Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Η κληρονομιά του θανάτου και η δοκιμασία της ελευθερίας

Διευκρίνιση ότι ο άνθρωπος κληρονομεί τον θάνατο και όχι την ενοχή της παράβασης, καθώς και ανάλυση του τρόπου με τον οποίο τα κρυπτά πάθη τροφοδοτούν τους λογισμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 6 από 8

Ἐρώτησις Οὐκοῦν τὴν τοῦ Ἀδὰμ παράβασιν κατὰ ἀνάγκην οὐ παρεδεξάμεθα, ὅ ἐστιν ἡ λογιστικὴ ἡμῶν ἁμαρτία;

Ἀπόκρισις Οὐκ ἔστι τοῦ Ἀδὰμ παράβασις, ἀλλ’ ἔλεγχος τῆς ἑκάστου ἡδυπαθείας. Ἀλλ’ οὐδὲ τὴν παράβασιν διεδεξάμεθα. Ἐπεὶ κατὰ τὴν ἐκ διαδοχῆς ἀνάγκην ἔδει πάντας παραβάτας εἶναι, καὶ μὴ ἐγκαλεῖσθαι παρὰ Θεοῦ κατὰ ἀνάγκην φυσικῆς διαδοχῆς παραβαίνοντας. Νῦν δὲ οὐχ οὕτως· οὐδὲ γὰρ πάντες παραβαίνομεν τὴν ἐντολήν, οὐδὲ πάντες φυλάττομεν.

Ὅθεν δῆλον ὅτι οὐκ ἀνάγκης ἐστίν, ἀλλ’ ἡδυπαθείας ἡ παράβασις. Εἰ δὲ λέγεις διὰ ταύτην ἐληλυθέναι τὸν Κύριον, διὰ τί αὐτὴν οὐκ ἀνῄρησεν ἐν τῷ βαπτίσματι, ἀλλ’ ἔτι καὶ νῦν ἕκαστος κατ’ ἐξουσίαν ἔχει παραβῆναι ἢ μὴ παραβῆναι;

Οὐκοῦν τὴν παράβασιν προαιρετικὴν οὔσαν, καθὼς ἀποδέδεικται, οὐδεὶς ἐξ ἀνάγκης διεδέξατο, τὸν δὲ ἐκ ταύτης θάνατον ἀναγκαστικὸν ὄντα διεδεξάμεθα, ὅς ἐστι Θεοῦ ἀλλοτρίωσις. Ἀποθανόντος γὰρ τοῦ πρώτου ἀνθρώπου, τοῦτ’ ἔστιν ἀλλοτριωθέντος ἀπὸ τοῦ Θεοῦ, οὔτε ἡμεῖς ζῆν ἐν Θεῷ ἠδυνάμεθα· διὸ ἦλθεν ὁ Κύριος, ἵνα ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας ζωοποιήσῃ καὶ καταλλάξῃ τῷ Θεῷ, ὃ καὶ πεποίηκεν. Οὐκοῦν οὐ τὴν παράβασιν διεδεξάμεθα, ἐπειδὴ καὶ αὐτὸς ὁ Ἀδὰμ οὐ κατὰ ἀνάγκην ἔσχεν αὐτήν, ἀλλὰ κατὰ θήλημα. Τὸν δὲ θάνατον ἐξ ἀνάγκης διεδεξάμεθα, ἐπειδὴ κἀκεῖνον ἐξ ἀνάγκης ἐκράτησεν, ὃς ἐβασίλευε καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.

Ἐρώτησις Δεδόσθω ὅτι τὴν παράβασιν θελήματι ἔσχεν ὁ Ἀδάμ, καὶ διὰ τοῦτο ὁμοφυεῖς ὄντες καὶ ἡμεῖς θελήματι ἐμπίπτομεν· μὴ καὶ τὴν προσβολὴν οὐκ ἔσχε κατὰ ἀνάγκην;

Ἀπόκρισις Ναὶ τὴν προσβολὴν κατὰ ἀνάγκην ἔσχεν. Ἀλλ’ ἡ προσβολὴ οὔτε ἁμαρτία ἐστὶν οὔτε δικαιοσύνη, ἀλλ’ ἔλεγχος τοῦ αὐτεξουσίου ἡμῶν θελήματος. Διὸ καὶ προσβάλλειν ἡμῖν παρεχωρήθη, ἵνα τοὺς μὲν ἐπὶ τὴν ἐντολὴν ῥέποντας στεφανίτας ἀποδείξῃ ὡς πιστούς, τοὺς δὲ ἐπὶ τὴν ἡδονὴν κατεγνωσμένους ὡς ἀπίστους. Καὶ τοῦτο δὲ εἰδέναι ἡμᾶς χρή, ὅτι οὐ καθ’ ἑκάστην ἡμῶν τροπὴν εὐθέως δόκιμοι ἢ ἀδόκιμοι κρινόμεθα, ἀλλ’ ὅταν ὅλην ἡμῶν τὴν ἐν σαρκὶ ζωὴν διὰ τῶν προσβολῶν δοκιμασθῶμεν, νικῶντες νικώμενοι, πίπτοντες ἐγειρόμενοι, εὐοδούμενοι πλανώμενοι· τότε ἐν ἡμέρᾳ ἐξόδου πάντων συμψηφισθέντων, πρὸς τὴν ἀναλογίαν κρινόμεθα. Οὔτε οὖν ἡ προσβολή ἐστιν ἁμαρτία. Μὴ γένοιτο.

Εἰ γὰρ καὶ ἐξ ἀνάγκης μονολογίστως ὑποδεικνύει τὰ πράγματα, ἀλλ’ ἡμεῖς ἐν Κυρίῳ ἐλάβομεν ἐξουσίαν πνευματικῆς ἐργασίας, καὶ ἐφ’ ἡμῖν ἐστιν εὐθὺς ἀπὸ πρώτης ἐννοίας δοκιμάζειν τὸ βλαβερὸν καὶ τὸ ὠφέλιμον, καὶ ἀποβάλλειν ἢ προσδέχεσθαι τοὺς λογισμούς, οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἐκ διαθέσεως πληθυνομένους. Θῶμεν δὲ κατὰ σὲ ὅτι καὶ οὗτοι κατὰ ἀνάγκην καὶ διαδοχὴν ἀναφέρονται· διὰ τί ἡμᾶς ἡ θεία Γραφὴ κατακρίνει ἐπὶ τοῖς πονηροῖς λογισμοῖς; ἢ πῶς δυνάμεθα ἀποκλεῖσαι τοὺς ἐξ ἀνάγκης καὶ διαδοχῆς ἡμῖν ἐνοχλοῦντας; Εἰ δέ μοι λέγεις· δυνάμεθα διὰ τῆς χάριτος ἧς εἰλήφαμεν ἀπὸ τοῦ βαπτίσματος, κατὰ τὰς Γραφάς, γνῶθι ὅτι καὶ οὕτως ἡμεῖς ἐσμεν αἴτιοι, οἱ ἔχοντες παρὰ τοῦ Θεοῦ δύναμιν ἀποκλείειν αὐτοὺς ἀπὸ πρώτης ἐννοίας καὶ ἀναδόσεως. Εἴ τις δὲ ἄλλον τινὰ ἴστησιν αἴτιον τῶν ἑαυτοῦ κακῶν, οὐ μόνον ἀδεῶς ἐξαμαρτάνει, ἀλλὰ καὶ βλασφημεῖ κατὰ τοῦ Θεοῦ, ὡς ἀναιτίως τοὺς ἀνθρώπους πολεμεῖσθαι παραχωρήσαντος.

Ἐρώτησις Διὰ τί οὖν ἐγὼ βεβαπτισμένος καὶ τὸν Θεὸν παρακαλῶ, καὶ τὴν χάριν αὐτοῦ ἐπικαλοῦμαι, καὶ ὅλῳ θελήματι βούλομαι ῥυσθῆναι καὶ ἀπαλλαγῆναι τῶν πονηρῶν λογισμῶν, καὶ οὐ δύναμαι; Ἢ δηλονότι ἡ τοῦ Ἀδὰμ παράβασις ταύτην ἡμῖν τὴν ἀπαραίτητον κληρονομίαν κατέλιπεν;

Ἀπόκρισις Ἔδει μὲν ἡμᾶς λογικοὺς ὄντας εἰδέναι τί ἀκούομεν. Ἐπειδὴ δὲ ὑπὸ φιληδονίας καὶ κενοδοξίας σκοτισθεῖσα ἡ ψυχὴ εἰς τὸν βυθὸν τῆς ἀγνοίας καταπέπτωκεν, οὐκέτι οὔτε γραφικῆς ἐντολῆς ἀκούει, οὔτε φυσικῆς ἀκολουθίας, οὔτε ἐμπείρων ἐπιστασίας ἢ μόνον ταῖς ἰδίαις ὑπονοίαις ἀκολουθεῖ. Τίς γὰρ πιστεύων τῇ θείᾳ Γραφῇ καὶ ποιῶν τὰς ἐντολὰς τοῦ Κυρίου οὐχ εὑρίσκει κατὰ ἀναλογίαν τὴν ὑπόληξιν τῶν λογισμῶν καὶ πληροφορεῖται ὅτι οὐ κατ’ ἐξουσίαν κρατοῦσιν, ἀλλὰ κατὰ τὴν ὀλιγοπιστίαν ἡμῶν καὶ ἔλλειψιν τῶν ἐντολῶν; Διὸ οὔτε πάντες τῇ καταστάσει ἴσοι ἐσμέν, οὔτε ταῖς αὐταῖς ἐννοίαις ἐλαυνόμεθα, ἐπειδὴ προαιρετικαί εἰσιν αἱ τῶν λογισμῶν αἰτίαι. Εἰ γὰρ ἦσαν ἀναγκαστικαὶ ἐκ τοῦ Ἀδάμ, πάντες ἂν ὁμοίως ἐνηργούμεθα καὶ ἀπαραιτήτως ἐκρατούμεθα· καὶ οὔτε γραφικῆς ἐπιστασίας οὔτε ἀποστολικῆς νουθεσίας ἐδεόμεθα, φύσεως κατὰ διαδοχὴν κρατούσης, καὶ οὐ φιληδόνου θελήματος. Νῦν δὲ οὐχ οὕτως ἐστίν. Μὴ γένοιτο.

Ἰδοὺ γὰρ ὁρῶμεν ὅτι οὐ πάντες ὁμοίως ὑπὸ τῶν λογισμῶν ἐνεργούμεθα, οὔτε ἐν τοῖς αὐτοῖς καιροῖς, οὔτε ἐπὶ τοῖς αὐτοῖς πράγμασιν· ἀλλ’ ἕκαστος καθὸ ἂν ἐπίστευσε τῷ Κυρίῳ περὶ τῶν μελλόντων ἀγαθῶν, ἀνθρωπίνης δόξης καὶ ἡδυπαθείας καταφρονήσας, τοσοῦτον καὶ τοὺς λογισμοὺς ἀπέκλεισε καὶ τοῦ ἡδυπαθοῦντος ἡσυχέστερος τυγχάνει. Διὰ τοῦτο ἕτερος ἑτέρου καὶ τῇ ἐννοίᾳ καὶ τῷ βίῳ διενηνόχαμεν.

Ἐπειδὴ οὖν οἱ πολλοὶ καὶ ἐν τούτῳ σοφιζόμεθα τὴν ἀλήθειαν, καὶ ζητοῦμεν οὐκ ἐκ πίστεως Ἰησοῦ, τοῦτ’ ἔστιν οὐ δι’ ἐργασίας τῶν ἐντολῶν αὐτοῦ, οὔτε δι’ εὐτελείας καὶ ταπεινοφροσύνης καρδιοπονοῦντες, σβέσαι τοὺς λογισμούς, ἀλλὰ μετὰ τῆς κρυπτῆς ἡδυπαθείας, κενοδοξίας λέγω καὶ ἀνθρωπαρεσκείας, οἰήσεώς τε καὶ φανητιασμοῦ, νίκης καὶ ἐπάρσεως, καὶ ἑτέρων τοιούτων ὧν αἱ μὲν ἐπιτυχίαι τοὺς ἐπιθυμητικούς, αἱ δὲ ἀποτυχίαι τοῦς θυμικοὺς πληθύνουσι λογισμούς, τούτου χάριν οὐ δυνάμεθα. Τί οὖν τὰς αἰτίας κρατοῦντες πειρώμεθα ἀποβάλλειν ἀδίκως τὰς προσφυεῖς αὐτῶν ἐνεργείας; Εἰ δὲ ψευδὴς ὁ λόγος καὶ χωρὶς ἡμετέρας αἰτίας ὑπὸ τῶν λογισμῶν ἐνεργούμεθα, ἀκριβῶς ἐπισκεψώμεθα ὡς Θεῷ ἐξομολογούμενοι. Τίς οὐκ οἶδεν ὅτι καὶ λόγῳ καὶ ἔργῳ καὶ ἐννοίᾳ τὰ προειρημένα πάθη ἐπισπώμεθα καθ’ ἡμέραν; καὶ τοὺς μὲν συνεργοῦντας ὡς εὐεργέτας ἀγαπῶμεν, τοὺς δὲ ἐμποδίζοντας ὡς ἐχθροὺς ἀποστρεφόμεθα. Εἰ δὲ οὕτω τὰ προειρημένα πάθη ἀγαπῶμεν ὡς καὶ προφανῶς αὐτὰ διεκδικεῖν, πῶς τὴν μονολόγιστον αὐτῶν προσβολὴν μισήσομεν; Τῆς πρωτονοίας δὲ παραδεχθείσης, πῶς οἱ ταύτης ἀπηρτισμένοι λογισμοὶ μὴ ἐπακολουθήσωσιν;

Ἐρώτησις Εἰ καὶ ταῦτα θῶμεν οὕτως ἔχειν, ὅμως ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος κατεπηγγείλατο ποιῆσαι τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας.

Ἀπόκρισις Ὁ μὲν Κύριος οὐ πρὸς τοὺς ἐγκειμένους ταῖς ἡδυπαθείαις θελήματι τὴν παραβολὴν λέγει, ἀλλὰ τοῖς ὑπὸ μόνων τῶν προσλήψεων πολεμουμένοις, συγκατάθεσιν δὲ μὴ ποιουμένοις. Διὸ τοὺς μὲν ὡς ὑπὸ ἐχθρῶν ἀδικουμένους ἐκδικῆσαι ἐπηγγείλατο, ἐκείνοις δὲ ὡς τὴν βοηθοῦσαν ἐντολὴν ἀπωθουμένοις ἐγκαλεῖ λέγων· «Τί με λέγετε· Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;» Οὓς καὶ παρεικάζει ἀνδρὶ μωρῷ ἐπὶ ψάμμου τῶν ἰδίων θελημάτων καὶ οὐκ ἐπὶ πέτραν τῶν τοῦ Κυρίου παραγγελμάτων οἰκοδομοῦντι τὴν οἰκίαν αὐτοῦ.

Μὴ οὖν ἀστηρίκτῳ νῷ καὶ ἀλόγῳ βουλῇ πάσαις ταῖς ἑαυτοῦ ὑπονοίαις ὡς ἀληθιναῖς ἐπερείδου, ποτὲ μὲν λέγων ὅτι· Ἐγὼ βεβάπτισμαι, καὶ τὸν Θεὸν παρακαλῶ, καὶ τὴν χάριν αὐτοῦ ἐπισπῶμαι, ὅλῳ θελήματι βουλόμενος ῥυσθῆναι τῶν πονηρῶν λογισμῶν, καὶ οὐ δύναμαι, ὡς ἀναιτίως ὑπὸ τῶν λογισμῶν κρατούμενος, ποτὲ δὲ πάλιν τὴν ἐκδίκησιν περιμένων τοῦ Κυρίου ἣν ποιῆσαι ἐν τοῖς εὐαγγελίοις κατεπηγγείλατο, πανταχοῦ σεαυτὸν ἀναίτιον ἱστῶν, ὅπερ μεγάλης ἐστὶ βλασφημίας. Ὅμως ἐρωτήσω σε κἀγὼ τῆς οἰήσεως νόημα, καὶ δός μοι ἀπόκρισιν. Οἶδα δὲ ὅτι ὑπὸ τῆς ἀληθείας σφιγγόμενος ἢ μειζοτέρας ἐπάρσεως ῥήματα λαλήσεις, ἢ τὴν ἑαυτοῦ αἰτίαν ὁμολογήσεις. Διὰ τί ὁ Κύριος εἰπὼν ἐν τάχει ποιῆσαι τὴν ἐκδίκησιν, οὐ ποιεῖ ἐν τάχει, ἀλλὰ βραδύνει καὶ ἄφηκέ σε ἐν τοῖς πονηροῖς λογισμοῖς, καίτοι ὁλοκαρδίως καὶ ἀσυνδυάστως εὐχόμενον, καθὼς εἴρηκας;

Ἐρώτησις Ὁ δὲ εἶπεν, ἐγὼ λογίζομαι, ὅτι δι’ οὐδὲν ἕτερον βραδύνει ἢ διὰ τὴν ἐμὴν ὑπομονήν· ὅσον γὰρ ἄν τις ὑπομείνῃ πολεμούμενος, τοσοῦτον καὶ δοξασθήσεται.

Ἀπόκρισις Ἐγὼ μὲν ἐδόκουν μόνης τῆς περιεχούσης σε οἰήσεως προσενέγκαι ἀπόκρισιν, σὺ δὲ καὶ βλασφημίαν προσέθηκας. Ἵνα γὰρ σεαυτῷ ψευδώνυμον ὑπομονὴν ἐπιγράψῃς, ἔστησας τὸν Κύριον ἐπὶ τοῦ ἰδίου λόγου ψευσάμενον, καὶ τοὺς πονηροὺς λογισμοὺς οὐκέτι κατὰ τὴν θείαν Γραφὴν πονηρίας καὶ ἡδυπαθείας καὶ πάσης ἁμαρτίας παρεκτικούς, ἐκ τῆς καρδίας ἐκπορευομένους, κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ κοινοῦντας τὸν ἄνθρωπον, ἀλλ’ ὑπομονῆς αἰτίους καὶ τῆς παρὰ τοῦ Θεοῦ δόξης ἡμῖν προξένους.

Ἐγὼ δὲ οὐδέποτε τοὺς τοῖς πονηροῖς λογισμοῖς συνεχομένους ὑπὸ τῆς θείας Γραφῆς ἐπαινουμένους εὕρηκα, οὔτε ἐν τῇ Παλαιᾷ, οὔτε ἐν τῇ Καινῇ Διαθήκῃ, ἀλλ’ ἢ μᾶλλον ὡς αὐταιτίους ταλανιζομένους καὶ κατακρινομένους. Ὁ Θεὸς γὰρ ὥσπερ τοὺς πονηροὺς λογισμοὺς μισεῖ, οὕτω καὶ τὴν γεννῶσαν αὐτοὺς καρδίαν. Διὸ οἱ ἔχοντες αὐτοὺς πενθεῖν ὀφείλομεν ὡς φιλάμαρτοι, καὶ μὴ φυσιοῦσθαι ὡς πολεμοῦντες ἀλλοτρίοις κακοῖς. Γνῶθι οὖν ἀκριβῶς, ὢ ἄνθρωπε, ὅτι ὁ Κύριος ἐφορᾷ τὰς πάντων καρδίας, καὶ τοὺς μὲν μισοῦντας τῶν πονηρῶν ἐνθυμημάτων τὴν πρωτόνοιαν παραχρῆμα ἐκδικεῖ, καθὼς ἐπηγγείλατο, καὶ οὐκ ἀφίησι τὸν ἐσμὸν τῆς πολυνοίας ἐπαναστάντα μολύνειν αὐτῶν τὸν νοῦν καὶ τὴν συνείδησιν, τοὺς δὲ τὰς πρώτας ἀναδόσεις μὴ διὰ πίστεως καὶ ἐλπίδος Θεοῦ καταλιπόντας, ἀλλ’ ἐκ τοῦ καταμανθάνειν δῆθεν καὶ δοκιμάζειν προσηδυπαθοῦντας, ἀφίησιν, ὡς ἀπίστους καὶ αὐτοβοηθήτους, περικρουσθῆναι καὶ ὑπὸ τῶν ἑπομένων λογισμῶν, οὓς διὰ τοῦτο οὐκ ἀναιρεῖ, ἐπειδὴ βλέπει τὴν πρὸ αὐτῶν προσβολὴν ὑφ’ ἡμῶν ἀγαπωμένην, καὶ μὴ ἐκ πρώτης ἐμφανείας μισουμένην.

Εἰ δέ τις μετὰ τοσαύτην φανερολογίαν ἀπιστεῖ τοῖς εἰρημένοις, ἔργῳ ἐπιτηδεύσας μάθῃ τὴν ἀλήθειαν. Εἰ δὲ οὔτε τῇ Γραφῇ πιστεύει, οὔτε ἔργῳ βούλεται ἑαυτὸν πληροφορῆσαι, δῆλός ἐστιν ἀγαπῶν τὴν ἡδονὴν τῆς οἰήσεως. Τί γὰρ ταύτης ἡδυπαθέστερον, ἀλλοτρίαν τὴν λογιστικὴν ἁμαρτίαν ὑποτιθεμένης, καὶ γαυριᾷν καὶ ἐπαίρεσθαι ὡς ἀναιτίους μᾶλλον, ἢ ἐξομολογεῖσθαι καὶ πενθεῖν ἐπὶ τοῖς πονηροῖς βουλεύμασι παρασκευαζούσης;