Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Προετοιμασία και οργανωτικές προτάσεις για τη σύνοδο ενώσεως

Εισαγωγικές προτροπές για την ανάγκη ομονοίας, η εκλογή ικανών αντιπροσώπων και η διαμόρφωση της μεθοδολογίας του θεολογικού διαλόγου με τους Λατίνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΣΥΜΒΟΥΛΕΥΤΙΚΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΩΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ Τῆς μελετωμένης γενέσθαι κατ’ ἐκεῖνο καιροῦ· εἴρηται δὲ ἐν τῷ συνοδικῷ τῆς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας Θεὸς ὁ πάντα ποιῶν καὶ μετασκευάζων ἐπὶ τὸ κρεῖττον, καὶ περὶ τῆς ἑαυτοῦ ταύτης ποίμνης, ἅτε προνοητὴς φροντιεῖ· πλὴν καὶ ἡμᾶς περὶ τῆς μελετωμένης ταύτης ἑνώσεως, καὶ ἰδίᾳ σκέπτεσθαι δεῖ, καὶ κοινῇ βουλεύεσθαι χρή, καὶ παντὶ τρόπῳ ἐπιτηδεύειν, πῶς ἂν τῆς προσιούσης ἡμῖν παρατάξεως ὑπέρτεροι εὑρεθῶμεν, καὶ μὴ καταισχύνειεν, ὅ φασι, τὰ ὅπλα τοὺς στρατιώτας· ἢ μᾶλλον εἰπεῖν, πῶς ἂν ἡ ἕνωσις γένηται, καὶ μὴ ἀπειρίᾳ τῶν ταύτην θελόντων, ἢ ἐπηρείᾳ τῶν μὴ θελόντων, ἐκπέσωμεν τῆς προθέσεως. Χρῆμα καὶ γὰρ τῳόντι ἀναγκαῖον ἡμῖν καὶ σοφόν, καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων, τὸ προαναθρεῖν εὗ μάλα τὰ δυσχερῆ, καὶ τῆς ἀβουλήτου δουλείας τὴν ἔφοδον, καὶ προαπονεύειν πειρᾶσθαι γοργῶς, τά, ὧν εἰ γένοιτο ἡμᾶς πρὸς πεῖραν ἐλθεῖν, ἐν παντὶ κεισόμεθα κακοῦ.

Ἀλλ’ ἴωμεν ἥδη ὀρθῷ πηδαλιουχούμενοι λογισμῷ, πρὸς τὴν τοῦ πρέποντος καὶ χρησίμου κατάσκεψιν· ἡ δ’ ὑμετέρα διάκρισις τὸν ἀκριβῆ καὶ ἀπεξεσμένον, ἐφ’ ἑκάστῳ τῶν ῥηθησομένων ἐξεταζέτω μοι νοῦν· καὶ εἴ τι ἂν δόξαιμι μὴ λέγειν ὀρθῶς, ἢ νοεῖν, δίκαιοι ἂν εἴητε τοῦτο καὶ φιλίως ἐπανορθοῦν, καὶ μεθαρμόζειν σοφῶς, τοὺς τῶν τεκτόνων ἀρίστους ἀπομιμούμενοι· οἳ ἐπειδὰν ἐξήκοι τοῦ καθήκοντος λόγου τὸ ἐν χερσί, μεταῤῥυθμίζουσιν ἐντέχνως, ἐπὶ τὸ ὡς ἄριστα ἔχειν δοκοῦν.

Πρῶτον μὲν οὖν ἐκεῖνο ἔχειν δεῖ προειλημμένον ἐν ταῖς διανοίαις ἡμᾶς, τῶν δεῦρο ῥηθησομένων τὰ καίρια περὶ τῆς ἑνώσεως, τηρεῖσθαι παρ’ ἡμῖν ὡς μυστήρια. Δεύτερον δὲ μετὰ τοῦτο, προμελετᾶσθαι χρεὼν παρ’ ἡμῶν, ἵν’ ἐν τῷ καιρῷ τῆς συνελεύσεως ἡμῶν τε κἀκείνων, μὴ ὁ μέν, τῷ δὲ πρόσκειται, ὁ δέ, τῷ δέ· καὶ μάλιστα ἐν ταῖς τῶν λόγων γενησομέναις τηνικαῦτα ἁμίλλαις· καὶ τὸν μὲν τῶν ἡμετέρων ἐπαίρειν μέγα, τὸν δὲ βάλλειν σκώμμασι· ταῦτα καὶ γὰρ αὐτὰ καθ’ αὑτὰ μόνα, καὶ μηδενὸς ὄντος σχίσματος, ἀποσχίσαι τοὺς πάντας ἀλλήλων ἀρκεῖ· ἀλλ’ ἵνα πάντες ἀδιαίρετοι ὦμεν πρὸς πᾶν ἐπιόν, ἓν οἱονεὶ πνεῦμα, καὶ ἓν φρόνημα, καὶ σκοπὸς πάντων εἷς· κἂν ἐν ἤθει, ἢ λόγῳ, ἢ ἔν τινι προσπταίσῃ τις ἐξ ἡμῶν, ἢ καὶ εἰκῇ διαβάλληται πρός τινος, οἱ ὁμόφρονες πάντες, παρόντες τε καὶ ἀπόντες ὡσαύτως, πᾶσι τρόποις ἐπιστηρίζειν καὶ διορθοῦν, καὶ ἐξ ἑτοίμου λυτροῦσθαι αὑτὸν τῆς διαβολῆς. Καὶ ταῦτα μὲν παρ’ ἡμῖν μελετώμενα ἔσται ἀπ’ ἄρτι, ὡς ἂν τηνικαῦτα, ἡνίκα δεήσῃ, σὺν λόγῳ γινόμενα, ὁμονοεῖν ἐπὶ καλῷ πείσῃ πολλοὺς ἐξ ἡμῶν, ἢ τοὺς ἅπαντας.

Ἐκεῖνο δὲ πράγμασιν αὑτοῖς παρασκευάσαι χρεών, λέγω δὲ ὡς ἐπὶ Θεοῦ· ἐπεὶ ἐκεῖθεν τοποτηρητὴς τοῦ Ῥώμης καὶ τῶν Ἐκκλησιῶν μεσίτης ἀπεστάλη, ὡς λέγεται, ἕνα λοιπὸν καὶ ἡμᾶς τῆς ἑνώσεως ταύτης μεσίτην συστήσασθαι, εἴτε μοναχόν, εἴτε τῶν γυναιξὶ συνοικούντων, αὐτοὶ ἂν εἰδείητε, καὶ γράμμασι πατριαρχικοῖς τε καὶ βασιλείοις τοσαύτῃ καὶ τοῦτον ὀχυρῶσαι δυνάμει, ὅσῃ κἀκεῖνος ὠχύρωται, καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐνταῦθα Ῥωμαίοις ἐπιτάξαι, τοῦτον οὕτω περιθάλπειν καὶ συνιστᾶν, καθάπερ τὸν ἐκεῖθεν ἐρχόμενον οἱ περὶ αὐτόν. Καὶ γὰρ οἶμαι δεινότατον εἶναι λίαν καὶ ἔκτοπον, τὸν μέν, καὶ πλουσιώτατον ἅμα, καὶ καρδινάλιον εἶναι, καὶ ἐξουσίαν ἔχειν καὶ δῆσαι καὶ λῦσαι καὶ συστῆσαι ἐν τοῖς αὐτοῦ, ὤς φασι, καὶ συναντιλήπτορας ἑκατόν, καὶ ἀκολούθους μυρίους ἐπάγεσθαι· ὁ δέ, καὶ γυμνὸς ἐξουσίας, καὶ μόνος, εἰ τύχοι, καὶ πένης, πρὸς αὐτὸν ἀντιπαρατάττηται.

Τοῦτον οὖν τόν, εἴτε πρέσβυν τῆς ἡμῶν Ἐκκλησίας πρὸς τὴν ἐκείνων, εἴτε τοποτηρητὴν τῆς ἡμετέρας συνόδου πρὸς τὴν αὐτῶν, εἴτε τοῖν γενοῖν ἀμφοτέροιν μεσίτην, ἢ τῆς ὀρθοδοξίας δικαῖον, ἢ ὅ τι ἂν ἐκεῖνον θελήσητε λέγειν, σύμβουλον καὶ οἰκονόμον καὶ πράκτορα τῶν πρὸς αὐτοὺς πάντων λόγων καὶ τῶν πραγμάτων συστήσασθε. Φημὶ δέ, καθ’ ὅσον χρόνον οἱ τοποτηρηταὶ τοῦ Ῥώμης ἐνταῦθα προσμείνωσιν, αὐτὸς τοὺς λόγους ὑμῶν, τοὺς μὲν ἀπὸ στόματος, τοὺς δὲ διὰ γραμμάτων, ἐκείνοις ἀναγγελεῖ· καὶ δὴ καὶ τῶν ἐκεῖθεν λημμάτων, αὐτὸς ἔσται προσαγωγεύς· ἑνί τε λόγῳ, ἐκεῖνος μετὰ Θεὸν ὑπὲρ ἡμῶν πολεμήσει, ὑμεῖς δὲ πόῤῥω βελῶν, τὸ τοῦ λόγου, καθίσεσθε· τοῦτο καὶ μόνον αὐτὸς ὀφείλων τοῖς ὀρθοδόξοις ἡμῖν, τὴν ἐπὶ τοσαῦτα καὶ τετρακόσια ἕτη διῃρημένην ἀγέλην Χριστοῦ, οἰκονομίᾳ χρησάμενον θεαρέστῳ, ἑνῶσαι τὸ καθ’ αὑτόν, τῇ τοῦ ἁγίου Πνεύματος χάριτι· ἡ δὲ πάντως ἔσται, ἀπαρατρέπτων μενόντων τῶν ἡμετέρων δογμάτων, τὸ τοῖς πολλοῖς μὲν δοκοῦν εἶναι πάντων παραδοξότατον, τῷ δὲ Θεῷ ἑτοιμότατον· καὶ αὗ τοῦτο μόνον αὐτῷ χρεωστοῦντες ἡμεῖς, συνεργεῖν αὐτῷ ἐν τοῖς ἅπασιν, ὑποτιθέναι τὰ δέοντα, συμβουλεύειν τὰ πρὸς τὴν ἕνωσιν συντελοῦντα, εἰσηγεῖσθαι τὰς τῶν πραγμάτων καὶ τὰς τῶν λόγων ἐπιχειρήσεις, καὶ ὅλως ἐκεῖνον μὲν καλάμου λόγον ἐπέχειν, δελτίου δὲ τοὺς λοιπούς, ὑμᾶς δὲ χειρός, Χριστὸν δὲ νοός.

Τέσσαρσί τε προσώποις περιστοιχῆσαι τὸν ἄνδρα συμμάχοις· ἀρχιερεῖ λογίῳ, ἄρχοντι τῶν τῆς Ἐκκλησίας ἐγκρίτων, ἑρμηνεῖ ὀρθοδόξῳ, πρὸς δὲ καὶ συνετῷ ὑπογραφεῖ· ὃς δήπου τῆς ἑβδομάδος ἅπαξ, ἢ δεύτερον, ἄτε δὴ τῆς ὅλης τῶν ὀρθοδόξων συνόδου ἐκδικητής, ἐν τῷ τοῦ Παντοκράτορος συνοδικῷ, σὺν τοῖς περὶ αὐτὸν ἀπελεύσεται· ἐκεῖσε γὰρ κέκριται ἄριστον εἶναι τὰς περὶ τοῦ δόγματος ἡμῶν διαλέξεις, ὡς ἐν σεκρέτῳ γίνεσθαι, ὅπου καὶ τὴν ξενίαν οἱ ἐρχόμενοι λήψονται, καὶ τὰ παρ’ ἑκατέρου τοῦ μέρους, ῥηθησόμενα φιλαλήθως, καθ’ ἑκάστην συνέλευσιν, σημειώσεται μέλανι, πρὸς τό, σὺν λόγῳ ἀληθείας, καὶ Θεοῦ φόβῳ, παρ’ ὑμῶν κατ’ ἰδίαν γυμνάζεσθαι, καὶ μετὰ τὸ καλῶς αὐτὰ γυμνασθῆναι, ἐν ἰδίῳ κώδικι τίθεσθαι.

Εἰ δέ τισιν ἴσως ἡ μεταχείρισις αὕτη δυσμεταχείριστος ἄλλως δοκεῖ, εἰσὶ πολλαὶ μέθοδοι καλλίους ταύτης πολλῷ, ἐξ ὧν μάλιστα δύο ἀμείνους καὶ αὑτὸς συνορῶ· ἐρῶ δὲ ἀμφοτέρας εὐθύς· μίαν μέν, ἵν’ ἐν καιρῷ τεταγμένῳ, ἐκείνων οἱ κρείττους ἐρχόμενοι δεῦρο, παῤῥησίᾳ, ἢ ἐν σεκρέτῳ, μεθ’ ἡμῶν διαλέξεις μετ’ εἰρήνης ποιῶνται· λέγω δὲ κατὰ τάξιν καὶ τῶν πεύσεων, καὶ τῶν ἀπαντήσεων γινομένων, καὶ κατὰ τὴν τῶν προσώπων ὑπεροχήν, ὡς εἰώθατε, μετὰ κόσμου προβαίνειν τὰ προτεινόμενα. Δευτέραν δέ, ταύτης πᾶσιν ἀνωτέραν, ἵνα κεφαλαιώδεσιν ἐπιτομαῖς, τὰ περὶ τοῦ δόγματος ζητήματα, ἡμεῖς δεῦρο κατ’ ἰδίαν κοινῇ συνηγμένοι, μετὰ πολλῆς καὶ ἠκριβωμένης συνδιασκέψεως γράφωμεν, ὅσον οἷον συνοπτικώτερον καὶ σαφέστερον, καὶ μετὰ τὸ ἕκαστον τούτων ἐν τῇ θέσει τεθεῖναι, καθὼς δεδοκίμασται, τὸ τοῦ γραφέντος ἴσον πρὸς αὐτοὺς ἀποστέλλειν εὐθύς, καὶ τὰ παρ’ ἐκείνων ἀντιγραφόμενα κατ’ αὐτοῦ, συνετῶς ἐφεξῆς σημειοῦσθαι, καὶ σὺν λόγῳ γενναίῳ αὐτοὺς ἀντιπαρατάττεσθαι, καὶ οὕτω μέχρι τέλους ποιεῖν· ὃ δὴ καὶ πρὸ ἐνιαυτῶν πέντε, ἐν τῇ Κωνσταντίᾳ τῆς Γερμανίας, τὰ τῶν Λατίνων ἑπτὰ γένη πρὸς ἄλληλα πεποιήκασιν.

Οὕτω γὰρ ἐν καιρῷ, αἵ τε συνελεύσεις γενήσονται, καὶ αἱ προτάσεις ῥηθήσονται, καὶ τῶν γενησομένων τὰ πλείω ἀνέκφορα ἔσται τοῖς πολλοῖς, καὶ ὡς μυστήρια θεῖα μετ’ εὐλαβείας πάντα, καὶ τῆς προσηκούσης ἑκάστῳ τάξεως τελεσθῆναι· οὐ γὰρ πᾶς ὁ βουλόμενος τηνικαῦτα, ὅσα θελήσει ἀναίδην ἐρεῖ· πολλοῦ γε καὶ δεῖ· τοῦτο καὶ γὰρ ἀταξίας καὶ ἔριδος καὶ διαμάχης ἀρχή· ἀλλ’ οἱ λογάδες μόνον κατ’ ἔπος σὺν τάξει καὶ ἠρεμίᾳ, καὶ μακρᾷ διασκέψει, ὁτὲ μὲν τόδε τὸ ζήτημα, ὁτὲ δὲ τόδε διευκρινήσουσι· καί γε ὑμῖν αὐτοῖς μάλιστα τοῖς τοῦ λόγου προστάταις, οὐκ ἐν τῇ τοῦ λόγου δυνάμει ἔσται ἡ πᾶσα ἐλπίς, ἐν δὲ τῇ τοῦ δόγματος μᾶλλον στεῤῥότητι, καὶ τῇ τῶν πραγμάτων βελτίστῃ μεταχειρίσει, καὶ ἐξαιρέτως τῇ τοῦ ἁγίου Πνεύματος χάριτι· κἂν μὴ πρὸς τῶν λόγων αὐτῶν ὑμῖν προσγένηται τὸ περιγενέσθαι, πρὸς τῆς ἀρίστης οἰκονομίας, καὶ τῆς τῶν πραγμάτων φύσεως ἔσται πάντως· ὅτι οὐκ ἐν λόγων πλοκαῖς, καὶ συλλογισμῶν πλεκτάναις, ἀλλ’ ἐν ὀρθότητι νοημάτων, καὶ ἐν πράγμασι φύσει ἀμεταβλήτοις ἐστὶν ἡμῖν ἡ εὐσέβεια. Οὕτω μὲν δὴ πρὸς ταῦτα ἑτοιμασθῆναι χρεών.

Πρὸς δὲ τὰ ἑξῆς, ἐξ ὑπαρχῆς δεῦρο ἐρῶ πρὸς ὑμᾶς, Θεὸν τὸν πάντων ἔφορον καὶ Σωτῆρα μάρτυρα τῶν ἐμῶν τούτων λόγων ποιούμενος, ὡς μετὰ πάσης εὐνοίας καὶ γνώμης ὀρθῆς, τούτους λαλῶ πρὸς τὴν ὑμῶν ἁγιότητα. Καί με μηδεὶς ὑποπτεύσῃ τῶν ὑπ’ ἐμοῦ λαλουμένων ἄλλο τι φρονεῖν, ἀλλὰ τὰ τὴν ἕνωσιν τῆς Χριστοῦ Ἐκκλησίας ῥᾷστα ποιήσοντα, τό γε εἰς τὴν ἐμὴν ἧκον δύναμιν συνορῶν, καὶ τὴν ἐπάρατον συγκατάβασιν ὑφορώμενος, καὶ ζημίαν ἡγούμενος οἴσειν παντὶ τῷ τῆς Χριστοῦ Ἐκκλησίας πληρώματι, εἰ σιγῇ ταῦτα παρέλθοιμι· καὶ ταῦτα πάσῃ προθέσει, καὶ παντὶ τρόπῳ τοῖς πᾶσιν ὀφείλων εἰσηγεῖσθαι τὰς καλὰς ὑποθέσεις· λοιπὸν ταῦτα τοῖς ὀρθοδόξοις ὑμῖν ὡς μυστήρια ὑποτίθημι. Ἐπείπερ οἱ ἐκ τῆς Ῥώμης, πάντων ἀπαρατρέπτων μενόντων τῶν ἡμετέρων δογμάτων, καὶ τῶν τῆς ἡμετέρας Ἐκκλησίας παραδόσεων ἐγγράφων τε καὶ ἀγράφων, ἀξιοῦσιν ἡμῖν ἑνωθῆναι ὅλῃ ψυχῇ, καὶ πάντα ὁμολογοῦσι τὰ ἡμέτερα διαῤῥήδην, καὶ πατροπαράδοτα, καὶ ἅγια εἶναι, πλὴν ἓν τοῦτο καὶ μόνον παρ’ ἡμῶν ἀπαιτοῦσι, τὸ μνημονεύειν τὸν Ῥώμης ὡς ἅγιον ἐν ταῖς ἁγίαις ἡμῶν τελεταῖς· δοκεῖ μοι μηδὲν ἢ μικρὸν διαφέρειν, κἀμὲ ὑπομνῆσαι περὶ τούτου τινά, καὶ κοινῇ τὴν καθ’ ἡμᾶς σύνοδον διασκέψασθαι.