Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Θεολογικές προτάσεις και πατριαρχική απολογία

Προτάσεις προς τον πατριάρχη για τη διασφάλιση του δόγματος, μέσω της απάλειψης του Φιλιόκβε, της σύνταξης νέου όρου και της υπεράσπισης της χρήσης ένζυμου άρτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 8

Εἰ γὰρ κἀκείνη ἐκ διαφόρων αἱρέσεων ἔχει τοὺς θιασώτας, οὐδὲν σχίσμα κωλύει, οὐδέ τις αἵρεσις εἴργει, συγκληρονόμους εἶναι τοῖς πᾶσιν ἁγίοις, καὶ τοὺς αἱρετικοὺς ἄμα, καὶ τοὺς σχισματικοὺς ἅπαντας. Ἐγὼ μέν, ἵν’ ἐπιτομώτερον εἴπω, πάνυ ἐδίψων τῇ συνόδῳ ἐκείνῃ παρεῖναι, καὶ τῶν τότε λεγομένων ἀκούειν, καὶ ὁρᾶν τὰ γινόμενα, καὶ τῇ ἀληθείᾳ συνηγορεῖν· ἐπεὶ δὲ τὸ τέλος τῆς ἐμῆς ζωῆς φθάνει καὶ πρὸ τῆς ἴσως γενησομένης συνόδου, τὸν τηνικαῦτα ἐσόμενον πατριάρχην ἡμῶν, ταύτην ἀφ’ ἑαυτοῦ τελευταίαν τὴν γνώμην πρὸς τὴν σύνοδον οὕτως εἰπεῖν ἀξιῶ. Ἐν ὀνόματι τῆς ἁγίας καὶ ὑπερθέου Τριάδος· αὕτη ἐστὶν ἡ πρώτη καὶ σωτήριος καὶ κρείττων γνώμη, ἣν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς ἡμῶν μετριότητος τῇ συνελεύσει ταύτῃ δίδωσι σήμερον. Ἐπεὶ τῇ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ ἐξουσίᾳ οἰκουμενικὴ πᾶσα σύνοδος δύναται τὰ πρός τινος τῶν τοπικῶν συνόδων διορισθέντα, καὶ μεταποιῆσαι, καὶ προσθεῖναι τούτοις, καὶ ἀφελεῖν ἀπ’ αὐτῶν ἐπὶ σκοπῷ σωτηρίῳ, λοιπὸν τὰς ἑπτὰ οἰκουμενικὰς συνόδους τῆς μιᾶς καὶ τοπικῆς συνόδου προτιμήσαντες, κρίνατε τὴν συνάπτουσαν ἡμᾶς ἐπὶ χίλια ἔτη φωνήν, ἀπαράλλακτον ἀπ’ ἄρτι πάντως ὁμολογεῖν, καὶ πᾶν σχίσμα οἰχήσεται. Ταύτην τὴν ἐναλλαγήν, ἢ μετάθεσιν, ἢ μετάληψιν, ἢ ὅ,τι τις θέλει λέγειν, ταύτῃ τῇ συνόδῳ ποιῆσαι ἔξεστι μέν, οὐ συμφέρει δέ· ἢ συμφέρει μέν, οὐκ ἔξεστι δέ· ἀλλά...

καὶ ταύτῃ ἔξεστι, καὶ πάσῃ συμφέρει, καὶ ἁγίοις στερκτή, καὶ τοῖς ἀπὸ Χριστοῦ καλουμένοις σωτήριος, καὶ διὰ ταῦτα Θεῷ εὐαπόδεκτος. Ἡ προσθήκη ἐκείνη περὶ ἧς ἀμφιβάλλομεν, διαμάχην εἰσῆξε τοῖν γενοῖν ἀμφοτέροιν, αὕτη πᾶσιν ἀντεισάγει εἰρήνην ἀληθῆ· ἐκείνη ἐμέρισε τὴν Ἐκκλησίαν Χριστοῦ, αὕτη ταύτην συνάπτει εἰς ἕνωσιν ἀδιάσπαστον· ἐκείνη ἀπείρους ὑφείλετο τῆς τῶν σῳζομένων μερίδος, αὕτη ταύτῃ μυρίους προστίθησιν· εἶτα οὔτε προσθήκη ἐστὶν αὕτη, οὔτε ἐναλλαγή, οὔτε ἀφαίρεσις, ἀλλὰ τοῦ πατροπαραδότου μόνου τήρησις ἀπαράβατος. Πρῶτον μὲν οὖν, ἐξ ἅπαντος τρόπου τοῦτο γενέσθαι καὶ ὑποτίθημι καὶ παρακαλῶ, ὡς βέβαιον πᾶσιν, ὡς ἀκατάγνωστον ὅν, ὡς ἀναμφίβολον, ὡς ἀνύποπτον.

Δεύτερον δέ, κατὰ δεύτερον πλοῦν, τὸ τοῦ λόγου, εἴ γε τολμηρὸν ὁ νῦν Ῥώμης νομίζει τοῦτο, ἴσως τῇ πρὸς τούς, ὧν προσεχῶς διάδοχος γέγονεν εὐλαβείᾳ, λοιπὸν αὐτὸς ἅτε ἄκρος ἀρχιερεύς, καὶ ἐξουσίαν ἔχων ἐν τοῖς ἰδίοις, τὴν ἐν τῷ λατινικῶς ἐκτιθεμένῳ συμβόλῳ γινομένην προσθήκην, εἰς φωνὴν ἀμειψάτω σωτήριον· οὐ καινοφωνίαν λέγω τινά, οὐδὲ τῆς αὐτοῦ, ἢ τῆς ἡμῶν διανοίας ἀνάπλασμα, ἀλλ’ ἣν πάντες οἱ θεολόγοι τρανώτατα διαγγέλλουσιν· ἔστι δ’ αὕτη «καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορευόμενον», μιᾶς συλλαβῆς ἀφαιρεθείσης τῆς ΚΑΙ, καὶ μιᾶς ἀντ’ αὐτῆς προστεθείσης τῆς ΔΙΑ, καὶ πάντα εὐθὺς λυθήσεται τὰ δεινά.

Καὶ Τρίτον πρὸς τούτοις συμβουλεύω πραχθῆναι, ἂν ἄρα καὶ τὸ δεύτερον τοῦτο παρεμποδίζηται πρός τινος. Ἐπείπερ πᾶσα ἀνάγκη, δεῖ καὶ ὅρον τεθεῖναι, καὶ τόμον γραφῆναι πρὸς τῆς ἱερᾶς ταύτης συνόδου, πρὸς πάντων ὅ τε ὅρος, ὅ τε τόμος, μετὰ πάντων ῥητῶς καὶ ταῦτα περιεχέτωσαν· «ἡμεῖς ταῖς πατροπαραδότοις θεολογίαις στοιχοῦντες, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μόνου προσωπικῶς ἐκπορεύεσθαι δογματίζομεν· ἅτε τὴν τῆς ἑαυτοῦ ὑποστάσεως αἰτίαν πλουτοῦν ἐκ μόνου τοῦ Πατρός· ἡμεῖς τὸ αὐτὸ Πνεῦμα ἅγιον οὐσιωδῶς ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι δοξάζομεν, καὶ ὡς τῆς αὐτῆς οὐσίας τοῦτο ὑπάρχον ἀμφοῖν, καὶ ὡς τῇ κτίσει χορηγούμενον ἐκ Πατρὸς δι’ Υἱοῦ κατ’ ἐνέργειαν· ἡμεῖς τοὺς ἀπ’ ἄρτι περὶ τῶν ἤδη συμβαινόντων μεταξὺ τῶν Ῥωμαίων καὶ τῶν Λατίνων τολμῶντας φιλονεικεῖν, ἀναθέματι αἰωνίῳ παραδιδόαμεν».

Εἰ μὲν βούλεσθε ἀληθείᾳ, οὐ προσποιήσει, τὴν ἕνωσιν τῶν Ἐκκλησιῶν, μίαν τουτωνὶ τῶν τριῶν συμβουλίαν ἐκλέξασθε· τὴν μὲν κατ’ εὐδοκίαν Θεοῦ γινομένην, τὴν πρώτην· τὴν δὲ καθ’ ἡμετέραν οἰκονομίαν ἐνεργουμένην, λέγω δὲ τὴν δευτέραν· τὴν δὲ κατὰ συγχώρησιν ἄλλως, ἐπ’ ἐλπίδι τελείας ἑνώσεως πραττομένην· εἰ δὲ μηδεμίαν αὐτῶν πρᾶξαι βούλεσθε, ἡμεῖς δι’ ὑμᾶς χωρισθῆναι Θεοῦ οὐδαμῶς ἀνεχόμεθα. Περὶ μὲν οὖν τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, οὕτω εἰρήσθω μοι κατ’ ἐπιτομήν.

Περὶ δὲ τῶν ἀζύμων ἐκεῖνό φημι, καὶ σαφὲς ὅσον οἷον, καὶ σύντομον, καίτοι πολλὰ περὶ τούτου συνείρειν ἔχων· ὅτι τὰ κατ’ ἐμὴν γνῶσιν μάλιστα ἀπελέγχοντα, πατροπαράδοτον μὲν εἶναι τὴν διὰ τῶν ἐνζύμων θυσίαν, νεωτέραν δὲ τὴν διὰ τῶν ἀζύμων, ταῦτά ἐστι· πρῶτον ὅτι ὁ τοῦ Κυρίου ἀδελφός, ὁ θεῖος Ἰάκωβος, ὁ πρὸς αὐτοῦ χειροτονηθεὶς τῶν Ἱεροσολύμων ἐπίσκοπος· ὁ οὐρανοφάντωρ Βασίλειος, καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν ὑποτυπώσαντες, δι’ ἐνζύμων ἄρτων τελεῖν ἐκδεδώκασιν, ὡς καὶ οἱ λόγοι τῶν τῆς ἀκολουθίας εὐχῶν διδάσκουσι, καὶ ἡ τῶν φρικτῶν μυστηρίων μεταχείρισις μαρτυρεῖ, κἂν ὡς μυστήρια ταῦτα τοῖς πολλοῖς οὐκ εὐσύνοπτα. Δεύτερον ὅτι καὶ εἰσέτι Ῥωμαῖοι, καὶ Μελχοί, καὶ Σύροι, καὶ Αἰθίοπες, Ἀλανοί, Ἀβασγοί, καὶ Ἴβηρες, Κόλχοι, Ῥῶσοι, Γότθοι, Δᾶκες, Παίονες, Μυσοί, Τριβαλλοί, καὶ ἄλλα γένη πλεῖστα, καὶ τόποις διιστάμενα, καὶ ἔθεσι, καὶ γλώσσαις, δι’ ἐνζύμων τὴν θυσίαν ταύτην προσφέρουσι τῷ τῶν ὅλων Θεῷ, ἔργῳ δεικνύντα, ὅτι οὐκ ἐκ τῶν ἀζύμων εἰς τὰ ἔνζυμα ἦλθον, ἀλλ’ ἀφ’ οὖ τῷ τοῦ Χριστοῦ ὀνόματι ὑπεκλίθησαν, ὁ ἔνζυμος ἄρτος εἰς τὴν θείαν τελετὴν τούτοις παρείληπται.

Καὶ τρίτον, ὅτι ἐν τοῖς χιλίοις ἔτεσιν, ἐν οἷς ἓν ἦμεν οἱ πάντες, ἐπὶ διορθώσει τῶν θείων δογμάτων οἱ τοῦ κόσμου φωστῆρες πολλάκις εἰς τοῦτο τῆς γῆς τὸ μέρος συνῆλθον, ὅπου καὶ τήμερον ἀμετάτρεπτα τὰ τῆς Ἐκκλησίας ἔθιμα πάντα φυλάττεται, καὶ ἐνιαυτοὺς ὁλοκλήρους ἐν τῷ αὐτῷ συνδιατρίβοντες τόπῳ, κατά τε τὰς ἐπισήμους τῶν ἡμερῶν ἀλλήλοις ἐξ ἀνάγκης συλλειτουργοῦντες, συνεκκλησιαζόντων τούτοις καὶ βασιλέων, καὶ τῶν ἐν τέλει, οὔτε οἱ ἐξ Ἰταλίας, οὔτε οἱ ἐκ τῆς Θρᾴκης, οὔτε μὴν οἱ ἐξ Αἰγύπτου, ἢ τῆς Συρίας, καὶ τῆς Παλαιστίνης, εὕρηνταί ποτε ὑψώσαντες ἄζυμα. Ἀλλὰ καὶ ἐν Νικαίᾳ, καὶ ἐν Κωνσταντινουπόλει, καὶ ἐν Ἐφέσῳ, καὶ ἐν Χαλκηδόνι, καὶ ἐν Σαρδικῇ, καὶ ἐν Γάγγρᾳ, καὶ ἐν Λαοδικείᾳ, καὶ ἐν Ἀντιοχείᾳ, καὶ πολλαχοῦ ἐν διαφόροις καιροῖς συνελθόντες, οἱ πάντες μίαν ἐτέλουν ἱερουργίαν· ὅθεν οὐδὲ κατὰ ἐνζύμων εἰπεῖν τινι τούτων ἐμέλησεν, ἅτε πάντων διὰ τούτων τὴν θείαν ἀναφορὰν ποιουμένων, καὶ τὰ αὐτὰ φρονούντων καὶ μεταχειριζομένων ἐν πάσαις ταῖς ἱεραῖς τελεταῖς. Εἰ μὲν οὖν πείθεσθε τούτοις, τῷ Θεῷ χάρις· εἰ δ’ οὖν, οὐδεὶς ὑμᾶς πεῖσαι λόγος ἰσχύσει· πῶς γάρ; οὓς οὐδὲ τοσοῦτοι πατέρες; οὐδὲ τοσαῦται σύνοδοι; οὐδὲ παραδόσεις ἔγγραφοί τε καὶ ἄγραφοι πείθουσιν, ἑνὸς ἀνδρὸς πείσει λόγος εἰς τὸν ἀέρα διαλυόμενος;

Καὶ ταῦτα μὲν τηνικαῦτα, ὁ ἐσόμενος πατριάρχης ἡμῶν ἐν βεβηκότι τῷ λόγῳ, ἐμβριθεῖ τε τῷ ἤθει, καὶ σταθηρῷ τῷ φρονήματι, εἰκότως ἀπολογήσεται πρὸς τὴν σύνοδον, ὡς ἂν τὸ ἡμέτερον γένος, ἐν ἡμέρᾳ τῆς δίκης μὴ ἀναπολόγητον εὑρεθῇ.