Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Πρὸς Νικόλαον νουθεσία

Μᾶρκος ὁ Ἀσκητής

Προοίμιο και η σημασία της μνήμης των θείων ευεργεσιών

Εισαγωγή στην επιστολή προς τον Νικόλαο και προτροπή για συνεχή ανάμνηση των θείων δωρεών, η οποία οδηγεί την ψυχή σε ευχαριστία, ταπείνωση και ασκητική προθυμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 5

Πρὸς Νικόλαον ἐπιστολή Τῷ πολυποθήτῳ τέκνῳ Νικολάῳ Ἐπειδήπερ πρώην πολὺς ἦς φροντίζων περὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ πολλὴν ἔχων μέριμναν περὶ τῆς κατὰ Θεὸν ζωῆς, ἀντέβαλες ἡμῖν τὰ καθ’ ἑαυτὸν διηγούμενος, δι’ οἵων πόνων καὶ ὁρμῇ ζεούσῃ ἔμελλες προσκολλᾶσθαι τῷ Κυρίῳ, δι’ ἀκριβοῦς πολιτείας καὶ ἐγκρατείας καὶ πάσης κακοπαθείας, ἀγρυπνίας τε πολλῆς καὶ συντόνου προσευχῆς ἀγωνιζόμενος, οἷοί τε πόλεμοι καὶ ἑσμοὶ σαρκικῶν παθῶν ἐν τῇ σωματικῇ φύσει ἀναρριπίζονται καὶ κατὰ τῆς ψυχῆς ἐπεγείρονται ἐκ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, περισσοτέρως δὲ παρενοχλεῖσθαι ἀπωδύρου ὑπὸ τοῦ τῆς ὀργῆς καὶ ἐπιθυμίας πάθους· καὶ μέθοδόν τινα καὶ λόγους παραινέσεως ἐπεζήτεις, οἵοις τε πόνοις καὶ ἀγῶσι χρησάμενος ἀνώτερος τῶν προειρημένων ὀλεθρίων παθῶν καταστῆναι δυνήσῃ. Καὶ ἐν μὲν τῷ καιρῷ ἐκείνῳ, ὅσον ἦν δυνατόν, κατὰ πρόσωπον τῇ ἀγάπῃ σου παρῃνέσαμεν, τὰ ψυχωφελῆ νοήματα καὶ φρονήματα ὑποτιθέμενοι καὶ ἀποδεικνύοντες οἵοις πόνοις καὶ τόνοις ἀσκητικοῖς, μετὰ συνέσεως καὶ πεφωτισμένης γνώσεως, λογικῶς κατὰ τὸ Εὐαγγέλιον πολιτευσαμένη ψυχή, διὰ πίστεως χάριτι βοηθουμένη δύναται περιγενέσθαι τῶν ἔνδοθεν τῆς καρδίας βρυόντων κακῶν, ἐξαιρέτως δὲ τῶν προειρημένων παθῶν.

Πρὸς ἃ γὰρ πάθη διὰ πρόληψιν καὶ συνήθειαν μᾶλλον πεποίωται ἡ ψυχὴ περισσοτέρως ὀχλουμένη καὶ ὀξυρρεπεστέρως ὑπ’ αὐτῶν ὑποσυρομένη, κατὰ τούτων σπουδαιότερον καὶ ἀδιάλειπτον τὸν ἀγῶνα ἀναλαβεῖν ὀφείλει ἕως οὗ ὑποτάξῃ τὰ σαρκικὰ καὶ ἄλογα τῆς κακίας ἐνεργήματα, οἷς πρότερον ὑπετάσσετο καὶ ὑπεσύρετο καὶ τῇ συνεχεῖ τῶν λογισμῶν ὑπομνήσει καὶ μελέτῃ κακῇ διὰ τῆς ἔνδον τῶν ἐννοιῶν συγκαταθέσεως αἰχμάλωτος ἀπεφέρετο.

Ἐπεὶ οὖν σωματικῶς πρὸς ὀλίγον διέστημέν σου προσώπῳ, οὐ καρδίᾳ, ἐν τῇ ἐρήμῳ ἐληλυθότες πρὸς τοὺς ἀληθινοὺς ἐργάτας καὶ ἀθλητὰς τοῦ Χριστοῦ, ὅπως καὶ ἡμεῖς κἂν μικρῶς πως ἀγωνισάμενοι καὶ συναθλοῦντες τοῖς ἀδελφοῖς τοῖς ἀθλοῦσι πρὸς τὰς ἀντικειμένας ἐνεργείας καὶ τοῖς πάθεσι γενναίως ἀνθισταμένοις, τὸν ὄκνον ἀποθώμεθα, τὴν ῥαθυμίαν ἀποτιναξώμεθα, τὴν ἀμέλειαν ἀφ’ ἑαυτῶν ἀπορρίψωμεν καὶ πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν ἀναλάβωμεν, πρὸς εὐαρέστησιν Θεοῦ ἐπειγόμενοι. Διόπερ ὀλίγην παραίνεσιν καὶ νουθεσίαν ψυχωφελῆ προεθυμήθην διὰ γράμματος χαράξαι τῇ γνησιότητί σου, ἵνα περὶ ὧν κατὰ πρόσωπόν σοι ἐλάλουν, ταῦτα δι’ ὀλίγων ἐν τῷ μετρίῳ τῆς παραινέσεως ἡμῶν γράμματι ἐντυγχάνων ἐπιμελῶς, ὡς παρόντων ἡμῶν πνευματικὴν ὠφέλειαν καρπώσῃ.

Τὴν μὲν οὖν ἀρχὴν τῆς κατὰ Θεόν σου ὠφελείας, ὦ τέκνον, ἐντεῦθεν ποιεῖσθαι ὀφείλεις. Ἀνεπιλήστως καὶ ἀειμνημονεύτως ἐν ἀδιαλείπτῳ μελέτῃ ἀναλογίσασθαί σε χρὴ πάσας τὰς τοῦ φιλανθρώπου Θεοῦ εἰς σὲ γεναμένας καὶ γινομένας οἰκονομίας καὶ εὐεργεσίας εἰς σωτηρίαν τῆς ψυχῆς σου, καὶ μὴ λήθῃ κακίας καλυπτόμενον ῥᾳθυμίας αἰτίᾳ ἀμνημονεῖν τῶν πολλῶν καὶ μεγάλων αὐτοῦ εὐεργεσιῶν, καὶ διὰ τοῦτο ἀνωφελῶς καὶ ἀχαρίστως παρέρχεσθαι τὸν ὑπόλοιπον χρόνον. Αἱ γὰρ τοιαῦται ἀδιάλειπτοι μνῆμαι ὥσπερ τι κέντρον νύττουσαι τὴν καρδίαν, κινοῦσιν αὐτὴν πάντοτε εἰς ἐξομολόγησιν, εἰς ταπείνωσιν, εἰς εὐχαριστίαν μετὰ συντετριμμένης ψυχῆς, εἰς πᾶσαν σπουδὴν ἀγαθήν, καὶ ἀνταπόδοσιν τρόπων καὶ ἠθῶν χρηστῶν καὶ πάσης τῆς κατὰ Θεὸν ἀρετῆς, ἀεὶ μελετῶσαν εὐσυνειδήτῳ γνώμῃ τὸ προφητικὸν λόγιον, τό· «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι;»

Ὅταν γὰρ ἀναλογίσηται ψυχὴ τὰς ἀπὸ γεννήσεως εὐεργεσίας τοῦ φιλανθρώπου Θεοῦ, ἢ πόσων κινδύνων πολλάκις ἐρρύσθη, ἢ πόσοις κακοῖς ὑποπεσοῦσα καὶ ἐν πλημμελείαις πολλάκις ἑκουσίως ὀλισθήσασα οὐ παρεδόθη κατὰ τὸ δίκαιον τοῖς ἀπατήσασι πνεύμασιν εἰς ἀπώλειαν καὶ θάνατον· ἀλλὰ μακροθύμως ὁ φιλάνθρωπος Δεσπότης παρορῶν τὰ πλημμελήματα διεφύλαξεν, ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῆς, καὶ τοῖς ἐχθροῖς καὶ πονηροῖς πνεύμασιν ἑκουσίως διὰ τῶν παθῶν δουλεύσασαν αὐτὸς διέτρεφε, σκέπων καὶ παντοίως προνοῶν καὶ τέλος ἀγαθῷ νεύματι εἰς ὁδὸν σωτηρίας ὡδήγησε, καὶ φίλτρον ἀσκητικοῦ βίου τῇ καρδίᾳ ἐνέθηκε, καὶ μετὰ χαρᾶς τὸν κόσμον καὶ πᾶσαν αὐτοῦ τὴν ἀπάτην τῶν σαρκικῶν ἡδονῶν καταλιπεῖν ἐνεδυνάμωσε, καὶ ἀγγελικῷ σχήματι τῆς ἀσκητικῆς τάξεως κατεκόσμησε, καὶ εὐχερῶς προσληφθῆναι παρὰ ἁγίων πατέρων ἐν συστήματι ἀδελφότητος παρεσκεύασε.

Τίς δὲ εὐσυνείδητον ἔχων γνώμην καὶ ταῦτα ἀναλογιζόμενος οὐχὶ πάντοτε ἐν συντριμμῷ καρδίας διατελέσει ἔχων τοσαῦτα ἐνέχυρα προλαβουσῶν εὐεργεσιῶν, μηδὲν ἀγαθὸν πρότερον αὐτὸς ποιήσας; Οὐχὶ πάντοτε βεβαίαν ἐλπίδα ἀναλάβῃ τοῦτο βουλευσάμενος ὅτι· εἰ μηδὲν ἀγαθόν μου ποιήσαντος, ἀλλὰ καὶ πολλὰ ἐνώπιον αὐτοῦ ἁμαρτήσαντος, ἐν ἀκαθαρσίᾳ σαρκὸς καὶ ἄλλαις πολλαῖς κακίαις συλληφθέντος, «οὐ κατὰ τὰς ἁμαρτίας ἐποίησεν, οὐδὲ κατὰ τὰς ἀνομίας ἀνταπέδωκεν», ἀλλὰ τοσαύτας δωρεὰς καὶ χάριτας εἰς σωτηρίαν ᾠκονόμησεν· ἐὰν οὖν ὁλοτελῶς δῶ ἐμαυτὸν τοῦ λοιποῦ δουλεύειν αὐτῷ ἐν πάσῃ ἁγνῇ ἀναστροφῇ καὶ ἀρετῶν κατορθώσει, πόσων ἀγαθῶν καὶ πνευματικῶν χαρισμάτων καταξιώσει, εἰς πᾶν ἔργον ἀγαθὸν δυναμῶν καὶ κατευοδῶν;

Διόπερ ὁ πάντοτε τοιοῦτον λογισμὸν σῴζων καὶ μὴ ἐπιλανθανόμενος τῶν τοιούτων εὐεργεσιῶν δυσωπεῖ ἑαυτὸν καὶ εὐθύνει καὶ ἐπείγει πρὸς πᾶσαν ἄσκησιν ἀρετῆς ἀγαθὴν καὶ πρὸς πᾶσαν ἐργασίαν δικαιοσύνης, πάντοτε πρόθυμος καὶ πάντοτε ἕτοιμος εἰς τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ.