Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Πρὸς Νικόλαον νουθεσία

Μᾶρκος ὁ Ἀσκητής

Πνευματική καθοδήγηση και ο αγώνας της παρθενίας

Προσωπικές συμβουλές με αναφορά στη διάσωση από το ναυάγιο, καθώς και οδηγίες για τη διατήρηση της παρθενίας, τη σωματική εγκράτεια και την αποφυγή της ιδιόρρυθμης άσκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 5

Γνώσεως οὖν, ὦ τέκνον, καὶ συνέσεως προηγουμένως ἐπιμελητέον τῷ βουλομένῳ τὸν σταυρὸν ἆραι καὶ Χριστῷ ἐπακολουθεῖν, διὰ τῆς ἀδιαλείπτου ἐν ἑαυτῷ τῶν λογισμῶν ἐρεύνης, καὶ πολλῆς μερίμνης περὶ σωτηρίας, καὶ πολλῆς τῆς πρὸς Θεὸν ἐπείξεως, καὶ συνέσεως, καὶ ἐρωτήσεως τῶν ὁμοφρόνων καὶ συμψύχων δούλων τοῦ Θεοῦ καὶ τὸν αὐτὸν ἀγῶνα ἀγωνιζομένων, ἵνα μὴ ἀγνοῶν ποῦ καὶ πῶς περιπατῇ ἐν σκότει, ἄνευ φωτὸς λύχνου ὁδεύῃ. Ὁ γὰρ ἰδιόρρυθμος ἄνευ εὐαγγελικῆς γνώσεως καὶ διακρίσεως καὶ ὁδηγίας τινὸς ὁδεύων πολλὰ προσκόπτει καὶ εἰς πολλοὺς βόθρους καὶ παγίδας τοῦ Πονηροῦ ἐμπίπτει, πολλὰ πλανᾶται καὶ πολλοῖς περιπίπτει κινδύνοις· καὶ οὐκ οἶδε ποίου τέλους τυγχάνει. Πολλοὶ γὰρ διὰ πολλῶν κόπων καὶ ἀσκήσεων διῆλθον καὶ κακοπαθείας καὶ μόχθους πολλούς, ὡς διὰ Θεόν, ὑπέμειναν καὶ ἡ ἰδιορρυθμία καὶ ἡ ἀδιακρισία καὶ τὸ ἀνεπιδεὲς τῆς παρὰ τοῦ πλησίον ὠφελείας ἀκύρους αὐτῶν τοὺς τοσούτους πόνους καὶ καμάτους εἰργάσαντο.

Σὺ οὖν, τέκνον ἀγαπητόν, κατὰ τὴν ἀρχὴν τῆς τοῦ λόγου παραινέσεως, τὰς εἰς σὲ γεγενημένας τοῦ προσκυνητοῦ καὶ φιλανθρώπου Θεοῦ μὴ ἐπιλανθάνου εὐεργεσίας, κλοπῇ κακίας καὶ ῥᾳθυμίας ὑποσυρόμενος, ἀλλὰ τὰς ἐξ ἀρχῆς γεννήσεώς σου μέχρι τοῦ νῦν ἐάν τε σωματικάς, ἐάν τε πνευματικὰς εὐεργεσίας πρὸ ὀφθαλμῶν τιθέμενος, μελέτα ἐν αὐταῖς καὶ ἀδολέσχει κατὰ τὸ εἰρημένον· «Μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ», ἵνα εὐκόλως πρὸς ἔπειξιν καὶ ἀγάπην Θεοῦ ἡ καρδία κινῆται ἀνταποδοῦναι κατὰ δύναμιν βίον ἀκριβῆ, πολιτείαν ἐνάρετον, συνείδησιν εὐσεβῆ, λόγον εὐάρμοστον, καὶ ὅλον ἑαυτὸν τῷ Θεῷ ἀναθεῖναι δυσωπούμενος ὑπὸ τῆς μνήμης τῶν τοσούτων καλῶν ὧν πέπονθας ὑπὸ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Δεσπότου, ὅπως αὐτομάτῳ τινὶ τρόπῳ διὰ τῆς τοιαύτης τῶν εὐεργεσιῶν μνήμης, μᾶλλον δὲ συνεργούσης σοι καὶ τῆς ἄνωθεν ῥοπῆς, εἰς ἀγάπην καὶ πόθον τιτρῴσκεται ἡ καρδία σου, ὅτι ἅπερ ἄλλοις οὐκ ἐποίησε, πολὺ κρείττοσί σου, θαυμάσια τῇ ἰδίᾳ αὐτοῦ ἀρρήτῳ φιλανθρωπίᾳ σοὶ ἐποίησε. Πάντων μὲν οὖν τῶν εἰς σὲ καλῶν παρὰ Θεοῦ γεγενημένων ἐν μνήμῃ ἀδιαλείπτῳ εἶναι σπούδαζε.

Ἐξαιρέτως δὲ ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς χάριτος καὶ εὐεργεσίας ἀδιαλείπτως μέμνησο ἧς ἐκπλέοντί σοι ἅμα τῇ μητρί σου ἐκ τῶν ἁγίων τόπων ἐπὶ τὴν Κωνσταντίνου πόλιν πάρεσχέ σοι, καθὼς ἡμῖν διηγήσω, ὅτε ἡ φοβερὰ ἐκείνη καὶ ἀκατάσχετος ζάλη καὶ κλύδων μέγας ἐν τῇ νυκτὶ ἐκινήθη, καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἅμα τοῖς ναύταις καὶ αὐτῇ τῇ μητρί σου ἀπώλοντο ἐν τῷ βυθῷ, καὶ ἐκ παραδόξου καὶ θείας δυνάμεως μόνος σὺ μετὰ δύο ἄλλων ἀπορριφθέντες διεσώθητε, καὶ πῶς ᾠκονομήθη ἐλθεῖν σε ἐν Ἀγκύρᾳ καὶ πατρικοῖς σπλάγχνοις παρά τινος ἐλευθέρου προσληφθέντα καὶ διαθέσει ζευχθέντα τῷ εὐλαβεστάτῳ τέκνῳ Ἐπιφανίῳ, ἵνα ἀμφότεροι ὁδηγηθῆτε δι’ ὁσίου ἀνδρὸς ἐλθεῖν εἰς σωτηρίας ὁδὸν καὶ παρὰ ἁγίων δούλων Θεοῦ, ὡς γνήσια τέκνα, προσληφθῆναι.

Ὑπὲρ τούτων οὖν πάντων τῶν παρὰ Θεοῦ σοι γεγενημένων καλῶν τί ἄξιον ἔχεις ἀνταποδοῦναι τῷ καλέσαντι τὴν ψυχήν σου εἰς ζωήν; Ἑαυτῷ γὰρ λοιπόν, κατὰ τὸ δίκαιον, οὐκέτι ζῆν ὀφείλεις, ἀλλὰ τῷ ὑπὲρ σοῦ ἀποθανόντι καὶ ἐγερθέντι εἰς πᾶσαν ἀρετὴν δικαιοσύνης, εἰς πᾶσαν κατόρθωσιν ἐντολῶν, ἐκζητῶν ἀεὶ τί ἐστι τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον, καὶ τοῦτο παντὶ σθένει σπουδάζειν μεταδιώκειν. Πλὴν τὴν νεότητά σου, ὦ τέκνον, οὕτως ὑπόταξον τῷ λόγῳ τοῦ Θεοῦ, ὡς αὐτὸς ὁ λόγος ἀπαιτεῖ, παραστῆσαι τὸ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν, πᾶσάν τε νοτίδα ἐπιθυμίας σαρκικῆς δι’ ὀλιγοδείας καὶ ὀλιγοποσίας καὶ ὁλονυκτίων ἀγρυπνιῶν ψύξον καὶ ξήρανον, ἵνα καὶ αὐτὸς ἐκ διαθέσεως εἴπῃς· «Ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην», καὶ ἐπιγνοὺς ὅτι Χριστοῦ εἶ, «τὴν ἑαυτοῦ σάρκα σταύρωσον, κατὰ τὴν ἀποστολικὴν φωνήν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», καὶ «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νέκρωσον», οὐ μόνον τὴν πρακτικὴν τῆς πορνείας, ἀλλὰ καὶ τὴν ἐνεργουμένην ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐν σαρκὶ ἀκαθαρσίαν.

Καὶ οὐ μόνον ἕως τούτου ἵστησι τὸν ἀγῶνα ὁ ἀληθινῆς καὶ ἀμολύντου καὶ ὁλοτελοῦς παρθενίας τὸν στέφανον ἐκδεχόμενος, ἀλλ’ ἐπακολουθῶν τῇ ἀποστολικῇ διδασκαλίᾳ καὶ αὐτοῦ τοῦ πάθους τὴν σημασίαν καὶ κίνησιν νεκροῦν ἀγωνίζεται. Καὶ οὔτε οὕτως ἔτι πληροφορεῖται ὁ σφοδρῷ ἔρωτι τὴν ἀγγελικὴν καὶ ἄχραντον παρθενίαν ἐν τῷ ἰδίῳ σώματι κατασκηνῶσαι ἐκδεχόμενος, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν μόνῳ τῷ λογισμῷ ψιλῆς ἐπιθυμίας ἐνθύμησιν, ἄνευ κινήσεως καὶ ἐνεργείας σωματικοῦ πάθους, ἐν παραρριπισμῷ νοὸς ἀνερχομένην, ἐξαφανισθῆναι εὔχεται. Τοῦτο δὲ διὰ τῆς ἄνωθεν δυνάμεως καὶ βοηθείας καὶ ἐπιχορηγίας τοῦ Πνεύματος μόνης κατορθοῦσθαι δυνατόν.

Εἰ ἄρα τινές εἰσιν οἱ τῆς χάριτος ταύτης καταξιούμενοι, οὕτως ὁ τῆς καθαρᾶς καὶ ἀχράντου παρθενίας τὸν στέφανον ἐκδεχόμενος σταυροῖ δι’ ἀσκητικῶν πόνων τὴν σάρκα, νεκροῖ τὰ ἐπὶ τῆς γῆς μέλη τῇ ἐπιτάσει καὶ ἐπιμονῇ τῆς ἐγκρατείας διαφθείρων τὸν ἔξω ἄνθρωπον, λεπτύνων αὐτὸν καὶ ῥικνῶν καὶ κατεσκελετευμένον ἀπεργαζόμενος, ἵνα διὰ πίστεως καὶ ἀγώνων καὶ τῇ τῆς χάριτος ἐνεργείᾳ, ὁ ἔσω ἀνακαινίζηται, ἡμέραν ἐξ ἡμέρας ἐπὶ τὸ κρεῖττον προκόπτων, ἀγάπῃ αὐξανόμενος, ἐλπίδι μεγαλυνόμενος, πραότητι κοσμούμενος, ἀγαλλιάσει πνεύματος εὐφραινόμενος, εἰρήνῃ Χριστοῦ βραβευόμενος, χρηστότητι ἀγόμενος, ἀγαθότητι φρουρούμενος, φόβῳ Θεοῦ περιεχόμενος, συνέσει καὶ γνώσει φωτιζόμενος, σοφίᾳ λαμπρυνόμενος, ταπεινοφροσύνῃ ὁδηγούμενος. Ταύταις καὶ ταῖς ὁμοίαις ἀρεταῖς ἀνακαινιζόμενος ὑπὸ τοῦ Πνεύματος ὁ νοῦς τῆς θεοειδοῦς εἰκόνος τὸν χαρακτῆρα ἐν ἑαυτῷ γνωρίζει, καὶ τῆς δεσποτικῆς ὁμοιώσεως τὸ νοητὸν καὶ ἄρρητον κάλλος συνίει, καὶ τῆς αὐτοδιδάκτου καὶ αὐτομαθοῦς σοφίας τοῦ ἐνδιαθέτου νόμου τὸν πλοῦτον καταλαμβάνει.

Λέπτυνον οὖν, ὦ τέκνον, τὴν νεωτερικὴν σάρκα, καὶ τοῖς προειρημένοις πόνοις πίανον τὴν ἀθάνατον ψυχήν, καὶ ταῖς προειρημέναις ἀρεταῖς ἀνακαίνισον τὸν νοῦν τῇ συνεργείᾳ τοῦ Πνεύματος. Νεότητος γὰρ σάρκες πεπιασμέναι διαφόροις βρώμασι καὶ οἴνου πόσει, ὡς χοῖρος ἕτοιμος εἰς σφαγήν. Οὕτω τῇ πυρώσει τῶν τοῦ σώματος ἡδονῶν ἡ ψυχὴ κατασφάζεται, καὶ τῇ ζέσει τῆς κακῆς ἐπιθυμίας ὁ νοῦς αἰχμαλωτίζεται, ἀντέχειν πρὸς τὰς ἡδονὰς τῆς σαρκὸς μὴ δυνάμενος· εἰσροὴ γὰρ αἵματος ἐκροὴν πνεύματος ἀπεργάζεται.

Ἐξαιρέτως δὲ οἴνου μετάληψιν μηδὲ ὀσφραινέσθω ἡ νεότης, ἵνα μὴ διπλῇ πυρκαϊᾷ ἐξαπτομένη, τῇ ἐμφύτῳ λέγω ζέσει καὶ τῇ ἔξωθεν ἐπιχεομένῃ οἰνοποσίᾳ, καὶ διὰ τοῦτο ἡ ἡδονὴ τῆς σαρκὸς ὑπερζήσασα τὴν πνευματικὴν ἡδονὴν τοῦ πόνου τῆς κατανύξεως ἐξ ἑαυτῆς ἀποδιώκῃ, καὶ σύγχυσιν καὶ πώρωσιν ἐν τῇ καρδίᾳ ἐμποιῇ, ἀλλὰ δι’ ἐπιθυμίαν πνευματικὴν καὶ ὕδατος κόρον ἡ νεότης μὴ προσιέσθω· πάνυ γὰρ πρὸς συνέργειαν σωφροσύνης συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια. Καὶ τοῦτο ἔργῳ δοκιμάσας, αὐτῇ τῇ πείρᾳ τὴν πληροφορίαν λήψῃ. Οὐ γὰρ ὡς ζυγὸν ἀνάγκης ἐπιθεῖναί σοι βουλόμενοι τοῦτο νομοθετοῦμεν ἢ ὁρίζομεν, ἀλλ’ ὡς ἐπίνοιαν καὶ μέθοδον ἀγαθὴν πρὸς συνέργειαν ἀληθοῦς παρθενίας καὶ ἀκριβοῦς σωφροσύνης παραινοῦμεν ἀγαπητικῶς καὶ συμβουλεύομεν τῇ αὐτεξουσίῳ σου προαιρέσει καταλιμπάνοντες ποιεῖν ὃ βούλεται.