Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Έλεγχος των αποστατών και των επικριτών της Ορθόδοξης Εκκλησίας

Αυστηρή κριτική όσων προσχώρησαν στη λατινική Εκκλησία, στιγματισμός της εγκόσμιας νοοτροπίας τους και της αχαριστίας προς την πνευματική τους μητέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 8

Λέγω δὲ γνώμην αὐτός, ὁ τἀκείνων, μάλιστα πάντων, καὶ ἤθη καὶ ἕθη ἀκριβέστερον ἐπιστάμενος, ἵνα πρὸς τὰς ἐκείνων ἐξῃρημένας προτάσεις ἀναντιῤῥήτους ἀπολογίας προμελετῶντες, εἰς τὰς μετ’ αὑτῶν συνελεύσεις ἕτοιμοι εὑρεθῶμεν συνήγοροι τῆς ἀληθείας.

Οἷον φέρ’ εἰπεῖν ἐπὶ παραδείγματος, εἰ προτείνοιτό τις τῶν ἐξ ἡμῶν πρὸς αὐτοὺς αὐτομολησάντων μυρία τινὰ καθ’ ἡμῶν, οὕτω θαῤῥούντως εἰπεῖν πρὸς αὐτόν. Ἔοικας, ὦ οὗτος, ἐν ἀληθείᾳ, οὐ ζήλῳ θείῳ ταύτην ποιεῖσθαι τὴν ἔνστασιν, ἀλλ’ ἐκδικεῖν δοκεῖν, ὅπερ ἔφθης ἑλόμενος, ὡς ἂν οὕτω γε τοὺς ἐπὶ τῇ μεταθέσει διαφεύγειν... ἐλέγχους, καὶ τὴν τῶν μεθ’ ὧν τέταξαι μᾶλλον εὔνοιαν ἐπισπᾶσθαι, τῇ πρὸς ἡμᾶς περιφανεστάτῃ δυσμενείᾳ, καὶ ταῖς καθ’ ἡμέραν ἀντιπτώσεσιν αὐτοῖς χαριζόμενος· ὅνπερ ἄρα τρόπον καὶ ἐκ τῆς τῶν χριστωνύμων μοίρας, οἱ πρὸς τὰ τῶν Ἀγαρηνῶν μεταβάλλοντες, ἀκήρυκτόν τινα καὶ ἄσπονδον καθ’ ἡμῶν τὴν μανίαν ἐνδείκνυνται, καὶ τὰ τῆς ἡμετέρας εὐσεβείας ἀχαλίνῳ γλώσσῃ κερτομοῦσι καὶ διασύρουσι, καὶ μηδὲν ἐντεῦθεν, ὅτι μή, τὸ οἷς προσῄεσαν εὔνουν πραγματευόμενοι. Εἰ δὲ καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ προβάλλῃ ζῆλον, εἰσὶν ἕτεροι χείρους ἡμῶν τὴν κακοδοξίαν, Ἰουδαῖοι, καὶ Ἰσμαηλῖται, καὶ πυρσολάτραι· ἐν τούτοις οὖν τὰ τοῦ ζήλου δειχθήτω σοι· νῦν δ’ ἐκείνων ἀνεχόμενος τὰ ἀθεώτατα βλασφημούντων, καθ’ ἡμῶν πνέεις μόνον; εἰ γὰρ ἀληθῶς ὁ ὑπὲρ Χριστοῦ σε ζῆλος εἰς τοῦτο κινεῖ, ἐκείνοις ἕδει χαλεπαίνειν, ἐκείνοις ἀντιφέρεσθαι, κατ’ ἐκείνων ὁρμᾶν, οὐ μὴν καθ’ ἡμῶν, οἳ τὴν αὐτὴν Τριάδα σοι, καὶ τὸν αὐτὸν Χριστὸν καθομολογοῦμεν.

Εἴπερ οἰκίαν ἑώρας ἐξ αὐτῶν κρηπίδων σεσαθρωμένην, ἆρα ἀφεὶς τὰ καιριώτατα θεραπεύειν, τὰ μικρὰ τῶν τοίχων ῥήγματα ἂν ἠσφαλίζου; οὐκ ἔγωγε οἶμαι. Εἰ δὲ καὶ ὑπὸ βασιλεῖ τεταγμένος ᾗς, καὶ τοὺς μὲν ἑώρας ἐχθροὺς αὐτοῦ προφανεῖς τελοῦντας καὶ ὑβριστάς, τοὺς δὲ οἰκείους μέν, μικρὸν δέ τι προσκρούσαντας, ἆρ’ ἂν τοὺς προφανεῖς ἐάσας ἐχθρούς, τοὺς οἰκέτας ἠμύνω;

Τάχ’ ἂν ἀλλ’ οὐκ ἀμύνασθαι, φαίης, ἀλλὰ θεραπεῦσαι ἐπείγομαι· καὶ τίνες μᾶλλον δέονται θεραπείας, οἱ περὶ τὰ καίρια νοσοῦντες, ἢ οἱ μικρᾷ τινι ἀνωμαλίᾳ συνεσχημένοι τοῦ σώματος; Εἰ μὲν οὖν διά τι τῶν ἀνθρωπίνων τὴν μετάθεσιν εἵλου, τὴν ὀρθότητα τῆς ἡμετέρας δόξης μὴ ἀγνοῶν, οὐκ οἶμαί σε παραιτήσεσθαι τὴν ἐπάνοδον· οὐ γὰρ ἂν ἀνάσχοιο τῆς κρείττονος ἐπὶ μακρὸν ἀφεστάναι μερίδος· εἰ δὲ ἣν εἵλου δόξαν πάσαις ψήφοις ἔχειν διατείνῃ τὸ ἀσφαλές, καὶ τούτου χάριν αὐτῆς περιέχῃ, σκοπεῖν σε χρή, καὶ τὸ τῆς ἀνθρωπίνης διανοίας εὐόλισθον, καὶ ὡς πολλοί τινες καὶ διανοίας ὀξύτητι, καὶ λόγων δεινότητι τὸ θαῤῥεῖν ἐσχηκότες, τῆς ὀρθῆς ὅμως περὶ Θεοῦ διημάρτοσαν δόξης· οὐ γὰρ τῇ ἀληθινῇ καὶ πρώτῃ σοφίᾳ προσέσχον, ἀλλὰ τῇ ψυχικῇ καὶ δαιμονιώδει, ᾗ περὶ λογομαχίας ἀνωφελεῖς ἡ σπουδή· ὧν καρπὸς οὐδὲν ἕτερον, ὅτι μή, τῶν ἀκουόντων ἡ καταστροφή. Ἢ γὰρ οὐχὶ πάντες, ὅσοι δόξαις αἱρετιζούσαις ἑάλωσαν, τῆς καθ’ Ἕλληνας σοφίας ὑπῆρχον ἀνάπλεῳ;

Καὶ γὰρ ἡμῖν τὴν σὴν ἀποστασίαν ἐνθυμουμένοις, τὸ ταλαίπωρον ἡμῶν γένος ἔπεισι ταλανίζειν, καὶ ἀποδύρεσθαι τῆς ζημίας, ἄνδρα τοιοῦτον ἀποβαλόν, ὃς τὰ μέγιστα μὲν εἰς κόσμον αὐτῷ συντελοίη καὶ καύχημα, μέγιστον δ’ ἂν εἷχε δι’ αὐτοῦ τὸ κράτος ἐν δόγμασι, κράτιστα δ’ ἂν τοὺς ἀντιθέτους κατηγωνίζετο· νῦν δὲ ὃν ἂν χρείαν εἶχε γλώττης ἀποπληροῦντα, ἢ ὅπλου ὀχυρωτάτου ἡ καθ’ ἡμᾶς Ἐκκλησία, τούτου αὐτῆς ἀποσκιρτῶντος, κἂν μὴ εὐκαταγώνιστος τοῖς πολεμοῦσι καθίσταται, ἀλλά γε εἶναι δοκεῖ· καὶ εἴθε τὴν σὴν ἔπασχε μόνου ἀποβολήν! νῦν δὲ τοῦτ’ ἔστι τὸ λίαν ἐλεεινότερον, ὅτι πρός· τῷ τῆς σῆς ἐκπεσεῖν συμμαχίας, ἐχθρόν σε κέκτηται καὶ πολέμιον· τίνα τοῦτον; ὃν αὐτὴ ἐγείνατό τε, φεῦ! καὶ ἔθρεψε. Καὶ τιμῆς μὲν ἕνεκεν τῆς πρὸς τοὺς γεννήτορας, μεγίστης ἐπαγγελλομένης τῆς ἀμοιβῆς, οὐχ ἥττονος δὲ τῆς ἐπὶ τῇ παροινίᾳ ποινῆς ἐπισειομένης, οὐκ οἶδα τί παθὼν αὐτός, καὶ ἀμφοῖν ἀλογῶν, τῇ εἰς φῶς ἐνεγκούσῃ τὸ νοητὸν ῥαγδαίως συῤῥήγνυσαι, καὶ μαζοὺς ἀτιμάζεις τοὺς θρέψαντας· δέον, εἰ καὶ ἐπιληψίμως ἔν τισιν εἷχε τὰ κατ’ αὐτήν, ἀποκρύπτειν πειρᾶσθαι τὸ αἶσχος ἁπάσῃ σπουδῇ· οὐδὲ γὰρ τὴν πατρικὴν ἐπιτωθάσας γύμνωσιν Χάμ, τὴν ἀξίαν δίκην διέδρα. Εἰ γάρ σοι δι’ ἔξωρον ἡλικίαν ἡ μήτηρ, ἀμβλυτέραν εἷχε τὴν αἴσθησιν, καί τι τοῦ καθήκοντος διημάρτανεν, ἐμυκτήρισας ἄν;

ἀλλ’ οὐκ ἂν ὑπαίτιος ᾖς καὶ Θεῷ καὶ ἀνθρώποις τοῦτό γε δρῶν; παντί που σαφές. Ἢ ἀγνοεῖς, ὅσου μὲν τῷ ἀοράτῳ Πατρί, τὸ γονεῖς τιμᾶν ἠξίωται λόγου; οἵα δὲ δίκη τοῖς πατραλοίαις ἐξήρτηται; πολλῷ οὖν μᾶλλον τὴν πνευματικῶς ὠδινήσασαν, καὶ μαζῷ τῶν θείων λόγων ἐκθρέψασαν, καὶ εἰς τόδε σε ἡλικίας προαγαγοῦσαν ἕδει τιμᾶν, καὶ εἰ σύνοιδάς τι τῶν ὑπαιτίων αὐτῇ· οἶσθα γὰρ καὶ τῶν παίδων, τοῖς τοῦ Νῶε τὴν γύμνωσιν συγκαλύψασιν, οἵα χάρις ἀντεμετρήθη παρὰ τοῦ φύσαντος. Ἀλλὰ χάρις τῷ ὑπὲρ ταύτης τὸ ἴδιον αἷμα ἐκχέαντι, ὅτι οὐ μόνον αὕτη ἐν οὐδενὶ ἐπιλήψιμος, ἀλλ’ ὅτι μόνη ὀρθὴ καὶ ἀληθὴς καὶ ἐξαίρετος.