Ὑπὲρ τούτων οὖν πάντων τῶν παρὰ Θεοῦ σοι γεγενημένων καλῶν τί ἄξιον ἔχεις ἀνταποδοῦναι τῷ καλέσαντι τὴν ψυχήν σου εἰς ζωήν; Ἑαυτῷ γὰρ λοιπόν, κατὰ τὸ δίκαιον, οὐκέτι ζῆν ὀφείλεις, ἀλλὰ τῷ ὑπὲρ σοῦ ἀποθανόντι καὶ ἐγερθέντι εἰς πᾶσαν ἀρετὴν δικαιοσύνης, εἰς πᾶσαν κατόρθωσιν ἐντολῶν, ἐκζητῶν ἀεὶ τί ἐστι τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον, καὶ τοῦτο παντὶ σθένει σπουδάζειν μεταδιώκειν. Πλὴν τὴν νεότητά σου, ὦ τέκνον, οὕτως ὑπόταξον τῷ λόγῳ τοῦ Θεοῦ, ὡς αὐτὸς ὁ λόγος ἀπαιτεῖ, παραστῆσαι τὸ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν, πᾶσάν τε νοτίδα ἐπιθυμίας σαρκικῆς δι’ ὀλιγοδείας καὶ ὀλιγοποσίας καὶ ὁλονυκτίων ἀγρυπνιῶν ψύξον καὶ ξήρανον, ἵνα καὶ αὐτὸς ἐκ διαθέσεως εἴπῃς· «Ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην», καὶ ἐπιγνοὺς ὅτι Χριστοῦ εἶ, «τὴν ἑαυτοῦ σάρκα σταύρωσον, κατὰ τὴν ἀποστολικὴν φωνήν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», καὶ «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νέκρωσον», οὐ μόνον τὴν πρακτικὴν τῆς πορνείας, ἀλλὰ καὶ τὴν ἐνεργουμένην ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐν σαρκὶ ἀκαθαρσίαν.