Τοῦτον οὖν τόν, εἴτε πρέσβυν τῆς ἡμῶν Ἐκκλησίας πρὸς τὴν ἐκείνων, εἴτε τοποτηρητὴν τῆς ἡμετέρας συνόδου πρὸς τὴν αὐτῶν, εἴτε τοῖν γενοῖν ἀμφοτέροιν μεσίτην, ἢ τῆς ὀρθοδοξίας δικαῖον, ἢ ὅ τι ἂν ἐκεῖνον θελήσητε λέγειν, σύμβουλον καὶ οἰκονόμον καὶ πράκτορα τῶν πρὸς αὐτοὺς πάντων λόγων καὶ τῶν πραγμάτων συστήσασθε. Φημὶ δέ, καθ’ ὅσον χρόνον οἱ τοποτηρηταὶ τοῦ Ῥώμης ἐνταῦθα προσμείνωσιν, αὐτὸς τοὺς λόγους ὑμῶν, τοὺς μὲν ἀπὸ στόματος, τοὺς δὲ διὰ γραμμάτων, ἐκείνοις ἀναγγελεῖ· καὶ δὴ καὶ τῶν ἐκεῖθεν λημμάτων, αὐτὸς ἔσται προσαγωγεύς· ἑνί τε λόγῳ, ἐκεῖνος μετὰ Θεὸν ὑπὲρ ἡμῶν πολεμήσει, ὑμεῖς δὲ πόῤῥω βελῶν, τὸ τοῦ λόγου, καθίσεσθε· τοῦτο καὶ μόνον αὐτὸς ὀφείλων τοῖς ὀρθοδόξοις ἡμῖν, τὴν ἐπὶ τοσαῦτα καὶ τετρακόσια ἕτη διῃρημένην ἀγέλην Χριστοῦ, οἰκονομίᾳ χρησάμενον θεαρέστῳ, ἑνῶσαι τὸ καθ’ αὑτόν, τῇ τοῦ ἁγίου Πνεύματος χάριτι· ἡ δὲ πάντως ἔσται, ἀπαρατρέπτων μενόντων τῶν ἡμετέρων δογμάτων, τὸ τοῖς πολλοῖς μὲν δοκοῦν εἶναι πάντων παραδοξότατον, τῷ δὲ Θεῷ ἑτοιμότατον· καὶ αὗ τοῦτο μόνον αὐτῷ χρεωστοῦντες ἡμεῖς, συνεργεῖν αὐτῷ ἐν τοῖς ἅπασιν, ὑποτιθέναι τὰ δέοντα, συμβουλεύειν τὰ πρὸς τὴν ἕνωσιν συντελοῦντα, εἰσηγεῖσθαι τὰς τῶν πραγμάτων καὶ τὰς τῶν λόγων ἐπιχειρήσεις, καὶ ὅλως ἐκεῖνον μὲν καλάμου λόγον ἐπέχειν, δελτίου δὲ τοὺς λοιπούς, ὑμᾶς δὲ χειρός, Χριστὸν δὲ νοός.