Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Πρὸς Νικόλαον νουθεσία

Μᾶρκος ὁ Ἀσκητής

Εσωτερική νήψη και απόρριψη της υποκριτικής ευσέβειας

Νουθεσίες για την προστασία του νου από την αιχμαλωσία των παθών, κριτική της φαινομενικής αγιότητας και προειδοποίηση για την τελική Κρίση και την ανάγκη αληθινής κάθαρσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 5

Τοιγαροῦν, ὦ τέκνον ἀγαπητόν, ἔχον χάριτι Θεοῦ φυσικὴν σύνεσιν, ταύτην τὴν ἀδολεσχίαν καὶ μελέτην ἀγαθὴν πάντοτε ἐν ἑαυτῷ φύλασσε, μὴ ὑπὸ λήθης τῆς ὀλεθρίου καλυπτόμενος, μηδὲ ὑπὸ ῥᾳθυμίας τῆς ματαιούσης καὶ ἐκκλινούσης ἀπὸ ζωῆς τὸν νοῦν ἐμποδιζόμενος, μὴ ὑπὸ ἀγνοίας τῆς πάντων τῶν κακῶν αἰτίας τὸν λογισμὸν σκοτιζόμενος, μὴ ὑπὸ ἀμελείας τῆς παγκάκου δελεαζόμενος, μὴ ὑπὸ ἡδονῆς σαρκὸς ὑποσυρόμενος, μὴ ὑπὸ γαστριμαργίας ἡττώμενος, μὴ ὑπὸ ὕπνου βαρυνόμενος, μὴ ὑπὸ ἐπιθυμίας τὸν νοῦν αἰχμαλωτιζόμενος καὶ συγκαταθέσει λογισμῶν πορνικῶν μιασμὸν ἐν ἑαυτῷ ἐργαζόμενος, μὴ ὑπὸ ὀργῆς μισαδελφίαν γεννώσης νικώμενος καὶ οἰκτρᾶς ἔνεκεν καὶ ταλαιπώρου προφάσεως λυπῶν καὶ λυπούμενος, καὶ συνάγων μνήμας τῷ πλησίον λογισμῶν πονηρῶν τῆς πρὸς Θεὸν καθαρᾶς προσευχῆς ἐκκλειόμενος, καὶ τὸν νοῦν ἐξανδραποδιζόμενος, καὶ θηριώδει λογισμῷ τὸν ὁμόψυχον ἀδελφὸν ὑποβλεπόμενος, καὶ τῷ ἀλόγῳ τοῦ σαρκικοῦ φρονήματος τρόπῳ τὴν συνείδησιν δεσμούμενος, καὶ τοῖς πονηροῖς πνεύμασιν οἷς ὑπεῖξας εἰς παιδείαν παραδιδόμενος ἄχρι καιροῦ, ἕως οὗ πάντοθεν ἐξαπορηθεὶς ὁ νοῦς, καὶ ὑπὸ λύπης καὶ ῥᾳθυμίας καταποθείς, καὶ τὴν κατὰ Θεὸν προκοπὴν διὰ τὰς προλαβούσας αἰτίας ἀπολέσας, πάλιν ἄρχεται ἐπιλαμβάνεσθαι, διὰ πολλῆς ταπεινώσεως, ἀρχὴν ὁδοῦ σωτηρίας.

Καὶ πολλὰ καμὼν ἐν εὐχαῖς καὶ ὁλονύκτοις ἀγρυπνίαις, λύσας τὰ αἴτια διὰ τῆς ταπεινώσεως καὶ ἐξομολογήσεως τῆς πρὸς Θεόν, οὕτως ἄρχεται πάλιν ἀνανήφειν, καὶ διὰ φωτισμοῦ γνώσεως εὐαγγελικῆς θείᾳ χάριτι ἐλλαμπόμενος γινώσκει ὅτι ὁ μὴ ἑαυτὸν τελείως τῷ σταυρῷ ἐπιδιδοὺς ἐν φρονήματι ταπεινώσεως καὶ ἐξουδενώσεως, καὶ ῥίψας ἑαυτὸν ὑποκάτω πάντων καταπατεῖσθαι καὶ καταφρονεῖσθαι, ἀδικεῖσθαι καὶ καταγελᾶσθαι καὶ χλευάζεσθαι, καὶ ταῦτα πάντα μετὰ χαρᾶς διὰ τὸν Κύριον ὑπομένων, καὶ μὴ ἐκδικῶν ὅλως τὰ ἀνθρώπινα, δόξαν ἢ τιμὴν ἢ ἔπαινον ἢ ἡδονὴν βρώσεως ἢ πόσεως ἢ ἐνδύματος, χριστιανὸς ἀληθινὸς οὐ δύναται γενέσθαι.

Τοιγαροῦν τοιούτων ἡμῖν προκειμένων ἀγώνων καὶ ἄθλων καὶ στεφάνων, μέχρι πότε ἡμεῖς ὑπὸ τῆς ἐσχηματισμένης εὐσεβοῦς μορφώσεως διαχλευαζόμεθα μετὰ ἐπιθέσεως τῷ Κυρίῳ δουλεύοντες, ἄλλο τοῖς ἀνθρώποις νομιζόμενοι καὶ ἄλλο τῷ κρυπτὰ γινώσκοντι καταφαινόμενοι; Ἅγιοι γὰρ παρὰ πολλῶν νομιζόμενοι, ἄγριοι ἀκμὴν τὸ ἦθος τυγχάνομεν ἀληθῶς, μόρφωσιν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἐνώπιον τοῦ Θεοῦ μὴ κεκτημένοι, παρθένοι καὶ ἁγνοὶ παρὰ πολλῶν νομιζόμενοι, καὶ παρὰ τῷ τὰ κρυπτὰ κατανοοῦντι ἐν ἀκαθαρσίαις συγκαταθέσεως λογισμῶν πορνικῶν ἔνδοθεν μολυνόμενοι, καὶ ταῖς ἐνεργείαις τῶν παθῶν βορβορούμενοι, καὶ διὰ τὴν ἐσχηματισμένην ἡμῶν ἄσκησιν ἔτι καὶ τοῖς ἐπαίνοις τῶν ἀνθρώπων ὑπτιούμενοι καὶ τὸν νοῦν ἐκτυφλούμενοι.

Ἕως πότε οὖν ἐν ματαιότητι τοῦ νοὸς πορευόμεθα τοῦ εὐαγγελικοῦ φρονήματος μὴ ἐπιλαμβανόμενοι, καὶ τὴν κατὰ συνείδησιν πολιτείαν οὐκ ἐπιγινώσκομεν, ἵνα ταύτην σπουδαίως μεταδιώξωμεν, ὅπως καὶ τὴν κατὰ συνείδησιν παρρησίαν εὑρήσωμεν, ἀλλ’ ἔτι ἐν τῇ νομιζομένῃ τοῦ ἔξωθεν ἀνθρώπου δικαιοσύνῃ στηριζόμεθα, καὶ δι’ ὑστέρησιν ἀληθοῦς γνώσεως, διὰ τῶν ἔξωθεν μόνον ἐπιτηδευμάτων ἑαυτοὺς πλανῶμεν τοῖς ἀνθρώποις ἀρέσκειν βουλόμενοι καὶ τὰς παρ’ αὐτῶν δόξας καὶ τιμὰς καὶ ἐπαίνους θηρώμενοι;

Ἥξει πάντως ὁ τὰ κρυπτὰ τοῦ σκότους ἀποκαλύπτων καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, ὁ ἀπαραλόγιστος δικαστής, ὁ μήτε πλούσιον ἐντρεπόμενος, μήτε πτωχὸν ἐλεῶν, ὁ τὸ σχῆμα τὸ ἔξωθεν περιαιρῶν καὶ τὴν ἀλήθειαν τὴν ἔνδοθεν κεκρυμμένην φανερῶν, ὁ τοὺς κατὰ συνείδησιν πολιτευσαμένους ἀληθινοὺς ἀγωνιστὰς καὶ ἀθλητὰς ἐν παρουσίᾳ ἀγγέλων ἐπὶ τοῦ ἰδίου Πατρὸς στεφανῶν, καὶ τοὺς ἐσχηματισμένους καὶ μόρφωσιν εὐσεβείας περιβεβλημένους καὶ φαινομένην μόνην πολιτείαν τοῖς ἀνθρώποις ἐπιδεικνυμένους καὶ ἐπὶ ταύτῃ ματαίως στηριζομένους καὶ ἑαυτοὺς φρεναπατοῦντας ἐπὶ τῆς ἄνω Ἐκκλησίας τῶν ἁγίων καὶ πάσης τῆς ἐπουρανίου στρατιᾶς θριαμβεύων, δεινῶς αἰσχυνομένους καὶ εἰς τὸ ἐξώτερον σκότος κατακρινομένους κατὰ τὰς μωρὰς παρθένους, αἵτινες τὴν μὲν ἔξωθεν τοῦ σώματος παρθενίαν ἐφύλαξαν—οὐδὲν γὰρ περὶ τούτου ἐνεκλήθησαν—, ἀλλὰ καὶ ἔλαιον μερικῶς ἐν τοῖς ἀγγείοις εἶχον, τοῦτ’ ἔστιν ἀρετῶν τινων καὶ κατορθωμάτων ἐξωτέρων καί τινων χαρισμάτων μέτοχοι ἐτύγχανον· διὸ καὶ αἱ λαμπάδες αὐτῶν μέχρι τινὸς ἧπτον· διὰ δὲ ἀμέλειαν καὶ ἄγνοιαν καὶ ῥᾳθυμίαν πρόνοιαν οὐκ ἐποιήσαντο· καὶ τὸν κρυπτόμενον ἔσωθεν τῶν παθῶν ἑσμόν, τὸν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐνεργούμενον ἀκριβῶς οὐκ ἐπέγνωσαν, ἀλλ’ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν τὰ νοήματα αὐτῶν ἐφθείροντο, ἐν τῇ τῶν λογισμῶν συγκαταθέσει κοινοῦσαι ἑαυτάς, δελεαζόμεναι κρυπτῶς καὶ ἡττώμεναι φθόνῳ κακίστῳ, ζήλῳ τῷ μισοκάλῳ, ἔριδι, μίσει, φιλονεικίᾳ, ὀργῇ, πικρίᾳ, μνησικακίᾳ, ὑποκρίσει, θυμῷ, ὑπερηφανίᾳ, κενοδοξίᾳ, ἀνθρωπαρεσκείᾳ, αὐταρεσκείᾳ, φιλαργυρίᾳ, ἐπιθυμίᾳ σαρκικῇ ἐν λογισμοῖς τὴν ἡδυπάθειαν ἐργαζόμεναι, ἀπιστίᾳ, ἀφοβίᾳ, δειλίᾳ, ἀκηδίᾳ, λύπῃ, ἀντιλογίᾳ, χαυνώσει, ὕπνῳ, οἰήσει δικαιοσύνης, ἐπάρσει, ἀλαζονείᾳ, ἀπληστίᾳ, ἀσωτίᾳ, πλεονεξίᾳ, ἀνελπιστίᾳ τῇ πάντων χαλεπωτέρᾳ, καὶ τοῖς λοιποῖς τῆς κακίας λεπτοτάτοις ἐνεργήμασιν.

Αἵτινες καὶ τῶν καλῶν τὴν ἐργασίαν ἢ πολιτείαν σεμνὴν καὶ αὐτὴν ἐδόκουν ἐπὶ τῶν ἀνθρώπων ποιεῖσθαι καὶ τοὺς παρ’ αὐτῶν ἐπαίνους καρποῦσθαι· εἰ καί τινων χαρισμάτων μετέχουσαι, τῆς κενοδοξίας καὶ ἀνθρωπαρεσκείας τοῖς πνεύμασιν ἀπεμπόλουν τὰ θεῖα χαρίσματα, τοῖς δὲ λοιποῖς πάθεσι κοινωνοῦσαι ἐμίγνυον τὰ καλὰ ἐπιτηδεύματα τοῖς πονηροῖς καὶ σαρκικοῖς φρονήμασι. Διὸ ἀπρόσδεκτα καὶ ἀκάθαρτα αὐτὰ ἀπειργάζοντο κατὰ τὴν τοῦ Κάϊν θυσίαν· διόπερ καὶ τοιούτου τέλους ἔτυχον, νυμφίου χαρᾶς στερηθεῖσαι καὶ νυμφῶνος ἐπουρανίου ἀποκλεισθεῖσαι.

Ταῦτα οὖν λογιζόμενοι καὶ διακρίνοντες καὶ δοκιμάζοντες, γνῶμεν καὶ συνιῶμεν ἐν τίσιν ἐσμέν, ἵνα ὡς ἔτι καιρὸν μετανοίας καὶ ἐπιστροφῆς ἔχομεν ἑαυτοὺς διορθωσώμεθα, ὅπως τὰ καλὰ ἡμῶν ἔργα καθαρῶς ἐπιτελούμενα ἀληθινὰ καὶ καλὰ ᾖ, σαρκικῷ φρονήματι μὴ μιγνύμενα, ἵνα μὴ ἀπόβλητα γένηται ὡς θυσία ἐπίμωμος δι’ ἀφοβίαν καὶ ἀμέλειαν καὶ ἀληθινῆς γνώσεως ἔλλειψιν, μή πως καὶ τὸν κόπον τῆς παρθενίας καὶ ἐγκρατείας, νηστείας καὶ ἀγρυπνίας καὶ κακοπαθείας ὑπομένωμεν καὶ τὰς ἡμέρας ἀναλώσωμεν, καὶ διὰ τὰς προειρημένας τῶν παθῶν αἰτίας, τὰ δοκοῦντα ἡμῶν δικαιώματα, ὡς θυσία ἐπίμωμος εὑρεθέντα, ἀπρόσδεκτα τῷ ἐπουρανίῳ ἱερεῖ Χριστῷ γένηται.