Ταῦτ’ οὖν εἰδότες, μήτ’ ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτ’ ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν· ἀλλὰ καὶ κατορθοῦντες φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν, ὡς ἂν τὴν ἀπόγνωσιν φύγωμεν ἐπὶ τῆς ἡμῶν σωτηρίας· καὶ γὰρ ἀμφότερα ταῦτα προδοσία σαφής, καὶ τὸ θαῤῥεῖν ἐστῶτα, καὶ τὸ ἀπογινώσκειν κείμενον· διὸ τοὺς μὲν ἑστῶτας ὁ Παῦλος ἀσφαλιζόμενος ἔλεγεν, “ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ”· τοὺς δὲ κειμένους ἀνιστῶν ὁ προφήτης φησί, “μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων, οὐκ ἐπιστρέφει;”· καὶ πάλιν, “ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς”· καὶ ἑτέρωθι, ὅρκῳ βεβαιῶν τὴν διὰ μετανοίας σωτηρίαν φησί, “ζῶ ἐγὼ λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν”· καὶ ταῦτα μὲν πρὸς τὸν ἁμαρτωλὸν ἀποφαίνεται. Πρὸς δὲ τὸν δίκαιόν φησιν, “ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην, καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτοι, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται”· ὢ τῆς ἀρίστης οἰκονομίας! τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ, ὅτι τὸν ἐμμένοντα ταῖς ἁμαρτίαις ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν παραπέμπει, τὸν δὲ δικαιοπραγοῦντα εἰ μακαρίζει, φέρει εὐθὺς εἰς χαυνότητα· καὶ τῷ πεσόντι ὀρέγει χεῖρα φιλάνθρωπον, καὶ τῷ ἑστῶτι ἐπάγει φόβον σωτήριον, καὶ διεγείρει τὴν ἐπὶ τὰ καλὰ τούτου πρόθεσιν.