Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Η πνευματική υπεροχή της Ορθοδοξίας έναντι των Λατίνων

Ανασκευή του επιχειρήματος ότι η κοσμική δυσπραγία υποδηλώνει θεολογική πλάνη και αντιπαραβολή των μαρτυρίων της Ανατολής με τις συγκρούσεις και την ηθική έκπτωση της Δύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 8

Εἰ δὲ καὶ ὅλως τῆς τῶν Ἰταλῶν ἐξήρτηται δόξης, καὶ τὸ ἀσφαλὲς αὐτῇ μηδὲν ὅλως ἐπιδοιάζων χαρίζῃ, τί μὴ ἀγαπᾷς αὐτὸς ταύτῃ προσκείμενος, δι’ ὄχλου δὲ γίνῃ τοῖς ὁμοφύλοις, κοινωνοὺς καὶ αὐτοὺς ἔχειν τῆς μεταθέσεως; Ἐγὼ δὲ οὐκ οἶμαί σε λανθάνειν λόγιον ὄντα, πότεροι ἆρα ἡμῶν τε κἀκείνων, κατὰ σκοπὸν τῆς ἀληθείας βάλλουσι; καὶ τίνες πόῤῥω τῆς νύσσης θέουσιν; ἀλλὰ τὸ φιλόνεικον αὐτό, καὶ ἡ ἔνστασις, τό τε ἀγέρωχον καὶ ἰταμόν, καὶ τὸ μὴ ἀνέχεσθαι μὴ δ’ ἀξιοῦν σε ἡττημένον φανῆναι, οὐκ ἐᾷ σε μετὰ τῶν ὀρθοτομούντων τὴν ἀλήθειαν ἵστασθαι, ἐπεμβαίνειν δὲ πείθει ἡμῖν ἀφειδῶς, καὶ λέγειν ἀποστόργους εἶναι καὶ ἀποφράδας ἡμᾶς, ἐπειδὴ τῷ Ῥώμης ὑπείκειν οὐκ ἀνεχόμεθα· σημεῖον δὲ τούτου ἡ παντὸς τοῦ ἔθνους δυσημερία καὶ δυσπραγία· πλήν, σὺν Θεῷ δὲ εἰρήσθω, πρὸς ταῦτά σοι ἀπαντήσομεν.

Εἰ ἐκ τῆς κατὰ τὸν βίον εὐπραγίας τεκμαίρῃ τοῦ δόγματος τὴν ὀρθότητα, ὤρα σοι καὶ Ἀγαρηνούς, καὶ Ἰσμαηλίτας, καὶ Πέρσας, εὐσεβεστέρους ἡμῶν ἐφ’ οἷς εὐετηροῦσιν ὑπονοεῖν, τὰ μικρὰ ἔθνη καὶ ἄθεα, τὰ κατὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ἀθυροστομοῦντα, τὰ ταῖς παρὰ φύσιν ὅσαι ὧραι καταχραινόμενα μίξεσι, τῶν, εἰ μή τι ἄλλο προσῆν ἡμῖν τῶν καλῶν, τῇ γοῦν εἰς Χριστὸν πίστει σεμνυνομένων, καὶ τετελεσμένων τῷ θείῳ βαπτίσματι. Ἀλλ’ ὁρῶμεν τοὺς ἐξαγίστους τούτους, οὐχ’ ὅπως ἡμῶν, οἳ τέλεον ἀπειρήκαμεν, ἀλλὰ καὶ ὑμῶν, τῶν ἐφ’ οἷς εὖ πράττετε μέγα κομπαζόντων, οὐχ ἥκιστα τὸ εὐδαιμονεῖν ὑπεραίροντας. Οὐ τοίνυν ἐπεμβαίνειν ἐχρῆν ἡμῖν, οὔτε μὴν ἐφήδεσθαι τοῖς ἡμετέροις κακοῖς, ἐλεεῖν δὲ μᾶλλον ἀδελφικῶς· νῦν δέ, μὴ μόνον οὐκ ἐλεεῖτε πάσχοντας, ἀλλὰ καὶ ὡς δίκαια πασχόντων χωρεῖτε καθ’ ἡμῶν· ἀλλ’ εἴ τί σοι μέλει τῆς ἀληθείας, δικαίως σκόπει τὰ πράγματα, καὶ εὑρήσεις μεθ’ ἡμῶν μᾶλλον τὸ θεῖον εἶναι, οὐ μεθ’ ὑμῶν.

Ὅτι ἡμεῖς μὲν τόσα ἕτη πολιορκούμενοι, στέγομεν ἔτι· ὑμεῖς δὲ μετὰ πάσης ὑμῶν τῆς παρατάξεως, καὶ μεθ’ ὅσης τῶν ὅπλων παρασκευῆς, ἅπαξ τοῖς Ἀγαρηνοῖς ἐπιόντες, ἀνὰ κράτος ἡττήθητε· καὶ ἡ τοῦ στρατεύματος ἐκείνου ἧττα πᾶσαν τὴν ἕσπερον ἐθρόησεν οὕτως, ὡς μαιμάσσειν μὲν πρὸς παράταξιν, ναρκᾶν δέ· καὶ εἰ μὴ ἡμεῖς προσεχέστεροι ὄντες αὐτοῖς, τὴν ἐκείνων ἅπασαν προσβολὴν ὑφιστάμεθα, καθάπερ τι τειχίον ἱστάμενον ὑμῶν τε κἀκείνων μεταξύ, οὐδὲ πρὸς μικρὸν ἂν ἀντέσχετε, θᾶττον δ’ ἂν ἐξετρίβητε, τὴν ἐκείνων μὴ στέγοντες ἔφοδον, ὡς μία συμβολὴ ἐκείνων παρέστησε.

Καὶ ἡμῶν μὲν εἰς τόδε δυσπραγίας κατενεχθέντων ἡ Ἐκκλησία τῆς ἀνέκαθεν οὐ μετέβαλε καταστάσεως· οὐχ ἡ Κωνσταντίνου μόνον, ἀλλὰ καὶ Ἀλεξάνδρεια, καὶ Ἀντιόχεια, καὶ Παλαιστίνη, τοὺς πατριάρχας ἑαυτῶν οὐκ ἀπέβαλον· οὐδὲ ἴσχυσεν ἡ τῶν ἀσεβῶν ἐθνῶν ἐπικράτεια τῶν Ἐκκλησιῶν παρασαλεῦσαι τὴν τάξιν, ἢ τῶν προεστώτων ταύτας ἀποστερῆσαι· ὑμῖν δὲ ἡ Ἐκκλησία μεμέρισται, καὶ δύο πάπαι ταύτης τελοῦσιν ἀλλήλοις ἀντίθετοι, καὶ ἑκάτερος ἑκάτερον, καὶ ἅπαν τὸ ὑπ’ ἐκείνῳ τελοῦν ἀποτροπιάζεται, καὶ ἀφορισμῷ φρικώδει καθυποβάλλει καὶ ἀναθέματι· ὥστε πάντας ὑμᾶς ὑποκεῖσθαι τοῖς ἀπευκταίοις τούτοις ἐπιτιμίοις, καὶ μηδένα χριστιανὸν ἐξ ὑμῶν εἰλικρινῶς καὶ ἀναμφιλέκτως εἶναι πιστεύεσθαι. Καὶ ἡμῖν μὲν τῶν πόλεων τοῖς ἀθέοις ἔθνεσιν ἁλουσῶν, ἡ Ἐκκλησία τὸ ἑαυτῆς ἀμετάβλητον ἀποσῴζει σχῆμα, καὶ ἀρχιερεῖς καὶ ἱερεῖς καὶ διάκονοι ἐν μέσοις ἔθνεσι, τὰ τοῦ βαθμοῦ ἀκωλύτως ἀνύουσι, καὶ ἑκασταχοῦ τὰ θεῖα ἱερουργεῖται μυστήρια· τῶν παρ’ ὑμῖν δὲ ἀρχιερέων, οὐδένα ἂν σχοίητε δεῖξαι, χώραν ὅλως ἔν τινι τῶν τοιούτων ἔχοντα πόλεων.

Ἀπώσθησαν γὰρ καὶ Ἑβραῖοι τὸ πάλαι Θεοῦ, ἀλλὰ μετὰ τῆς ἔξωθεν ἐλευθερίας, καὶ τὰ θεῖα αὐτοῖς αὐχήματα ᾤχετο· ἐξέλιπε γὰρ ἱερωσύνη, ἐξέλιπε βασιλεία, ἐξέλιπον καὶ θυσίαι, ἐξέλιπε προφήτης, ἐξέλιπεν ἡ τοῦ μέλλοντος δήλωσις, ἐξέλιπεν ἡ τοῦ ἱλαστηρίου φωνή, καὶ ὅσα τούτοις ἀκόλουθα· παρ’ ἡμῖν δὲ τῶν ἱερῶν καὶ θείων, ὅσα τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς ἐγγυᾶται ῥοπήν, καὶ ὅσα πρὸς αὐτὸν φέρειν δύναται, πάντα παρ’ ἡμῖν ἀμείωτα σῴζεται· καὶ χάρις τῷ ἡμετέρῳ δεσπότῃ καὶ κηδεμόνι, ὅτι τῆς σωματικῆς εὐετηρίας διὰ βίου ἐκπεσόντες φαυλότητα, τῶν εἰς σωτηρίαν φερόντων οὐκ ἐστερήμεθα.

Καὶ ἡμεῖς μὲν εἰ καὶ ἐπηρεαζόμεθα, ἀλλ’ ὑπὸ τῶν ἀθέων ἐθνῶν τοῦτο πάσχομεν· καὶ παραμυθία τις ἡμῖν οὐ μικρὰ τούτου χάριν, διὰ τὴν εὐσέβειαν μισουμένοις, καὶ τὰ δυσχερῆ ταῦτα πάσχουσιν· ὅπερ ἄρα δεῖγμα μέγιστον τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ προμηθείας, καὶ ἀῤῥήτου κηδεμονίας, δέον δίκας, ὑπὲρ ὧν ὁ βίος ἡμῖν πλημμελείας ἔχει, ἀποτινύναι, παρ’ ἀθέων ἐθνῶν τοῦτο πάσχειν, οἳ αὐτοὶ ἅμα καὶ Θεῷ καὶ ἡμῖν ἀπομάχονται, ὡς ἂν καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ πολεμώμεθα, καὶ μὴ ἔκτισις ἁμαρτημάτων ἁπλῶς ᾖ τὰ τῆς ἐπηρείας, ἀλλὰ καὶ εἰ μὴ μαρτύριον, μαρτυρίου ἐγγύς. Εἰ γὰρ καὶ Θεὸς εἰς ὄφλησιν ἁμαρτιῶν τῆς καθ’ ἡμῶν ἐπικρατείας τοῖς ἀσεβέσιν ἀφίσταται, ἀλλ’ ἐκεῖνοι δι’ αὐτὴν ἡμῖν ἀπεχθάνονται, καὶ δυσμεναίνουσι τὴν εὐσέβειαν· ὑμεῖς δὲ πάσχετε μὲν καὶ αὐτοὶ τὰ ἀνήκεστα, ἀλλ’ οὐ παρὰ τῶν ἔξωθεν, ἥδη δὲ παρ’ ὑμῶν αὐτῶν, ἀλλήλοις ἐπιμαινόμενοι, καὶ πολέμους συνάπτοντες, καὶ αὐτῶν τῶν ὑμετέρων παπῶν παραταττομένων ἀλλήλοις, καὶ τὸν κατ’ ἀλλήλων πόλεμον αἰρομένων, καὶ αἵμασιν ἀδελφικοῖς τοὺς ὑπ’ αὑτοῖς ἀναγκαζόντων καταχραίνειν τὰς δεξιάς· καθ’ ὃ τῶν μαινομένων οὐδέν τι διενηνόχατε, οἳ τὰ ἑαυτῶν κατατέμνοντες μέλη, τὰ τῶν ἐχθρῶν διατέμνειν δοκοῦσιν· οὖ τί χεῖρον ἂν γένοιτο;

καί οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ὅτι τὰ οἰκεῖα μέλη τιτρώσκετε, ἀλλ’ ὅτι καὶ οἱ κτείνοντες οὕτω, καὶ οἱ κτεινόμενοι, ὑπεύθυνοι τῇ τοῦ φόνου δίκῃ καθίστανται· οἱ μέν, οἷς τοὺς ὁμοπίστους ἑαυτοῖς καὶ ἀδελφοὺς ἀποσφάττουσιν, οἱ δέ, ἐφ’ ᾧ φιλαρχίας χάριν καὶ τυραννίδος, εἰς σφαγὴν τῶν ὁμοφύλων καὶ ἑαυτούς, καὶ πολλοὺς παρεσκεύασαν, καὶ ἀνδροφόνοι τὴν γνώμην εἰσί, κἂν μὴ φονεύσαντες, ἀλλὰ φονευθέντες, αὐτοὶ ἤδη τοῦ σκοποῦ διημάρτοσαν.

Καὶ ἡμεῖς μὲν τοῖς ἀθέοις ἔθνεσι συῤῥηγνύμενοι, καὶ νικῶντες, εὐέλπιδες καθεστήκαμεν, τοὺς παλαμναιοτάτους καὶ Θεῷ διαφορωτάτους διεργαζόμενοι, καὶ ἐκδικηταὶ Χριστοῦ χρηματίζοντες· καὶ πίπτουσιν, εἰς μαρτυρίου λόγον ἡμῖν ἡ σφαγὴ λογισθήσεται, ἐν τῷ πολεμεῖν ὑπὲρ Χριστοῦ πεπτωκόσιν· αὐτὸ γὰρ τὸ μαίνεσθαι καθ’ ἡμῶν τοὺς ἀλιτηρίους τούτους, καὶ τὰ δεινότατα δρᾶν, ἐκ τῆς κατὰ τοῦ ἐνθέου δόγματος ἡμῶν ἀκαθέκτου μανίας ἔπεισι τούτοις, καὶ οὐχ ἑτέρωθεν. Ὁ γοῦν πρὸς τοὺς μηδοτιοῦν ἕτερον διαφερομένους ἡμῖν, ὅτι μὴ τὴν εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν εὐσέβειαν ἀντιταττόμενος καὶ πίπτων, ἄντικρυς ὑπὲρ αὐτοῦ Χριστοῦ πέπτωκε· καὶ δῆλον· ὁ γάρ, ἐνὸν εἰς τὰ ἐξάγιστα καὶ ἄθεα ἐκείνων ἤδη μεταβαλεῖν, καὶ ἐνσπόνδους αὐτοὺς σχεῖν αὐτίκα, μᾶλλον δὲ καὶ τῆς παρ’ ἐκείνων ῥᾳστώνης καὶ ἀνέσεως καὶ τιμῆς ἀπολαύειν, ταῦτα παρὰ φαῦλον τιθέμενος, μισεῖσθαι παρ’ ἐκείνων ἀνέχεται, καὶ ἐλαύνεσθαι, καὶ αὐτὸ τὸ ζῆν ἀφαιρεῖσθαι, καὶ διὰ Χριστὸν πάντα πάσχει τὰ εἰρημένα· τοῦ διὰ Χριστὸν δὲ πάσχειν, τί ἄρα μακαριώτερον; ἢ τί τῶν ὅσα γε εἰς τὴν ἐκείνου φέρει μακαριότητα ἀξιοχρεώτερον;

ὑμεῖς δέ, τῆς ὑμετέρας πίστεως τοὺς ἐχθροὺς ἀφέμενοι πολεμεῖν, τοῖς ὁμοπίστοις μάχεσθε οἱ ὁμόπιστοι· καὶ ταὐτὸν πεπόνθατε, οἷον ἂν εἴ τις παρ’ ἑτέρων πληττόμενος, ἀφεὶς τὸ διαμάχεσθαι πρὸς τοὺς πλήττοντας, ὁ δὲ τὰ οἰκεῖα καὶ αὐτὸς παίοι μέλη.

Καὶ ἐν οἷς δὲ βίου καθαρότης θεωρεῖται, καὶ πολιτείας ἀκρίβεια, ἡ καθ’ ἡμᾶς μερὶς τῆς ὑμετέρας μερίδος ὑπερτεροῦσα φαίνεται πολλῷ τῷ μέσῳ· καὶ σωφροσύνην γάρ, καὶ ἐγκράτειαν, ταπείνωσίν τε καὶ ἀγρυπνίαν, καὶ νεῶν ἱερῶν εὐκοσμίαν, καὶ εὐταξίαν ἐν ταῖς θείαις καὶ ἱεραῖς τελεταῖς, σεμνότητά τε ἱερέων, καὶ ἀρχιερέων ἁγιοπρεπῆ κατάστασιν, κἂν καὶ οὐχ ὅσην ἐχρῆν, ἀλλ’ οὖν ἐν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ πλείω ἂν εὕροις ἀκριβωσάμενος, ἢ τῇ ᾗ προσεχώρησας.

Ἅπας γὰρ νόμος καὶ θεσμὸς ἱερός, ὁ ἐγκράτειαν καὶ σωφροσύνην εἰσηγούμενος, ἠπράκτησε παρ’ ὑμῖν, καὶ τελείως ἠθέτηται, καὶ πλήρης ἀκολασίας καὶ πάσης ἀκαθαρσίας ὁ βίος ὑμῶν· οὐχὶ τῷ κοινῷ λαῷ μόνον, ἀλλὰ καὶ τοῖς μονάζουσι· καὶ οὐχ ὅπως τοῖς μονάζουσιν, ἀλλὰ καὶ τοῖς τῷ κλήρῳ κατειλεγμένοις, εἴτε διάκονοι εἶεν, εἴτε πρεσβύτεροι· ναὶ μὴν καὶ οἱ τὸν τῆς προεδρείας βαθμὸν εἰληχότες, οὓς ἕδει καὶ τῶν ἐκ τοῦ λαοῦ τοὺς ἀναξίους ἀπείργειν δαπέδου τοῦ ἱεροῦ κατὰ τοὺς θείους νόμους, οἱ δὲ καὶ πορνείαις, καὶ μοιχείαις ἐγκαλινδούμενοι προφανῶς, τῷ θείῳ αὐθημερὸν προσίασι θυσιαστηρίῳ· καὶ τὸ φοβερόν, φεῦ, καὶ φρικτὸν Χριστοῦ σῶμα, καὶ μεταχειρίζονται, καὶ ἐσθίουσι. Καὶ ταῦτα μὲν ἱκανὰ πρὸς τὸν ἐξ ἡμῶν εἰς τὰ τῶν Λατίνων αὐτομολήσαντα, εἶτα βρενθυόμενον ἐπὶ γλώσσῃ καὶ στροφαῖς ἀντιθέσεων, ῥηθῆναι κατὰ καιρὸν πρὸς τοῦ δυναμένου, καὶ θέλοντος.