Ἔργον
Μᾶρκος ὁ Ἀσκητής – Πρὸς Νικόλαον νουθεσία
Το πάθος της οργής και η θεραπεία του
Ανάλυση του θυμού και της οργής ως αποτελεσμάτων της υπερηφάνειας και προβολή της θείας συγκαταβάσεως και του σταυρικού πάθους του Χριστού ως προτύπων ταπεινώσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το πάθος της οργής και η θεραπεία του
Ανάλυση του θυμού και της οργής ως αποτελεσμάτων της υπερηφάνειας και προβολή της θείας συγκαταβάσεως και του σταυρικού πάθους του Χριστού ως προτύπων ταπεινώσεως.
Δεῦρο δὴ λοιπὸν καὶ περὶ τοῦ ἀλόγου τῆς ὀργῆς πάθους ὀλίγα διαλάβωμεν, τοῦ πᾶσαν ψυχὴν ἐρημοῦντος καὶ συγχέοντος καὶ σκοτίζοντος, καὶ θηρίοις ὅμοιον τὸν ἄνθρωπον ἀποδεικνύντος ἐν καιρῷ τῆς κινήσεως καὶ ἐνεργείας αὐτοῦ, τὸν μάλιστα εὐολίσθως καὶ ὀξυρρεπῶς πρὸς αὐτὸ ἔχοντα τὸ πάθος. Τοῦτο ἐξαιρέτως ὑπερηφανίᾳ στηρίζεται καὶ κραταιοῦται καὶ ἀκατάλυτον γίνεται, ἕως ἂν ὑπονοτίζηται τὸ τῆς πικρίας καὶ ὀργῆς καὶ θυμοῦ διαβολικὸν δένδρον τῷ φαύλῳ τῆς ὑπερηφανίας ὕδατι εὐανθοῦν καὶ εὐθαλοῦν καὶ πολὺν τὸν τῆς ἀνομίας καρπὸν φέρει, καὶ οὕτως ἀκατάλυτος ἡ τοῦ Πονηροῦ οἰκοδομὴ ἐν τῇ ψυχῇ γίνεται, ἔχουσα στήριγμα καὶ κραταίωμα τοὺς τῆς ὑπερηφανίας θεμελίους.
Εἰ οὖν βούλει τὸ δένδρον τῆς ἀνομίας, τὸ τῆς πικρίας καὶ ὀργῆς καὶ θυμοῦ λέγω πάθος, ἐν σοὶ ξηρανθῆναι καὶ ἄκαρπον γενέσθαι, ἵνα ἡ ἀξίνη τοῦ πνεύματος ἐλθοῦσα ἐκκόψῃ καὶ εἰς πῦρ βάλῃ, κατὰ τὴν ἀποστολικὴν φωνήν, καὶ ἐξάρῃ σὺν πάσῃ κακίᾳ, καὶ εἰ βούλει τὸν τῆς ἀνομίας οἶκον, ὃν ὁ Πονηρὸς οἰκοδομεῖ κακῶς ἐν τῇ ψυχῇ, ἑκάστοτε ὡς λίθους, προφάσεις διαφόρους εὐλόγους ἢ ἀλόγους συνάγων διὰ τῶν τῆς ὕλης πραγμάτων ἢ ῥημάτων ἐν τοῖς λογισμοῖς, καὶ οἰκοδομὴν κακίας ἐν τῇ ψυχῇ κατασκευάζων, στήριγμα καὶ κραταίωμα τοὺς τῆς ὑπερηφανείας λογισμοὺς ὑποτιθείς, εἰ οὖν βούλει τοῦτον καταλυθῆναι καὶ κατασκαφῆναι τὸν οἶκον, ἔχε τὴν ταπείνωσιν τοῦ Κυρίου ἀνεπίληστον ἐν τῇ καρδίᾳ σου, τίς ἦν, τί γέγονε δι’ ἡμᾶς καὶ ἐξ οἵου ὕψους φωτὸς Θεότητος ἀποκεκαλυμμένης, κατὰ δύναμιν τῶν ἄνω οὐσιῶν, καὶ ἐν οὐρανοῖς δοξαζομένης ὑπὸ πάσης λογικῆς φύσεως, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, οὐσιῶν, χερουβὶμ καὶ σεραφίμ, καὶ τῶν ἀκατονομάστων νοερῶν οὐσιῶν, ὧν οὐκ ἔφθασεν εἰς ἡμᾶς τὰ ὀνόματα, κατὰ τὸ τοῦ Ἀποστόλου αἴνιγμα, εἰς οἷον βάθος ταπεινώσεως ἀνθρώπων δι’ ἄφατον ἀγαθότητα κατῆλθε, κατὰ πάντα ὁμοιωθεὶς ἡμῖν «τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις», καὶ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως αἰχμαλώτοις γεγεννημένοις, καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν ὑπὸ τοῦ ἐχθροῦ κυριευομένοις.
Ἐν τοιαύτῃ τοίνυν αἰχμαλωσίᾳ ὄντας ἡμᾶς, καὶ βασιλευομένους ὑπὸ τοῦ ἀοράτου καὶ πικροῦ θανάτου, οὐκ ἐπῃσχύνθη ὁ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου Δεσπότης, ἀλλὰ ταπεινώσας ἑαυτὸν καὶ ἀναλαβὼν τὸν ὑπὸ τὰ πάθη τῆς ἀτιμίας καὶ δεσποτικῆς ἀποφάσεως καταδικασθέντα ἄνθρωπον, κατὰ πάντα ὅμοιος γέγονε χωρὶς ἁμαρτίας, τοῦτ’ ἔστι χωρὶς παθῶν ἀτιμίας· τὰ γὰρ διὰ τὴν ἁμαρτίαν τῆς παραβάσεως ὑπὸ τῆς δεσποτικῆς φωνῆς ἐπενεχθέντα τῷ ἀνθρώπῳ ἐπιτίμια, θανάτου, κόπου, πείνης, δίψης καὶ τῶν τοιούτων πάντα ἀνέλαβε γενόμενος ὅ ἐσμεν, ἵνα γενώμεθα ὅ ἐστιν. «Ὁ Λόγος σὰρξ ἐγένετο», ἵνα ἡ σὰρξ γένηται Λόγος. «Πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.» Ὡμοιώθη διὰ πολλὴν φιλανθρωπίαν ἡμῖν, ἵνα διὰ πάσης ἀρετῆς ὁμοιωθῶμεν αὐτῷ.
Ἐξ οὗ γὰρ ἐπεδήμησε Χριστός, ἀληθῶς ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν καινὸς ἄνθρωπος διὰ τῆς τοῦ Πνεύματος χάριτος καὶ δυνάμεως ἀνακαινίζεται, εἰς μέτρον τῆς τελείας ἀγάπης φθάνων τῆς ἔξω βαλλούσης τὸν φόβον, τῆς μηκέτι ὑπὸ πτῶσιν γενέσθαι δυναμένης. «Ἡ γὰρ ἀγάπη οὐδέποτε πίπτει.» «Ἡ ἀγάπη γάρ, φησὶν ὁ Ἰωάννης, ὁ Θεός ἐστι, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει». Τούτου τοῦ μέτρου κατηξιώθησαν οἱ ἀπόστολοι, καὶ οἱ ὁμοίως αὐτοῖς τὴν ἀρετὴν ἐξασκήσαντες καὶ τελείους ἑαυτοὺς τῷ Κυρίῳ παραστήσαντες καὶ τελείῳ πόθῳ ἐν ὅλῃ τῇ ζωῇ αὐτῶν τῷ Σωτῆρι ἀκολουθήσαντες.
Τὴν τοσαύτην τοίνυν ταπείνωσιν, ἥνπερ διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀρρήτῳ φιλανθρωπίᾳ ἀνέλαβεν, ἐὰν πάντοτε ἀνεπιλήστως ἀναλογίζῃ, τοῦτ’ ἔστι τὴν ἐν μήτρᾳ τοῦ Θεοῦ Λόγου κατασκήνωσιν, τὴν τοῦ ἀνθρώπου ἀνάληψιν, τὴν ἀπὸ γυναικὸς γέννησιν, τὴν κατὰ μέρος τῆς σωματικῆς ἡλικίας αὔξησιν, τὰς ἀτιμίας, τὰς ὕβρεις, τοὺς ὀνειδισμούς, τοὺς χλευασμούς, τὰς λοιδορίας, τὰς μάστιγας, τὰ ἐμπτύσματα, τὸν καταγέλωτα, τὸν ἐμπαιγμόν, τὴν κοκκίνην χλαμύδα, τὸν ἀκάνθινον στέφανον, τὴν τῶν ἀρχόντων κατ’ αὐτοῦ ἀπόφασιν, τὴν τῶν ἀνόμων Ἰουδαίων, ὁμοφύλων ὄντων, κατ’ αὐτοῦ βόησιν· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν», τὸν σταυρόν, τοὺς ἥλους, τὴν λόγχην, τὸν ποτισμὸν τοῦ ὄξους καὶ τῆς χολῆς, τὸν θρίαμβον τῶν ἐθνῶν, τὸν καταγέλωτα τῶν παραπορευομένων καὶ λεγόντων· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι», καὶ τὰ λοιπὰ τῶν παθημάτων ἅπερ δι’ ἡμᾶς ὑπέμεινε, τὴν σταύρωσιν, τὸν θάνατον, τὴν ἐν μνημείῳ τριήμερον ταφήν, τὴν εἰς τὸν ᾍδην κάθοδον· ἔπειτα τὰς τῶν παθημάτων ἐπικαρπίας, οἷαι καὶ τίνες εἰσί, τουτ’ ἔστι τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν τοῦ ᾍδου καὶ θανάτου σκύλευσιν τῶν συνελθουσῶν τῷ Κυρίῳ ψυχῶν, τὴν ἐν οὐρανοῖς ἀνάληψιν, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, τὴν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου τιμὴν καὶ δόξαν, τὴν πάντων τῶν ἀγγέλων προσκύνησιν εἰς τὸν πρωτότοκον τῶν νεκρῶν διὰ τὴν τῶν παθημάτων αἰτίαν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν τὴν λέγουσαν· «Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ τὰ ἑξῆς. Ἰδοὺ αἱ τῶν προρρηθέντων αἰτίαι, κατὰ τὸ δίκαιον τοῦ Θεοῦ, εἰς οἵαν δόξαν καὶ ὕψος τὸν κυριακὸν ἄνθρωπον ἀνήγαγον.
Τοιγαροῦν, ἐὰν πόθῳ καὶ διαθέσει ἀνεπιλήστῳ τὰς μνήμας ταύτας διασῴζῃς ἐν τῇ καρδίᾳ σου, οὐ κυριεύσει σου τὸ τῆς πικρίας καὶ ὀργῆς καὶ θυμοῦ πάθος· τῶν γὰρ θεμελίων τοῦ πάθους τῆς ὑπερηφανίας διὰ τῆς ταπεινώσεως τοῦ Χριστοῦ ἧς ἀναλογίζῃ, ὑπεξελθόντων, ὅλον τὸ οἰκοδόμημα τῆς ἀνομίας, τοῦ θυμοῦ καὶ ὀργῆς, εὐχερῶς καὶ αὐτομάτως καταλύεται. Ποία γὰρ σκληρὰ καὶ λιθίνη καρδία, ἐὰν ἔχῃ ἐν νῷ διηνεκῶς τὴν τοσαύτην τῆς θεότητος τοῦ Μονογενοῦς δι’ ἡμᾶς ταπείνωσιν καὶ τὴν ἀπαριθμηθεῖσαν τῶν προρρηθέντων παθημάτων μνήμην, οὐ συντρίβεται, οὐ κατανύττεται, οὐ ταπεινοῦται; Οὐχὶ γῆ καὶ σποδὸς καὶ πάτημα παρὰ πάντων ἀνθρώπων ἑκουσίως γενήσεται;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.