τινος ὁ Πατήρ, οὔτε γεννήτωρ ἐστὶ τοῦ Πνεύματος· ἔχομεν ἄρα καὶ ἄλλην διάκρισιν, ἐν τῇ θείᾳ Τριάδι, μὴ οὖσαν κατὰ τὰ πρός τι.

Πάλιν, ἄλλο ἐστὶ τῷ Πατρὶ τὸ ἀναιτίῳ εἶναι, καὶ ἄλλο τὸ προβολεῖ εἶναι· διαφέρει δὲ πᾶσι τούτοις τοῦ Υἱοῦ· οὔτε γὰρ ἀναίτιός ἐστιν ὁ Υἱός, οὔτε γεννήτωρ, ἀλλ’ οὐδ’ ὃν τρόπον ὁ Πατὴρ προβολεύς· ἀλλαμὴν ὡς μὲν γεννήτωρ ὁ Πατὴρ διαφέρει αὐτοῦ κατὰ τὸ πρός τι μόνον, ὡς δὲ ἀναίτιος, καὶ προβολεύς, ἄλλοις τρόποις δυσίν ἐστιν· εὕρηνται ἄρα καὶ ἄλλοι τρόποι διαφορᾶς ἐν τοῖς θείοις, μὴ ὄντες ἐν τοῖς πρός τι. Διὸ καὶ Διονύσιος ὁ τὰ θεῖα πολύς, ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφαλαίῳ φησίν· «οὕτως ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὑτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται»· καὶ πάλιν, «χρὴ δ’ ὡς οἶμαι μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ σύμπας γένηται λόγος, τὸ μὲν ποικίλον ἄπαν καὶ ἀσαφὲς ἀπαναινόμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν».

Καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκόθεν, καὶ ἐν θʹ καὶ τεσσαρακοστῷ κεφαλαίῳ τῶν αὐτοῦ δογμάτων, τὴν διαφοράν φησι· «τῶν θείων ὑποστάσεων ἐν μόναις τρισὶν ἰδιότησιν ἐπιγινώσκομεν, τῇ ἀναιτίῳ καὶ πατρικῇ, τῇ αἰτιατῇ καὶ υἱϊκῇ, καὶ τῇ αἰτιατῇ καὶ ἐκπορευτῇ».

Οὗτοι γοῦν, καὶ πάντες οἱ τῇ Ἑλλήνων χρώμενοι γλώττῃ διδάσκαλοι, περὶ διακρίσεως τῆς ἐν τῇ σεβασμίᾳ Τριάδι θεολογοῦντες, οὐδαμοῦ εὕρηνται λέγοντες, ἢ ῥητῶς ἢ κατ’ ἔννοιαν, ὅτι ἐπὶ τῆς θείας Τριάδος, ἡ κατὰ τὰ πρός τι στέργεται μόνον διαφορά. Εἶτα κἂν ταύτην δοίημεν τὴν πρότασιν εἶναι ἀληθῆ, μετὰ τῆς ἀληθοῦς καὶ ἡμεῖς ἱστάμεθα, οὐ κατ’ αὐτῆς χωροῦμεν· τίνι δὲ λόγῳ; ἐρῶ· ὅτι καὶ τὸν Υἱὸν πρὸς τὸν Πατέρα, καὶ τὸ πρόβλημα, ἤτοι τὸ Πνεῦμα, πρὸς τὸν ἑαυτοῦ προβολέα, κατὰ τὴν τῶν πρός τι μόνην διαφορὰν ἀναφέρομεν· καὶ ἡ πρότασις αὕτη συμβαίνει, οὐκ ἀντιβαίνει ἡμῖν.

Ἐπί γε τούτοις προφέρουσι καθ’ ἡμῶν, ὡς διαβάλλομέν τινας τῶν ἁγίων, ὅτι ὁ μέν φησιν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, ὁ δέ, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πατρὶ μόνῳ προσοῦσαν πιστώσηται· οὐκ εἰδότες, ὅτι τὸ μέν, διὰ τὴν ἐπικρατήσασαν οὕτω συνήθειαν λέγεται, τὸ δέ, ὅτι ταὐτόν ἐστιν ἐκπορευτικὴ καὶ ἐκπορευτὴ ἰδιότης τοῦ Πνεύματος. Πρὸς δὴ ταῦτα ἐκεῖνά ἐστι προχείρως εἰπεῖν· εἴπερ τὸ Πνεῦμα οὐ λέγομεν ἐκ τοῦ Υἱοῦ, διὰ τὴν ἐπικρατήσασαν οὕτω συνήθειαν, ἀλλὰ νοοῦμεν δηλονότι ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι, κἂν μὴ ῥητῶς τοῦτο λέγωμεν, λοιπὸν κατ’ αὐτούς, ἐπειδὴ ἐν τῷ αὐτῷ τόπῳ γέγραπται τὸν μὲν Πατέρα οὐ λέγομεν ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα, οὕτω νοήσομεν καὶ τὸ περὶ τοῦ Πατρὸς εἰρημένον, ὅτι κἂν μὴ ῥητῶς αὐτὸν λέγωμεν ἔκ τινος, ἀλλὰ πάντως νοοῦμεν αὐτὸν ἔκ τινος ἔχειν τὸ εἶναι· ὢ φεῖσαι Κύριε πάντων! καὶ τίς ἐστιν ἐκεῖνος, ἀφ’ οὗ ὁ τῶν ὄλων Θεὸς καὶ Πατήρ, ὡς ἐξ αἰτίου πρόεισιν;

οἱ δὲ θᾶττον ἢ λόγος μεταβαλλόμενοι, ταύτην καὶ ἄλλως τὴν πρότασιν ἐπιχειροῦσιν ἐπεκδικεῖν· ὅτι ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, εἰς ἄλλην ἔννοιαν ἀφορῶν ὁ ἅγιος τέθεικε· τοὐτέστιν οὐκ ἀρχικῶς, οὐ κυρίως, οὐ κατὰ πρώτην αἰτίαν, οὐκ ἐκ τοῦ Υἱοῦ μόνου, ἐπεὶ καὶ ἐκ τοῦ Πατρὸς τὴν ἀρχὴν ἔχει· ἀλλ’ ἐκ Πατρὸς καὶ Υἱοῦ αὐτὸ λέγομεν, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ· καὶ διὰ ταῦτα συνάγομεν, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεται· ὅθεν εἰς πίστωσιν ταυτησὶ τῆς ἐννοίας, οὐ τέθεικεν ὁ ἅγιος, καὶ ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, μετὰ τοῦ ΚΑΙ συνδέσμου τὴν ἀπόφασιν προτεινόμενος, ἵνα τοῦτ’ ἀποφαίνηται, ὅπερ ὑμεῖς δογματικῶς ἀποφαίνεσθε, τὸ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἀλλ’ ἕτερον τούτου προδήλως ἀπέφηνεν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν.

Θαῦμα δὲ μέγα, πῶς ἀπειράκις τὴν χρῆσιν διερχόμενοι ταύτην, Ἕλληνες ὄντες τὸ γένος, ἑλληνιστὶ κειμένην κατὰ διάλεκτον, οὔπω συμβαλεῖν ἠδυνήθητε, πρὸς τίνα σκοπὸν ἀφορῶν ὁ Δαμασκηνὸς οὕτω ταύτην ἐκτέθεικε! Ταῦτα μὲν δὴ τὰ τολμηρὰ μᾶλλον ὄντα, ἢ ἰσχυρὰ καθ’ ἡμῶν· ἀλλὰ ταύτας ὑμῶν τὰς ἐπεξηγήσεις, εἴποι τις ἂν πρὸς αὐτοὺς παρελθών· ὁ τὴν χρῆσιν αὐτὴν συγγραψάμενος ἅγιος, φθάσας ἐκ μέσου πεποίηκε, πρὸ πάντων αὐτὸς ἐπεξηγησάμενος ἑαυτόν, καὶ ἐφερμηνεύων σαφέστατα, καὶ ὑπεραπολογούμενος τοῦ τῶν ἁγίων χοροῦ, καὶ δεικνὺς τὸν σκοπὸν δι’ ὃν λέγει, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν· ἐπάγει καὶ γὰρ τῆς ῥήσεως ταύτης ἀμέσως ἐχόμενα, Πνεῦμα δὲ Υἱοῦ, καὶ δι’ Υἱοῦ πεφανερῶσθαι, καὶ μεταδίδοσθαι ὁμολογοῦμεν· ὥστε τὸ μὲν ἀφαιρεῖται προδήλως, τὸ δὲ τίθησιν· αὐτοὶ δέ, ὃ μὲν αὐτὸς ἀπαρνεῖται τοῦτο προσίενται, ὡς παρὰ πάντων στεργόμενον· ὃ δὲ πιστεύεσθαι λέγει ἄνωθεν πᾶσι πιστοῖς, ἀποβάλλονται· καὶ τὸ λεγόμενον τοῦ σιγωμένου δεύτερον τίθενται, καὶ τὸ μὴ γεγραμμένον τοῦ γεγραμμένου προκρίνουσι.

Πρὸς δέ γε τούτοις, κἀκεῖνο ἰστέον, ἐπεὶ ἐν τῷ αὑτῷ τόπῳ γέγραπται, οὐ δὲ γὰρ τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος λέγομεν, λοιπὸν κατ’ αὐτούς, τοὺς αὐτοὺς προσδιορισμοὺς καὶ ἐπὶ τοῦ Υἱοῦ κατὰ πάντα ἐροῦμεν, οὓς καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος ἐκτίθενται· ἤγουν τὸν Υἱὸν οὐ λέγομεν ἐκ τοῦ Πνεύματος, οὐκ ἀρχικῶς, οὐ κυρίως, οὐ κατὰ πρώτην αἰτίαν, οὐκ ἐκ μόνου τοῦ Πνεύματος, ἐπεὶ καὶ ἐκ τοῦ Πατρὸς τὴν ἀρχὴν ἔχει· ἀλλὰ νοοῦμεν δηλονότι καὶ ἐκ τοῦ Πνεύματος τοῦτον γεννᾶσθαι, κἂν μὴ ῥητῶς τοῦτο λέγωμεν· διὸ καὶ εἰς πίστωσιν ταυτησὶ τῆς ἐννοίας οὐκ εἶπεν ὁ ἅγιος, οὐδὲ γὰρ τὸν Υἱὸν καὶ ἐκ τοῦ Πνεύματος λέγομεν, μετὰ τοῦ ΚΑΙ συνδέσμου, ἀλλ’ ἀσυνδέτως τὴν ἀπόφασιν ποιησάμενος ἔδειξε τὸν Υἱὸν καὶ ἐκ τοῦ Πνεύματος, ὡς ἐκ τοῦ Πατρὸς ἔχειν τὴν ὕπαρξιν. Οὕτω μέγα δεινὸν καὶ ψυχῆς ὄλεθρος, τἆλλα παραδραμόντα, λέξιν τινὸς θεολόγου θηρᾶν, καὶ πρὸς ταύτην μόνην οἴεσθαι ῥέπειν τὸν τοῦ γράφοντος νοῦν, καὶ μὴ ἐκ τοῦ ὅλου συγγράμματος πάντα συνάγειν τὸν τοῦ γράμματος νοῦν.

Πρὸς δέ, εἴπερ καθὼς ἐκείνοις δοκεῖ, ταὐτόν ἐστιν ἐκπορευτικὴ ἰδιότης τοῦ Πνεύματος καὶ ἐκπορευτή, καὶ τοῦτο βουλόμενον τὸν θεολόγον δηλοῦν, ἀντὶ τοῦ εἰπεῖν ἐκδηλότερον τὴν ἐκπορευτὴν ἰδιότητα, ἀσαφέστερόν πως σημᾶναι τὴν ἔννοιαν ἐν τῷ λέγειν αὐτὸν ἐκπορευτικήν, καὶ ἐπὶ τοῦ Υἱοῦ ταὐτὸν ἔσται λοιπὸν γεννητικὴ ἰδιότης καὶ γεννητή, καί γε διοίσει οὐδὲν τὸν αὐτὸν γεννητικὸν λέγειν Λόγον καὶ γεννητόν, καὶ τὸ αὐτὸ Πνεῦμα καὶ ἐκπορευτικὸν καὶ ἐκπορευτόν· ἀλλ’ ἡ μὲν τῷ τοῦ Πατρὸς προσώπῳ ἀφορίζεται ἡ γεννητική, ἡ δὲ γεννητὴ ἰδιότης τῷ τοῦ Υἱοῦ· καθάπερ ἀμέλει, ἡ μὲν ἐκπορευτικὴ τῷ Πατρὶ καθὸ προβολεῖ, ἡ δὲ ἐκπορευτὴ ἰδιότης τῇ ὑποστάσει τοῦ Πνεύματος· οὐκ ἄρα ταὐτὸν τῇ ἐκπορεύσει ἡ ἐκπορευτικὴ ἰδιότης ἐπὶ τῶν θείων προσώπων δηλοῖ· ἄπαγε! ὥσπερ γὰρ ἡ γεννητικὴ ἰδιότης, εἴ γε μὴ μόνῳ τῷ Πατρί, ἀλλὰ καὶ τῷ Υἱῷ προσεῖναι δοξάζοιτο, καὶ ὁ Υἱὸς ἄρα ἢ γεννᾶν ἑαυτόν, ἢ Υἱὸν ἔχειν ἄλλον εὐθὺς νομισθήσεται, οὕτω καὶ ἡ ἐκπορευτικὴ ἰδιότης, εἴ γε μὴ μόνῳ τῷ Πατρὶ πιστεύοιτο, ἀλλὰ καὶ τῷ Πνεύματι, καὶ τὸ Πνεῦμα πάντως ἢ ἑαυτό, ἢ Πνεῦμα ἕτερον ἀφ’ ἑαυτοῦ προβάλλειν εὐθὺς πιστευθήσεται. Καὶ ἄλλως ἐκείνῳ τῷ προσώπῳ προσεῖναί τις ἰδιότης εὐλογώτατα λέγεται, ᾦ παρὰ τὴν τούτῳ προσοῦσαν, ἑτέρα τις ἔνεστιν· ᾦ δὲ μία ἰδιότης καὶ μόνη ἐστί, πῶς τούτῳ αὕτη προσοῦσα κατὰ λόγον ῥηθήσεται;

τούτου δὲ παρὰ πάντων μαρτυρουμένου, δῆλον ὑπάρχει κἀντεῦθεν ὅτι τῷ πατρικῷ προσώπῳ προσεῖναι, πρὸς τῷ ἀγεννήτῳ καὶ τῷ γεννᾶν, τὴν ἐκπορευτικήν φησιν ὁ ἅγιος ἰδιότητα, ἀλλ’ οὐχί γε τῷ Πνεύματι τῷ τὴν ἐκπορευτὴν μόνην ἔχοντι· εἰ μή που, ὡς ἔφην, δοξάζοιτο ἢ ἑαυτό, ἢ Πνεῦμα ἕτερον προσωπικῶς οὐσιοῦν. Συμμαρτυρεῖ μου τῷ λόγῳ, καὶ τῶν πρὸ τοῦ σχίσματος πάντων βιβλίων ἡ ἀρχαιότης, τῷ Πατρὶ μόνῳ δηλοῦσα προσεῖναι τὴν ἐκπορευτικὴν ἰδιότητα, καὶ φιμοῦσα τοὺς ἀντιλέγοντας, οὐ μέντοι τῷ Πνεύματι· εἰ καί τινες γραφέως λάθος τοῦτο εἰπεῖν τετολμήκασιν, ἀντὶ τοῦ μεταγράψαι δῆθεν μόνῳ τῷ Πνεύματι, ἐκ τοῦ πρώτως γραφέντος βιβλίου, μόνῳ τῷ Πατρὶ ἀπροσέκτως ἐκθεμένου, οἷα συμβαίνειν φιλεῖ περὶ τοὺς γραφεῖς· ἤγουν τοῦ () στοιχείου τὰς ἄνω κεραίας συμμίξαι, καὶ (ρ) τοῦτο στοιχεῖον ἐξ αὐτομάτου δόξαι· ὅπερ οὐκ ἔχει λόγον οὐδ’ ὁθενοῦν τῷ προβλήματι ἁρμόζειν τὴν προβλητικὴν ἰδιότητα, ἤτις μόνου τοῦ προβολέως ἐστίν.

Ἀλλ’ ὁ ἅγιος Αὐγουστῖνος ἐπάγουσι, πολλαχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων ῥητῶς τίθησι περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, καὶ δεῖ πάντως, ἢ τοῦ τῶν διδασκάλων χοροῦ τοῦτον ἐκβαλεῖν, ἢ πάντα τρόπον πείθεσθαι τούτῳ, ἄτε ἁγίῳ πατρί, ὃν οἰκουμενικαὶ πέντε σύνοδοι διδάσκαλον δέχονται. Πρὸς δὴ ταῦτα φέρε τὸν Αὐγουστῖνον αὐτόν, ἑαυτὸν ἐξηγούμενον παραστήσωμεν· ὅτι πρὸς τὴν ἐνεργητικὴν τοῦ Πνεύματος πρόοδον ἀφορῶν τὸ Πνεῦμα λέγει καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, περὶ ἧς οὐδοπωσοῦν πρὸς ἀλλήλους διαφερόμεθα, οὐχὶ περὶ τῆς προσωπικῆς τοῦ Πνεύματος ἐκπορεύσεως, περὶ ἧς ἡμῖν ἡ ζήτησις.

Ἂν γὰρ τοῦτο δειχθῇ, καὶ ὁ ἅγιος οὗτος οὐ δοκῇ φέρεσθαι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν θεολογεῖν πᾶσι δόξει, καὶ μεθ’ ὑμῶν ἵστασθαι. Ἀλλ’ εἰ δοκεῖ πρῶτον δύο ἢ τρεῖς τούτου χρήσεις ῥητέον, τὰς μᾶλλον καθ’ ἡμῶν δοκούσας δῆθεν εἶναι, ἔπειτα καθεξῆς δηλωτέον πρὸς τίνα σκοπὸν ἀποβλέπων, οὕτω θεολογεῖ. Οὗτος τοίνυν ὁ ἅγιος ἐν τῷ περὶ Τριάδος αὐτοῦ βιβλίῳ νῦν μέν φησιν «οὐ μέντοι δυνάμεθα λέγειν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται· οὐ γὰρ μάτην τὸ αὐτὸ Πνεῦμα, καὶ Πατρὸς καὶ Υἱοῦ Πνεῦμα λέγεται· οὔτε μὴν συνορῶ τί ποτε σημᾶναι ἐβούλετο, ἡνίκα ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν εἶπε, λάβετε Πνεῦμα ἅγιον· οὐδὲ γὰρ τὸ σωματικὸν ἐκεῖνο ἐμφύσημα, συναισθήσει τοῦ σωματικῶς θιγγάνειν προϊὸν ἐκ τοῦ στόματος, ἡ οὐσία τοῦ Πνεύματος ἦν, ἀλλ’ ἔνδειξις διὰ καταλλήλου δηλώσεως, μὴ μόνον ἐκ τοῦ Πατρός, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι». Νῦν δέ, «ὁ δυνάμενος νοεῖν νοείτω· ὅτι ὥσπερ ὁ Πατὴρ ἔχει ἐν ἑαυτῷ, ὡς ἐξ ἐκείνου προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον, οὕτω δεδωκέναι καὶ τῷ Υἱῷ, ὡς ἐξ ἐκείνου προϊέναι τὸ αὐτὸ Πνεῦμα τὸ ἅγιον· καὶ ἑκάτερον ἀχρόνως· καὶ οὕτως εἰρῆσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς προϊέναι, ὡς νοεῖσθαι τὸ προϊὸν καὶ ἐκ τοῦ Υἱοῦ, ἐκ τοῦ Πατρὸς εἶναι καὶ τοῦ Υἱοῦ.

Εἰ γὰρ ὅ τί ποτε ἔχει ἐκ τοῦ Πατρὸς ὁ Υἱός, ἐκ τοῦ Πατρὸς ἔχει πάντως καὶ τὸ ἐξ ἐκείνου προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον». Νῦν δέ, «οὐ μάτην ἐν τῇ Τριάδι, οὐ λέγεται Λόγος τοῦ Θεοῦ εἰ μὴ ὁ Υἱός, οὐδὲ δῶρον Θεοῦ εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἐξ οὗ ἐγεννήθη ὁ Λόγος, καὶ ἐξ οὗ ἐκπορεύεται ἀρχοειδῶς τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ ὁ Θεὸς καὶ Πατήρ· διὰ τοῦτο δὲ προσέθηκα ἀρχοειδῶς, ἐπειδὴ καὶ ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον εὑρίσκεται ἐκπορευόμενον· ἀλλ’ ἐπειδὴ καὶ τοῦτο αὐτῷ ὁ Πατὴρ δέδωκεν, οὐκ ἤδη ὑφεστηκότι, καὶ μήπω ἔχοντι, ἀλλ’ ὅ τί ποτε τῷ μονογενεῖ λόγῳ δέδωκεν ἐν τῷ γεννᾶν δέδωκεν, οὕτως ἄρα αὐτὸν ἐγέννησεν, ὡς ἐξ αὐτοῦ τὸ δῶρον κοινὸν προέρχεσθαι».

Καὶ ταῦτα μὲν καὶ τοιαῦτα, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως καθ’ ἡμῶν εἶναι δοκοῦντα, φησὶ πολλαχοῦ· πλὴν σκοπήσωμεν ἀκριβῶς, τί πάντα τά γε τοιαῦτα βούλεται τούτῳ, καὶ εἰ τυχὸν αὐτὸς ἄλλην ἀτραπὸν μόνος εὕρατο.

Οὗτος τοίνυν ἐν τῷ πεντεκαιδεκάτῳ αὐτοῦ βιβλίῳ περὶ Τριάδος φησί· «τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ οὕτως ἐξεπορεύετο ὡς μέλλειν δοθήσεσθαι, ἤδη δῶρον ἦν· καὶ πρὶν εἶναι τὸν ᾦ ἂν δοθείη· ἄλλως γὰρ νοεῖται δῶρον λεγόμενον, καὶ ἄλλως ἐπειδὰν δεδωρημένον λέγηται· καὶ γὰρ δῶρον μὲν δύναται εἶναι καὶ πρὶν ἢ δοθῆναι, δεδωρημένον δὲ πρὶν δοθείη, κατ’ οὐδένα τρόπον λέγεσθαι δύναται». Καὶ πάλιν, «δῶρον Θεοῦ τὸ Πνεῦμα ἐν ταῖς Γραφαῖς, καὶ δωρεῖσθαι λέγεται πολλαχοῦ, ὡς ὁ Χριστός φησιν ἐν Εὐαγγελίοις, “εἴ τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω”· “ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος”· καὶ ὁ εὐαγγελιστὴς τοῦτο ἐπεξηγούμενος ἐπάγει προσεχῶς, “τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη”· τῇ Σαμαρείτιδι δὲ διαλεγόμενος, οὕτω φησίν· “εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν”. Καὶ μετ’ ὀλίγα, “πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον”.

Καὶ ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἐν ταῖς Πράξεσι, “μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος”. Καὶ “οἱ ἐκ περιτομῆς πιστοὶ ἐξεπλάγησαν, ὅτι καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται”. Καὶ “εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;” Καὶ τῷ Σίμωνί φησιν ὁ αὑτός, “τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι”· καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ πρώτῃ αὐτοῦ Ἐπιστολῇ, “ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν”. Καὶ ὁ μακάριος δὲ Παῦλος, “ἡ ἀγάπη, φησί, τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν”· καὶ πολλαί εἰσιν ἕτεραι τῶν Γραφῶν μαρτυρίαι, αἳ συμφώνως μαρτυροῦσι δῶρον Θεοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, παρ’ ὅσον δίδοται τοῖς δι’ αὐτοῦ τὸν Θεὸν ἀγαπῶσιν· ἐπὶ τοσοῦτον τοίνυν δῶρόν ἐστι τοῦ Θεοῦ, ἐφ’ ὅσον δίδοται οἷς δίδοται· παρ’ ἑαυτῷ δὲ Θεός ἐστιν, εἰ καὶ μηδενὶ δίδοται· ἐπειδὴ Θεὸς ἦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ συναΐδιος πρὶν ἢ ἑκάστῳ δοθῇ.

Ἀλλ’ οὐδεμὴν ἐπειδὴ οἱ μὲν διδόασι, τὸ δὲ δίδοται, διὰ ταῦτα ἕλαττον ἐκείνων ἐστίν· οὕτω γὰρ δίδοται ὡς τοῦ Θεοῦ δῶρον, ὥστε καὶ αὐτὸ ἑαυτὸ διδόναι· οὐδὲ γὰρ δυνατὸν λέγεσθαι μὴ εἶναι τῆς αὑτοῦ ἐξουσίας· περὶ οὗ εἴρηται “τὸ Πνεῦμα ὅπου θέλει πνεῖ”· καὶ παρὰ τῷ ἀποστόλῳ, “πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ ἰδίᾳ καθὼς βούλεται”· οὐδὲ ἔστιν ἐκεῖ ὑποταγὴ τοῦ διδομένου καὶ τῶν διδόντων».

Καὶ ἐν τῷ ἕκτῳ καὶ εἰκοστῷ τοῦ αὑτοῦ κεφαλαίῳ, «ἐπεὶ διὰ τοῦ χαρίσματος ἐκχεῖται ἡ ἀγάπη ἐν ταῖς καρδίαις ἡμῶν, τοῦτο σημαίνων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, δὶς δέδωκε τὸ Πνεῦμα τὸ ἅγιον, ἅπαξ μὲν ἐν τῇ γῇ διὰ τὴν τοῦ πλησίον ἀγάπην, καὶ αὖθις ἐκ τοῦ οὐρανοῦ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην· αὐτὸ γοῦν ἐστι τὸ ἐκ τοῦ οὐρανοῦ δοθέν, τῇ τῆς πεντηκοστῆς ἡμέρᾳ, ὅπερ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐμφανισθεὶς τοῖς μαθηταῖς, ἐνεφύσησε καὶ εἶπε, λάβετε Πνεῦμα ἅγιον· διὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος Ἰησοῦς, τὸ Πνεῦμα τὸ ἅγιον οὐ μόνον δέδωκεν ὡς Κύριος, ἀλλὰ καὶ εἴληφεν ὡς ἄνθρωπος· ἔνθεν τοι καὶ εἴρηται, Ἰησοῦς δὲ πλήρης χάριτος, καὶ Πνεύματος ἁγίου. Καὶ φανερώτερον περὶ αὐτοῦ γέγραπται, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ, ἡνίκα ὁ τοῦ Θεοῦ λόγος σὰρξ γέγονεν». Ἀλλ’ ἵν’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, συνορᾶτε σαφῶς, ὅτι περὶ τῆς μεταδοτικῆς προόδου τοῦ Πνεύματος, ὁ ἅγιος οὗτος ποιεῖται τοὺς λόγους, καὶ ὁ σκοπὸς αὐτῷ πᾶς περὶ ταύτης ἐστίν, οὐχὶ περὶ τῆς ὑποστατικῆς αὐτοῦ ἐκπορεύσεως;

Εἰ δὲ προβάλλοιτό τις τὸν αὐτὸν ἅγιον λέγοντα· «ὥσπερ τὸ σῶμα τῆς σαρκὸς οὐδὲν ἕτερόν ἐστιν ἢ σάρξ, οὕτω καὶ τὸ δῶρον τοῦ ἁγίου Πνεύματος, οὐδὲν ἕτερόν ἐστιν ἢ Πνεῦμα τὸ ἅγιον»· καὶ πάλιν, «εἰ καὶ τὸ διδόμενον ἀρχὴν ἔχει τὸν παρ’ οὗ δίδοται, ὁμολογητέον τὸν Πατέρα καὶ τὸν Υἱὸν μίαν ἀρχὴν εἶναι τοῦ ἁγίου Πνεύματος, οὐ δύο ἀρχάς· ἀλλ’ ὥσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς εἷς Θεός· καὶ ὅτι ἀναφορικῶς πρὸς τὸ Πνεῦμα τὸ ἅγιον μία ἀρχή»· καὶ αὖθις, «τὸ Πνεῦμα τὸ ἅγιον, οὔκουν ἐκ τοῦ Πατρὸς πρόεισιν εἰς τὸν Υἱόν, κἀκ τοῦ Υἱοῦ πρόεισιν εἰς τὸ ἁγιάζειν τὴν κτίσιν, ἀλλ’ ὁμοῦ ἐξ ἑκατέρου πρόεισιν». Εἰ οὖν ταῦτά τις προβάλλοιτο, οὐδὲν πρὸς ἡμᾶς, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄλλο τι λέγει πρόσωπον εἶναι τὸ δῶρον τοῦ Πνεύματος, καὶ ἄλλο πάλιν ἰδίως αὐτὸ καθ’ αὑτὸ τὸ τοῦ Πνεύματος πρόσωπον· ἀλλ’ ἓν καὶ τὸ αὑτὸ Πνεῦμα ἐκπορευόμενον μὲν καθ’ ὑπόστασιν ἐκ μόνου αὐτοῦ τοῦ Πατρός, δωρούμενον δὲ κατ’ ἐνέργειαν, καὶ ἐξ Υἱοῦ, καὶ ἐξ ἑαυτοῦ, καὶ ἀρχὴν ἔχον κατὰ τὸ δίδοσθαι, καὶ αὐτὸ ἑαυτό· καὶ ὥσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς εἷς Θεός, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἷς Θεὸς σὺν αὐτοῖς· καὶ ὥσπερ ἐὰν ἀφέλῃ τις τὸν Πατέρα ἐκ τῆς Τριάδος, ἢ τὸν Υἱόν, οὐκ ἔστιν ἔτι Θεὸς αὕτη, ἀλλὰ καὶ ἡ μονὰς καὶ ἡ Τριὰς εὐθὺς ὄλλυται, οὕτως ἐξ ἅπαντος τρόπου, καὶ εἰ τὸ Πνεῦμα ταύτης χωρίσει, οὐδόλως ἔστιν ἔτι Θεός.

Ἀλλ’ οὑδὲ τοπικοῖς ἢ χρονικοῖς διαστήμασι, διίστασθαι τὸ Πνεῦμα δοξάζομεν, ἢ τοῦ πατρῴου προσώπου, ἢ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἡνίκα κοινῇ εὐδοκίᾳ ἐκεῖθεν πρόεισι πρὸς ἡμᾶς, μιᾷ δὲ δόσει καὶ μιᾶ χορηγίᾳ παρέχεσθαι.

Καὶ ὅτι οὐδεὶς ὑγιαίνων τὰς φρένας δοξάζει τὴν τοῦ Πνεύματος ὑπόστασιν, ἢ ἐκ τοῦ Πατρός, ἢ ἐκ τοῦ Υἱοῦ, ἢ καὶ ἐξ ἀμφοῖν ἐκπορεύεσθαι, καὶ ἐπιδημεῖν τοῖς ἀνθρώποις· ἐπεὶ Θεὸς ὢν τῇ φύσει, πρὸς τῷ εἶναι ταύτῃ ἀόρατος πάσῃ φύσει κτιστῇ, καὶ αὐτοῖς τοῖς χερουβίμ ἐστι κατὰ φύσιν ἀμέθεκτος· καὶ οὔθ’ ὑφ’ ἑαυτοῦ, οὔθ’ ὑπὸ τοῦ Υἱοῦ, οὔθ’ ὑπὸ τοῦ Πατρός, ἢ κατ’ οὐσίαν, ἢ καθ’ ὑπόστασιν δίδοται, οὐδὲ τοῦτον τὸν τρόπον ἐπιδημεῖ τοῖς ἀνθρώποις τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς καὶ αὐτὸς οὗτος ὁ θεῖος διδάσκαλος ἐν τῷ τετάρτῳ καὶ εἰκοστῷ κεφαλαίῳ τοῦ δευτέρου περὶ Τριάδος δίεισι λέγων· «ὃν τρόπον ὅ τε γεννήσας καὶ ὁ γεννηθείς, οὕτω καὶ ὁ ἀποστείλας καὶ ὁ ἀποσταλεὶς ἔν εἰσιν· ὁ γὰρ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσιν· οὕτω δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἓν σὺν αὐτοῖς ἐστί· τὰ γὰρ τρία ταῦτα ἔν εἰσιν»· ὥστε καὶ ἑαυτόν, καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ τὸν θειότατον Παῦλον, καὶ Πέτρον τὸν κορυφαῖον, καὶ αὐτὸν τὸν δεσπότην Χριστὸν μεθ’ ἡμῶν ἵστησι, καὶ διὰ πάντων συνίστησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, κατὰ τὰς ὑπερφυεῖς αὐτοῦ δωρεάς, πρὸς τὸ ἁγιάζειν τὴν κτίσιν, οὐχὶ καθ’ ὑπόστασιν· ὃ πρὸ μικροῦ ὑμῖν ὑπεσχόμεθα δεῖξαι.

Πρὸς ἢν δέ τις προὔτεινεν ἡμῖν ἀπορίαν, πῶς οἱ μὲν τῶν ἁγίων μόνον πηγὴν τὸν Πατέρα, οἱ δὲ καὶ τὸν Υἱὸν πηγὴν τοῦ Πνεύματος ὀνομάζουσι; λέγομεν, ὅτι τὸ τῆς πηγῆς ὄνομα ἐπὶ δύο σημαινομένων κατὰ τὸ πρόχειρον ἐκλαμβάνεται. Πηγὴ γὰρ καλεῖται παρὰ πᾶσιν ἀνθρώποις αὐτὴ ἡ τοῦ ὕδατος ἄβυσσος καὶ ὁ ὀφθαλμός· ἤγουν ἡ ἀρχὴ αὐτοῦ καὶ αἰτία καὶ φλέψ, ἀφ’ ἧς πηδᾷ τὸ ἀλλόμενον ὕδωρ καὶ πρόεισιν· ἣν εἴ τις ἐνεργείᾳ, ἢ ἐπινοίᾳ ἀνέλοι, συνανεῖλε ταύτῃ τὸν ἐξ αὐτῆς ποταμὸν μετὰ καὶ τοῦ ὕδατος. Λέγεται δὲ πηγὴ καὶ ὁ τοῦ ὕδατος φύσει χωρητικὸς καὶ ἀδιαστάτως ἐχόμενος τῆς βρύσεως τόπος, εἰς ὃν φύσει πρώτως τὸ ἐκ τῆς ἀβύσσου ἁλλόμενον ὕδωρ ἐμφιλοχωρεῖ καὶ συνάγεται, κἀκεῖθεν ὡς ἀπὸ δεξαμενῆς ὑπερεκβλύζον προχεῖται πᾶσι καὶ μεταδίδοται. Οὕτω τοίνυν τοῦ τῆς πηγῆς ὀνόματος διάφορα κεκτημένου τὰ σημαινόμενα, ὅταν μὲν τοῖς ἁγίοις ὁ λόγος περὶ τοῦ Πατρὸς ᾗ, κατὰ τὸ πρῶτον σημαινόμενον τῆς πηγῆς μόνον φασί, τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ ὅσα παρόμοια· ὅταν δὲ περὶ τοῦ Υἱοῦ, κατὰ τὸ δεύτερον πάντως· ὅθεν παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὰ παραπλήσια λέγουσιν.

Οἱ μέντοι συνελθόντες ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ συνόδῳ πατέρες, ἐπειδὴ περὶ πηγῆς καὶ ποταμοῦ καὶ ὕδατος τῷ φιλοσόφῳ διεξιᾶσι, ἔστι δὲ προδήλως ἡ μὲν πηγή, ἤτοι ἡ βρύσις, αἰτία τοῦ ποταμοῦ καὶ τοῦ ὕδατος, δοκεῖ δέ πως καὶ ὁ ποταμός, τοῖς μὴ ἐσκεμμένως σκοποῦσιν, ἀρχὴ καὶ πηγὴ τοῦ ὕδατος εἶναι, τὸ ἐκ τῆς φωνῆς ταύτης φυόμενον ἄτοπον εὐλαβούμενοι, ἄτε τὸν Υἱὸν μὴ εἰδότες προβολέα τοῦ Πνεύματος, πηγὴν λοιπὸν καλεῖσθαι κατὰ τοῦτο ἀπαγορεύουσιν, ὡς οὐκ αἴτιον ὄντα τῆς τοῦ Πνεύματος ὑποστάσεως. Διό φασι πρὸς τὸν διαποροῦντα φιλόσοφον, διὰ τοῦ ἐπισκόπου Λεοντίου τοιάδε· «μία μὲν ἡ φύσις, τρία δὲ πρόσωπα λεκτέα»· πηγή, ποταμός, ὕδωρ· ἵνα δὲ μή τις λέγῃ, καὶ τί τοῦτο πρὸς τὸ μὴ εἶναι τὸν Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος, φθάσαντες οἱ πατέρες διαῤῥήδην ἐξέθεντο· «ἀλλ’ οὐδεὶς καλεῖ τὸν ποταμὸν πηγήν, ἢ τὴν πηγὴν ποταμόν».

Εἰ μὲν οὖν τὸ τῆς πηγῆς ὄνομα, τὸ τοῦ Πατρὸς ὄνομα δηλοῖ μόνον, καὶ οὐδαμοῦ τὸ τοῦ προβολέως, ὡς λέγεσθαι τὸν Πατέρα πηγὴν μὲν τοῦ Υἱοῦ, μὴ μέντοι καὶ τοῦ Πνεύματος, εἶχεν ἄν τις εἰκότα καὶ σφόδρα λέγειν, ὡς ἀποφασκομένης τῆς πηγῆς ἀπὸ τοῦ Υἱοῦ, τὸ τοῦ Πατρὸς ὄνομα ἀποφάσκεται μόνον, οὐ μέντοι καὶ τὸ τοῦ προβολέως· ἐπεὶ δὲ κατὰ ἀμφοτέρων ἡ πηγὴ λέγεται, καὶ κατὰ τοῦτο πηγὴ θεότητος ὁ Πατήρ, καὶ ὡς γεννῶν καὶ ὡς προβολεύς· ἡ δὲ πηγὴ ἐκδηλότατα ἀποφάσκεται τοῦ Υἱοῦ· «οὐδεὶς γάρ, φησί, καλεῖ τὸν ποταμὸν πηγήν, ἢ τὴν πηγὴν ποταμόν»· πῶς οὐ πρόδηλον κατὰ τοὺς πατέρας, ὡς τῆς αὐτῆς ἐστιν αἰτίας τόν τε Πατέρα γεννήτορα ὄντα καὶ προβολέα, Υἱὸν ὀνομάζειν, καὶ τὸν Υἱόν, πηγὴν καὶ προβολέα δηλαδὴ καὶ Πατέρα;

Ταύτῃ τῇ εἰκόνι χρησάμενος ὁ θεῖος Χρυσόστομος ὕστερον, ἐν τῇ ἑρμηνείᾳ τοῦ τρίτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ, πηγὴν τὸν Πατέρα, νῦν μὲν τοῦ Πνεύματος καλεῖ, νῦν δὲ τὸν αὐτὸν πηγὴν τοῦ Υἱοῦ· τοῦτο δέ ἐστι τὸν αὐτὸν νῦν μὲν ὡς γεννῶντα ἀνυμνεῖν, νῦν δὲ ὡς προβάλλοντα· ἔχει δὲ ἡ χρῆσις οὑτωσί· «πόθεν τὸ ὕδωρ τὸ ζῶν; ζητήσωμεν αὐτοῦ τὴν πηγήν· τίς ἡ πηγή; λεγέτω Ἱερεμίας, “τάδε λέγει Κύριος, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος”· ὁρᾷς πηγὴν ὕδατος τὸν Θεόν; ζῶν δὲ ὕδωρ τὸ Πνεῦμα τὸ ἅγιον; πηγὴ ὕδατος ζῶντος ὁ Πατήρ, ποταμὸς ἐκ τῆς πηγῆς προερχόμενος ὁ Υἱός, ὕδωρ τοῦ ποταμοῦ τὸ Πνεῦμα τὸ ἅγιον· λεγέτω ταῦτα περὶ τοῦ Υἱοῦ ὁ προφήτης Ἠσαΐας, “καὶ ἥξει Κύριος ὡς ποταμὸς ἐν γῇ διψώσῃ”· ὁρᾷς πηγήν, ποταμόν, ὕδωρ ζῶν;». Ἐνταῦθα δὴ σαφῶς ὁ διδάσκαλος τὸ τῆς πηγῆς ὄνομα, ἐπί τε τοῦ προβολέως καὶ τοῦ γεννήτορος ἐδέξατο· εἶτα ἐπάγει ῥητῶς· «καὶ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμόν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε πάλιν τὸν ποταμὸν πηγήν»· ταὐτὸν δέ ἐστι λέγειν, ὥσπερ οὐ δύνῃ τὸν Πατέρα καὶ γεννήτορα, Υἱὸν λέγειν ἢ Λόγον, οὕτως οὐδὲ τὸν Υἱὸν καὶ Λόγον, γεννήτορα λέγειν ἢ προβολέα.

Ἵνα δὲ συνελόντες εἴπωμεν, εἴπερ ὁ καθ’ ὑπόστασιν καὶ προβολεὺς καὶ γεννήτωρ, ἐξ ἀνάγκης καὶ πηγή, ὃς οὐκ ἔστι πηγὴ καθ’ ὑπόστασιν, οὔτε προβολεὺς οὔτε γεννήτωρ ἐστί· τοῦτο δὲ προδηλότατα κεῖται, μὴ δύνασθαι λέγεσθαι τὸν Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος, τῷ αἰτίῳ· εἰ δὲ τῷ λέγεσθαι ζωῆς ὕδωρ τὸ Πνεῦμα, ζωὴν δὲ τὸν Υἱόν, δοκεῖ κἀκ τοῦ Υἱοῦ, ὡς ἐκ πηγῆς προϊέναι, ἁπλοῦς ὁ λόγος· ὅτι καὶ τὸ τῆς ζωῆς ὄνομα, κοινὸν ἐπίσης τοῖς τρισὶ Πατρὶ Υἱῷ τε καὶ Πνεύματι· καί γε ζωῆς ὕδωρ οὐ τὸ Πνεῦμα τὸ ἅγιον μόνον ἡ Γραφὴ καλεῖ, ἥγουν αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον, ἀλλὰ καὶ τὴν χάριν τοῦ Πνεύματος. Λέγει γὰρ ὁ μὲν θεῖος Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τῇ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην ἐξηγούμενος τό, «πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν», «ἱστέον, ὡς ὕδωρ ἐνταῦθα τὴν τοῦ ἁγίου Πνεύματος χάριν ὁ Σωτὴρ ἀποκαλεῖ· ἧς εἴπερ τις γένηται μέτοχος, ἀναπηγάζουσαν ἕξει λοιπὸν ἐν ἑαυτῷ τῶν θείων μαθημάτων τὴν χορηγίαν». Καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τοῦ αὐτοῦ ῥητοῦ «τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφή ποτε μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα τὰ ὀνόματα, ἀλλ’ ἐνεργείας· οὐ γὰρ ἐκ διαφόρων οὐσιῶν συνέστη τὸ Πνεῦμα τὸ ἅγιον, ἀόρατόν τε καὶ μονοειδὲς ὄν».

Καὶ πρό γε τούτων ὁ εὐαγγελιστὴς Ἰωάννης τὸ αὐτὸ ῥητὸν ἐφερμηνεύων τίθησι· «τοῦτο δὲ εἶπε, τουτέστιν ὁ Κύριος, περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Δῆλον δὲ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ὁ Παράκλητος, οὔτε κατ’ οὐσίαν, οὔτε καθ’ ὑπόστασιν, ἀλλὰ κατ’ ἐνέργειαν μόνην, καὶ δίδοται καὶ λαμβάνεται. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἐπεὶ δὲ καιρὸς μετανοίας ὁ νῦν, ἄγε περὶ μετανοίας ἀκούσωμεν, τί πρὸς ἡμᾶς ἡ χρυσῆ γλῶττα διέξεισι. «Κἂν γάρ, φησί, πολλὰ κατορθώματα ἔχῃς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζῃς δὲ παῤῥησίαν ἔχειν, πάσης παῤῥησίας ἐξέπεσας· κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτόν, ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παῤῥησίαν.

Καίτοι τοῦτο οὐδὲ ταπεινοφροσύνη ἐστί, τὸ ὄντα ἁμαρτωλὸν νομίζειν εἶναι ἁμαρτωλόν· ταπεινοφροσύνη γάρ ἐστιν, ὅταν τις πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ κατορθώματα, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζηται· ἀλλ’ ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον εὐσπλαγχνίαν, οὐχὶ τοὺς ταπεινόφρονας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα ἑαυτῶν λέγοντας, προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις. Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς· οὐ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ, καὶ αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ’ αὐτοῦ τὰ φάρμακα αἴτησαι. Δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἄπαντα. Εἰπὲ τοίνυν, ἵνα ἐνταῦθα ἀποθέμενος ἅπαντα, ἀπέλθῃς ἐκεῖ καθαρός, καὶ ἕξεις τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγήν. Ἥμαρτες; εἰπὲ τῷ Θεῷ ἐξ ὅλης ψυχῆς καὶ συντετριμμένης καρδίας, ὅτι ἥμαρτον· καὶ ἐξείληπταί σου τὰ ἁμαρτήματα· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· εἰπὲ τὴν ἁμαρτίαν, καὶ ἔλυσας αὐτήν· οὐκ ἔστιν ἐν τούτῳ κάματος, οὔτε περίοδος χρόνου, οὔτε χρημάτων ἀνάλωμα. Ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας· ποίαν ταύτην; τὸ πενθῆσαι τὴν ἁμαρτίαν· ἥμαρτες;

πένθησον, καὶ λύεις αὐτήν· ἔχεις καὶ τούτου τὴν ἀπόδειξιν ἀπὸ τῆς Γραφῆς· θρήνησον, καὶ στέναξον, μὴ ὅτι κολάζεσθαι μέλλεις, ἀλλ’ ὅτι προσέκρουσας τῷ Δεσπότῃ, τῷ οὕτω σε φιλοῦντι, καὶ τῆς σῆς σωτηρίας ἐκκρεμαμένῳ, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ. Καὶ γὰρ ἡ Ῥαὰβ πόρνη ἦν, ἀλλ’ ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ Ματθαῖος τελώνης ὤν, εὐαγγελιστὴς ἀνεδείχθη· καὶ ὁ Παῦλος διώκτης τῶν ἐκκλησιῶν ἦν, ἀλλὰ μετεβάλλετο· οὗτοι καὶ εἰς τὸ βάθος τῆς πονηρίας κατέβησαν, καὶ εἰς τὴν ἁψῖδα τῆς ἀρετῆς ἔφθασαν.

Ταῦτ’ οὖν εἰδότες, μήτ’ ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτ’ ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν· ἀλλὰ καὶ κατορθοῦντες φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν, ὡς ἂν τὴν ἀπόγνωσιν φύγωμεν ἐπὶ τῆς ἡμῶν σωτηρίας· καὶ γὰρ ἀμφότερα ταῦτα προδοσία σαφής, καὶ τὸ θαῤῥεῖν ἐστῶτα, καὶ τὸ ἀπογινώσκειν κείμενον· διὸ τοὺς μὲν ἑστῶτας ὁ Παῦλος ἀσφαλιζόμενος ἔλεγεν, “ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ”· τοὺς δὲ κειμένους ἀνιστῶν ὁ προφήτης φησί, “μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων, οὐκ ἐπιστρέφει;”· καὶ πάλιν, “ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς”· καὶ ἑτέρωθι, ὅρκῳ βεβαιῶν τὴν διὰ μετανοίας σωτηρίαν φησί, “ζῶ ἐγὼ λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν”· καὶ ταῦτα μὲν πρὸς τὸν ἁμαρτωλὸν ἀποφαίνεται. Πρὸς δὲ τὸν δίκαιόν φησιν, “ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην, καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτοι, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται”· ὢ τῆς ἀρίστης οἰκονομίας! τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ, ὅτι τὸν ἐμμένοντα ταῖς ἁμαρτίαις ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν παραπέμπει, τὸν δὲ δικαιοπραγοῦντα εἰ μακαρίζει, φέρει εὐθὺς εἰς χαυνότητα· καὶ τῷ πεσόντι ὀρέγει χεῖρα φιλάνθρωπον, καὶ τῷ ἑστῶτι ἐπάγει φόβον σωτήριον, καὶ διεγείρει τὴν ἐπὶ τὰ καλὰ τούτου πρόθεσιν.

Μὴ οὖν μοι λέγε ἀπωλόμην, καὶ τί ποιήσω; μή μοι λέγε, ἡμάρτηκα, καὶ τί πράξω; ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ βουλόμενον. “Ἐὰν ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης φησί, πιστός ἐστι καὶ δίκαιος ἵνα ἀφήσῃ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας· τεκνία ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν”». Ἐπὶ δὲ τούτοις εἴποιμι ἂν καὶ αὐτός, οὐκ ἔστιν ἁμαρτία τις ἀσυγχώρητος, εἰμὴ ἡ ἀμετανόητος· ὅτι καὶ Παράκλητον μένοντα μεθ’ ἡμῶν ἀχωρίστως εὐμοιροῦμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γοῦν ὁ μὲν Χρυσόστομος προσδεχόμενον ἡμᾶς τὸν Πατέρα εἰσάγει, ὁ δ’ ἐπιστήθιος τὸν Υἱὸν ἀντιβολοῦντα ὑπὲρ ἡμῶν, ὁ δὲ λαλῶν ἡμῖν οὑτοσί, τὸ Πνεῦμα λέγει τὸ ἅγιον ὁσημέραι καθαίρειν τὰς ἀνομίας ἡμῶν, μετανοῶμεν ὡς χρή, καὶ σωθησόμεθα πάντως. Ἀμήν.