Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως
Ορθόδοξη ομολογία και κατακλείδα του λόγου
Επιβεβαίωση της παραδοσιακής διδασκαλίας για το Άγιο Πνεύμα, τελική προτροπή προς τους ακροατές για εμμονή στην πίστη και ικετήρια προσευχή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ορθόδοξη ομολογία και κατακλείδα του λόγου
Επιβεβαίωση της παραδοσιακής διδασκαλίας για το Άγιο Πνεύμα, τελική προτροπή προς τους ακροατές για εμμονή στην πίστη και ικετήρια προσευχή.
Ἀλλ’ οἱ μὲν Ἰταλοὶ ὄψονται περὶ τῶν οἰκείων, ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον θεώρημα τὰς ψυχὰς ἐπιστρέψωμεν. Ἐπεὶ τοίνυν τὸ αὐτὸ καὶ ἓν Πνεῦμα, οὐ Πνεῦμα λέγεται μόνον, ἀλλὰ καὶ πρόβλημα· καὶ ὁ αὐτός, καὶ εἷς Υἱός, οὐχ Υἱὸς μόνον, ἀλλὰ καὶ Λόγος πιστεύεται· καὶ ὁ αὑτὸς καὶ εἷς Πατήρ, οὐ Πατὴρ μόνον, ἀλλὰ καὶ προβολεὺς παρὰ πᾶσι δοξάζεται· ὃν τρόπον ὁ τὸ Πνεῦμα τὸ ἅγιον λέγων τὸ πρόβλημα λέγει, καὶ ὁ τὸ πρόβλημα λέγων τὸ Πνεῦμά φησι, καὶ ὁ περὶ τοῦ Υἱοῦ θεολογῶν περὶ τοῦ Λόγου θεολογεῖ, καὶ ὁ περὶ τοῦ Λόγου διεξιὼν περὶ τοῦ Υἱοῦ διέξεισι, τὸν αὐτὸν πάντως τρόπον, ὁ τὸν Πατέρα σημάνας τὸν προβολέα ἐσήμανε, καὶ ὁ τὸν προβολέα εἰπὼν τὸν Πατέρα ἐδήλωσε, καὶ μάλιστα εἰ καὶ δίχα προσθήκης Υἱοῦ, ἢ Πνεύματος ἀπολύτως Πατέρα, ἢ προβολέα ἐρεῖ· εἰ γὰρ καθὸ μὲν Πατὴρ πρὸς τὸν Υἱὸν λέγεται, καθὸ δὲ προβολεὺς πρὸς τὸ πρόβλημα, ἀλλ’ οὖν οὐκ ἄλλος μέν ἐστιν ὁ Πατὴρ καθ’ αὑτόν, ἄλλος δέ τις ὁ προβολεύς· ὥσπερ οὐδ’ ἄλλος μὲν ὁ Υἱὸς ἰδίως, ὁ δὲ Λόγος παρ’ αὐτὸν ἕτερος· οὐδ’ ἄλλο μέν τι τὸ Πνεῦμα καθ’ ὕπαρξιν, ἄλλο δέ τι τὸ πρόβλημα, πρόσωπον. Ὅτι δὲ ταῦτα ἀληθῆ, οἱ τὸ ἱερὸν σύμβολον ἐκθέμενοι μάρτυρες, ἀρκούμενοι τῷ εἰπεῖν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὡς τῆς τοῦ Πατρὸς φωνῆς ἀντὶ τοῦ προβολέως δυναμένης νοεῖσθαι, τοῖς μὴ κακούργως τὰς θεολογικὰς φωνὰς ἐκλαμβάνουσι.
Τοῦτο βούλεται καὶ τὸ τῷ Θεαδέλφῳ εἰρημένον «ἐκ τοῦ Πατρὸς τῶν φώτων πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον» κατιέναι θεολογοῦντι. Καὶ τί λέγω Θεάδελφον, καὶ πατέρας; ὄπου αὑτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίοις φησὶ «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», ἀντὶ τοῦ εἰπεῖν ἐκ τοῦ προβολέως.
Ὥστε τὸ αὐτὸ καὶ ἓν πρόσωπον ὁ Πατήρ, μόνον ἐν τῇ θείᾳ Τριάδι, καὶ Πατὴρ μόνος καὶ προβολεύς ἐστι, κατὰ τὴν ἑαυτοῦ ὑπόστασιν· καὶ οὐδὲν βλάσφημον ἕπεται, εἰ μόνος ἐκφέροιτο· μόνον εὐσεβῶς, ἤτοι μὴ Πατὴρ μὲν τοῦ Πνεύματος, τοῦ δὲ Υἱοῦ προβολεύς· ἀλλ’ ἢ αἴτιος, ὁ Πατὴρ μόνον, καὶ μόνος ἀμφοῖν. Καθάπερ ἀμέλει τὸ αὐτὸ καὶ ἓν πρόσωπον ὁ Υἱός, μόνον ἐν τῇ αὐτῇ μακαρίᾳ Τριάδι, καὶ Υἱὸς μόνος, καὶ Λόγος ἐστὶ κατ’ ἰδίαν ὑπόστασιν· καὶ οὐδὲν ἄτοπον ἕπεται, εἰ μόνος ἐκφέροιτο· μόνον ὀρθῶς, ἤτοι μὴ Υἱὸς μόνον τοῦ Πνεύματος, μόνου δὲ Λόγος τοῦ Πνεύματος· ἀλλ’ ἢ Λόγος μὲν ἀμφοῖν ὡς προείρηται, Υἱὸς δὲ μόνου τοῦ Πατρός. Ὥσπερ ἄρα τὸ αὐτὸ καὶ ἓν πρόσωπον, τὸ Πνεῦμα μόνον ἐν τῇ αὐτῇ ὑπερουσίῳ Τριάδι, ἅμα καὶ Πνεῦμα καὶ πρόβλημά ἐστι καθ’ ὑπόστασιν, καὶ οὐδὲν δύσφημον ἕπεται εἰ μόνως προφέροιτο, μόνον ὀρθοδόξως· τοὐτέστι μὴ πρόβλημα μὲν τοῦ Υἱοῦ, μόνου δὲ Πνεῦμα τοῦ Πατρός· ἀλλ’ ἢ Πνεῦμα μὲν ἀμφοῖν, ὡς προδέδεικται, πρόβλημα δὲ μόνου τοῦ Πατρός.
Εἰ δὲ κατά τινας, οὐκ ἐκ μόνου τοῦ πατρῴου προσώπου, ἀλλ’ ἐξ ἀμφοῖν τοῖν προσώποιν Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα προσωπικῶς ἐκπορεύεται, οὐδὲν κωλύσει τὸν οὕτω πιστεύοντα λέγειν, ὁμολογῶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν εἶναι προβολεῖς τοὺς αὐτούς, καὶ συμπροβολεῖς, καὶ ἕνα προβολέα τοῦ ἑνὸς Πνεύματος καθ’ ὑπόστασιν· ἀλλὰ τὸ δοξάζειν τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον πατέρας, καὶ συμπατέρας, καὶ ἕνα Πατέρα τοῦ ἑνὸς Υἱοῦ εἶναι, τῆς Ἐκκλησίας ἀλλότριον· καὶ τὸ πιστεύειν ἄρα τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ ἓν ἑνὸς αἴτιον εἶναι προσώπου, καὶ δύο αἴτια, καὶ συναίτια τοῦ αὐτοῦ καθ’ ὑπόστασιν, τοῖς ὀρθοδόξοις ἀπόβλητον.
Ταῦτα δὲ πάντα λεγέσθω μὲν ὦδε τοῖς λόγοις ὡς γέγραπται, καὶ ἀκουέσθω τοῖς ὀρθοδοξεῖν αἱρουμένοις ὡς ἥδιστα, θεωρείσθω δὲ κἀν τῇ τοῦ θεωρήματος τοῦδε διαγραφῇ ἀκριβέστερον, ὡς ἂν μὴ μόνον δι’ ἀκοῆς, ἀλλὰ καὶ διὰ τῆς ὄψεως ἡμῶν, πρὸς τὴν κατάληψιν τῆς ἀληθείας ἐντεῦθεν χειραγωγοίμεθα. Κἂν δέ τις τολμήσοι παραγράφεσθαι τοῦτο, ὡς δῆθεν μὴ τοῦ μεγάλου Ἱεροθέου ὑπάρχον, ἐμὸν δέ, ἥ τινος τῶν ἐμῶν τὸ θεώρημα, οὗτος ὅστις ἂν ᾖ, χριστιανὸς μένων, οὐδὲν τῶν ἐξ ὧν αὐτὸ συνίσταται ὀνομάτων παραγράφεσθαι δύναται· λέγω δὲ τὸ Πατήρ, τὸ προβολεύς, τὸ Υἱός, τὸ Λόγος, τὸ Πνεῦμα, τὸ πρόβλημα· οὔτε μὴν ἐξισχύσει τῶν ἐξ ὧν τοῦτο σύγκειται ὅρων, οὐδὲ μιᾷ μηχανῇ μεταθεῖναί τινα· ἐπεὶ μετατιθεμένου τινός, πρὸς τῷ ἀσυλλογίστῳ αὐτίκα καὶ βλάσφημον ἔπεται· μὴ δυνάμενος δὲ μεταθεῖναι τοὺς ὅρους, ἐξ ἀνάγκης, καὶ ἄκων, τὰ τούτοις ἑπόμενα συμπεράσματα συνομολογεῖ· οὕτως ἐστὶ τὸ θεώρημα τοῦτο συγκεκροτημένον αὐτὸ καθ’ αὑτό, καὶ ἀήττητον· διά τοι τοῦτο καὶ τῶν θεολογικῶν πάντων θεωρημάτων θεώρημα ἔγωγε τοῦτο καλῶ.
Ἀλλ’ ἵνα μὴ τὰ φυόμενα ἐφ’ ἑκάστῳ νοήματι ἐπιόντες, καὶ ἡμᾶς αὐτοὺς ἐπιδεικνύναι δοκῶμεν, καὶ τὴν ὑμετέραν ἐνοχλεῖν ἁγιότητα, ἀρκεῖ τοῦτο εἰπόντας σιγῆσαι λοιπόν· ὅτι αὐτὸς μὲν ὑμῖν, ταῦθ’ ὑπεθέμην, καὶ ῥήμασί τε, καὶ γράμμασιν· ἐφ’ ὑμῖν δὲ κεῖται λοιπόν, ἵνα μὴ δίκην ὑπόσχωμεν, πράγμασι πάντα τελέσαι καλῶς.
Αὐτὸς δὲ πάντων, Θεέ, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, ἡ αὐτοζωή, καὶ ἡ αὐτοαλήθεια, καὶ ἡ αὐτοσοφία, καὶ τοὺς ἀλλήλων διεστηκότας τοῖς σχίσμασι, καὶ τοὺς ἀπὸ σοῦ μακρυνομένους τοῖς πταίσμασιν, ἅτε τὰ πάντα δυνάμενος, οἷς τρόποις οἶδας, συνάψοις.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.