Δεῖ γὰρ εἰς ἡμᾶς ἐναργῶς τελεσθῆναι, καὶ τό, «ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸν ὄνομά μου»· καὶ τό, «κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται»· καὶ τό, «ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ». Ταῦτα δὲ πάντα ἡμῖν καὶ τὰ τοιαῦτα ἐπέρχεται, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πίστεως χρυσοῦ παντὸς εὑρεθῆ καθαρώτερον· «εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν», ὅ φησιν ὁ ἀπόστολος, «οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν»· ἐπεὶ γὰρ τοῖς υἱοῖς τοῦ Θεοῦ συνταγῆναι δίχα παιδείας, ἧς ἐκεῖνοι μετέσχον, πάντῃ τῶν ἀδυνάτων ἐστίν, εὐδοκεῖ ὁ τὴν σωτηρίαν ἡμῶν πραγματευόμενος Κύριος, παιδευθῆναι ἡμᾶς ὡς υἱοὺς πρὸς καιρόν, ἵνα τοῖς προπαιδευθεῖσιν αὐτοῦ υἱοῖς συναριθμηθῶμεν, καὶ μὴ ὡς νόθοι τῆς πατρῴας οἰκίας διὰ τὸ ἀπαίδευτον ἐκβληθῶμεν· «εἰ δὲ χωρίς ἐστε παιδείας, φησίν, ἧς μέτοχοι γεγόνασι πάντες», οἱ θέσει γνήσιοι τοῦ Θεοῦ δηλαδή, «ἄρα νόθοι ἐστὲ» παῖδες, καὶ υἱοὶ ἀλλότριοι, «οὐχ υἱοί»· καὶ τούτῳ τῷ τρόπῳ ἡμεῖς παιδευόμεθα, ἐπείπερ οὐκ ἔστι τὴν τῶν πρωτοτόκων ἐκείνην καὶ οὐράνιον Ἐκκλησίαν, εἰ μὴ ἐκ τῆς ἐπιγείου ταύτης καὶ ὀρθοδόξου, ἄνωθεν ἀναπληρωθῆναι, καὶ οὐχ ἑτέρωθεν.