Ἥξει πάντως ὁ τὰ κρυπτὰ τοῦ σκότους ἀποκαλύπτων καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, ὁ ἀπαραλόγιστος δικαστής, ὁ μήτε πλούσιον ἐντρεπόμενος, μήτε πτωχὸν ἐλεῶν, ὁ τὸ σχῆμα τὸ ἔξωθεν περιαιρῶν καὶ τὴν ἀλήθειαν τὴν ἔνδοθεν κεκρυμμένην φανερῶν, ὁ τοὺς κατὰ συνείδησιν πολιτευσαμένους ἀληθινοὺς ἀγωνιστὰς καὶ ἀθλητὰς ἐν παρουσίᾳ ἀγγέλων ἐπὶ τοῦ ἰδίου Πατρὸς στεφανῶν, καὶ τοὺς ἐσχηματισμένους καὶ μόρφωσιν εὐσεβείας περιβεβλημένους καὶ φαινομένην μόνην πολιτείαν τοῖς ἀνθρώποις ἐπιδεικνυμένους καὶ ἐπὶ ταύτῃ ματαίως στηριζομένους καὶ ἑαυτοὺς φρεναπατοῦντας ἐπὶ τῆς ἄνω Ἐκκλησίας τῶν ἁγίων καὶ πάσης τῆς ἐπουρανίου στρατιᾶς θριαμβεύων, δεινῶς αἰσχυνομένους καὶ εἰς τὸ ἐξώτερον σκότος κατακρινομένους κατὰ τὰς μωρὰς παρθένους, αἵτινες τὴν μὲν ἔξωθεν τοῦ σώματος παρθενίαν ἐφύλαξαν—οὐδὲν γὰρ περὶ τούτου ἐνεκλήθησαν—, ἀλλὰ καὶ ἔλαιον μερικῶς ἐν τοῖς ἀγγείοις εἶχον, τοῦτ’ ἔστιν ἀρετῶν τινων καὶ κατορθωμάτων ἐξωτέρων καί τινων χαρισμάτων μέτοχοι ἐτύγχανον· διὸ καὶ αἱ λαμπάδες αὐτῶν μέχρι τινὸς ἧπτον· διὰ δὲ ἀμέλειαν καὶ ἄγνοιαν καὶ ῥᾳθυμίαν πρόνοιαν οὐκ ἐποιήσαντο· καὶ τὸν κρυπτόμενον ἔσωθεν τῶν παθῶν ἑσμόν, τὸν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐνεργούμενον ἀκριβῶς οὐκ ἐπέγνωσαν, ἀλλ’ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν τὰ νοήματα αὐτῶν ἐφθείροντο, ἐν τῇ τῶν λογισμῶν συγκαταθέσει κοινοῦσαι ἑαυτάς, δελεαζόμεναι κρυπτῶς καὶ ἡττώμεναι φθόνῳ κακίστῳ, ζήλῳ τῷ μισοκάλῳ, ἔριδι, μίσει, φιλονεικίᾳ, ὀργῇ, πικρίᾳ, μνησικακίᾳ, ὑποκρίσει, θυμῷ, ὑπερηφανίᾳ, κενοδοξίᾳ, ἀνθρωπαρεσκείᾳ, αὐταρεσκείᾳ, φιλαργυρίᾳ, ἐπιθυμίᾳ σαρκικῇ ἐν λογισμοῖς τὴν ἡδυπάθειαν ἐργαζόμεναι, ἀπιστίᾳ, ἀφοβίᾳ, δειλίᾳ, ἀκηδίᾳ, λύπῃ, ἀντιλογίᾳ, χαυνώσει, ὕπνῳ, οἰήσει δικαιοσύνης, ἐπάρσει, ἀλαζονείᾳ, ἀπληστίᾳ, ἀσωτίᾳ, πλεονεξίᾳ, ἀνελπιστίᾳ τῇ πάντων χαλεπωτέρᾳ, καὶ τοῖς λοιποῖς τῆς κακίας λεπτοτάτοις ἐνεργήμασιν.