Οἷον φέρ’ εἰπεῖν ἐπὶ παραδείγματος, εἰ προτείνοιτό τις τῶν ἐξ ἡμῶν πρὸς αὐτοὺς αὐτομολησάντων μυρία τινὰ καθ’ ἡμῶν, οὕτω θαῤῥούντως εἰπεῖν πρὸς αὐτόν. Ἔοικας, ὦ οὗτος, ἐν ἀληθείᾳ, οὐ ζήλῳ θείῳ ταύτην ποιεῖσθαι τὴν ἔνστασιν, ἀλλ’ ἐκδικεῖν δοκεῖν, ὅπερ ἔφθης ἑλόμενος, ὡς ἂν οὕτω γε τοὺς ἐπὶ τῇ μεταθέσει διαφεύγειν... ἐλέγχους, καὶ τὴν τῶν μεθ’ ὧν τέταξαι μᾶλλον εὔνοιαν ἐπισπᾶσθαι, τῇ πρὸς ἡμᾶς περιφανεστάτῃ δυσμενείᾳ, καὶ ταῖς καθ’ ἡμέραν ἀντιπτώσεσιν αὐτοῖς χαριζόμενος· ὅνπερ ἄρα τρόπον καὶ ἐκ τῆς τῶν χριστωνύμων μοίρας, οἱ πρὸς τὰ τῶν Ἀγαρηνῶν μεταβάλλοντες, ἀκήρυκτόν τινα καὶ ἄσπονδον καθ’ ἡμῶν τὴν μανίαν ἐνδείκνυνται, καὶ τὰ τῆς ἡμετέρας εὐσεβείας ἀχαλίνῳ γλώσσῃ κερτομοῦσι καὶ διασύρουσι, καὶ μηδὲν ἐντεῦθεν, ὅτι μή, τὸ οἷς προσῄεσαν εὔνουν πραγματευόμενοι. Εἰ δὲ καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ προβάλλῃ ζῆλον, εἰσὶν ἕτεροι χείρους ἡμῶν τὴν κακοδοξίαν, Ἰουδαῖοι, καὶ Ἰσμαηλῖται, καὶ πυρσολάτραι· ἐν τούτοις οὖν τὰ τοῦ ζήλου δειχθήτω σοι· νῦν δ’ ἐκείνων ἀνεχόμενος τὰ ἀθεώτατα βλασφημούντων, καθ’ ἡμῶν πνέεις μόνον; εἰ γὰρ ἀληθῶς ὁ ὑπὲρ Χριστοῦ σε ζῆλος εἰς τοῦτο κινεῖ, ἐκείνοις ἕδει χαλεπαίνειν, ἐκείνοις ἀντιφέρεσθαι, κατ’ ἐκείνων ὁρμᾶν, οὐ μὴν καθ’ ἡμῶν, οἳ τὴν αὐτὴν Τριάδα σοι, καὶ τὸν αὐτὸν Χριστὸν καθομολογοῦμεν.