Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η νοερά προσευχή, η μετάνοια και η συγχώρηση

Ανάλυση της αλληλουχίας των αρετών, με έμφαση στην απερίσπαστη προσευχή, την ανυπόκριτη μετάνοια, την υπομονή των θλίψεων και τη συγχώρηση των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 10

Ἔστιν ἐντολὴ μερικὴ καὶ ἔστιν ἑτέρα περιεκτική. Πῂ μὲν γὰρ μερικῶς κελεύει μεταδιδόναι τῷ μὴ ἔχοντι· πῂ δὲ ἐντέλλεται πᾶσιν ἀποτάξασθαι τοῖς ὑπάρχουσιν. Ἔστιν ἐνέργεια χάριτος τῷ νηπίῳ ἀγνοουμένη. Καὶ ἔστι τῆς κακίας ἑτέρα τῇ ἀληθείᾳ ἐξομοιουμένη. Καλὸν δὲ τὰ τοιαῦτα μὴ ἐνοπτρίζεσθαι διὰ τὴν πλάνην, μήτε ἀναθεματίζειν διὰ τὴν ἀλήθειαν, ἀλλὰ πάντα δι’ ἐλπίδος προσφέρειν τῷ Θεῷ. Αὐτὸς γὰρ οἶδε τῶν ἀμφοτέρων τὸ χρήσιμον.

Ὁ διαπεράσαι θέλων τὴν νοητὴν θάλασσαν μακροθυμεῖ, ταπεινοφρονεῖ, ἀγρυπνεῖ, ἐγκρατεύεται. Ἐκτὸς δὲ τῶν τεσσάρων τούτων, ἐὰν εἰσελθεῖν βιάσηται, θορυβεῖ μὲν τὴν καρδίαν, περάσαι δὲ οὐ δύναται. Ἡσυχία ὠφελεῖ τῶν κακῶν ἀργήσασα. Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἐν προσευχῇ προσλάβηται βοήθημα, πρὸς ἀπάθειαν οὐδὲν αὐτῆς συντομώτερον.

Οὐκ ἔστιν ἡσυχάσαι τὸν νοῦν ἄνευ σώματος, οὔτε λῦσαι τὸ τούτων μεσότοιχον ἄνευ ἡσυχίας καὶ προσευχῆς. «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός.» Οἱ δὲ πνεύματι περιπατοῦντες ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσωσιν.

Οὐκ ἔστι τελεία προσευχὴ χωρὶς νοητῆς ἐπικλήσεως· ἀπερισπάστως δὲ βοώσης ἐννοίας ἐπακούει ὁ Κύριος. Νοῦς ἀπερισπάστως εὐχόμενος θλίβει καρδίαν. «Καρδίαν δὲ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ ἡ προσευχὴ ἀρετὴ λέγεται, κἂν μήτηρ αὐτῶν τυγχάνῃ· ἀπογεννᾷ γὰρ αὐτὰς διὰ τῆς εἰς Χριστὸν συναφείας.

Ὃ ἐὰν πράξωμεν χωρὶς προσευχῆς καὶ ἀγαθῆς ἐλπίδος ὕστερον ἐπιβλαβὲς καὶ ἀτελὲς τυγχάνει. Ὅταν ἀκούσῃς ὅτι «ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι», μετόχους ἀρετῶν καὶ μετόχους ἀγάπης νόει. Ἀγάπη γὰρ ἐσχάτη μὲν ἀρετῶν τυγχάνει κατὰ γένεσιν· πρώτη δὲ εὑρίσκεται πασῶν κατὰ τὴν ἀξίαν, τὰς προγεγενημένας αὐτῆς ἐσχάτας ἀποδεικνύουσα.

Ἐὰν ἀκηδιάσῃς ὑπὸ κακίας πολυτρόπως θλιβόμενος, μνημόνευσον τῆς ἐξόδου καὶ τῶν χαλεπῶν κολάσεων. Κρεῖσσον δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ διὰ προσευχῆς καὶ ἐλπίδος ἢ μνήμας ἔχειν ἐξωτέρας, κἂν ἐπωφελεῖς τυγχάνωσιν.

Οὐδεμία τῶν ἀρετῶν μόνη καθ’ ἑαυτὴν ἀνοίγει τὴν φυσικὴν ἡμῖν θύραν, ἐὰν μὴ πᾶσαι ἀκολούθως ἐξήρτηνται. Οὐκ ἔστιν ἐγκρατὴς ὁ λογισμοῖς τρεφόμενος· κἂν γὰρ ὠφέλιμοι ὦσιν, οὐκ εἰσὶ τῆς ἐλπίδος ὠφελιμώτεροι. «Ἔστιν ἁμαρτία πρὸς θάνατον» πᾶσα ἀμετανόητος· περὶ ἧς κἂν ἅγιος ὑπὲρ ἑτέρου προσεύξηται οὐκ εἰσακούεται.

Ὁ ὀρθῶς μετανοῶν οὐκ ἀντελλογεῖ τὸν κόπον τοῖς παλαιοῖς ἁμαρτήμασιν, ἀλλ’ ἢ δι’ αὐτοῦ τὸν Θεὸν ἐξευμενίζεται. Εἰ ὅσα ἔχει ἡ φύσις ἡμῶν καλὰ καθ’ ἡμέραν ποιεῖν αὐτὰ κεχρεωστήκαμεν, τί λοιπὸν περὶ τῶν προγεγενημένων κακῶν τῷ Θεῷ ἀνταποδώσομεν;

Ὅσην ἃν ὑπερβολὴν ἀρετῆς σήμερον ποιήσωμεν, παρελθούσης ἀμελείας ἔλεγχός ἐστιν, οὐκ ἀνταπόδοσις. Ὁ θλιβόμενος νοερῶς καὶ ἀναπαυόμενος σαρκικῶς ὅμοιός ἐστι τῷ σαρκικῶς θλιβομένῳ καὶ νοερῶς διαχεομένῳ.

Ἡ δ’ ἐξ ἀμφοῖν θλίψις ἑκούσιος συνεργεῖ πρὸς θάτερον, ἡ τῆς διανοίας τῇ σαρκικῇ, καὶ ἡ τῆς σαρκὸς πρὸς τὴν κατὰ διάνοιαν· τὸ γὰρ ἀσύνθετον αὐτῶν μοχθηρότερον γίνεται. Μεγάλη ἀρετὴ τὸ ὑπομένειν τὰ ἐπερχόμενα καὶ ἀγαπᾷν τοὺς μισοῦντας, κατὰ τὸν λόγον τοῦ Κυρίου.

Ἀγάπης δὲ ἀνυποκρίτου τεκμήριον ἀδικημάτων συγχώρησις. Οὐκ ἔστιν ἀπὸ καρδίας συγχωρῆσαί τινι τὰ παραπτώματα ἐκτὸς γνώσεως ἀληθοῦς· αὕτη γὰρ ἴδια ἑκάστῳ τὰ ἐπερχόμενα δείκνυσιν. Οὐδὲν ἀπολέσεις ὃ ἂν ἀφῇς διὰ τὸν Κύριον· τῷ γὰρ ἰδίῳ καιρῷ πολυπλασίως ἐλεύσεται.

Ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκοποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνητον γίνεται. Εἰ παντὶ ἀνθρώπῳ βλαβερὰ ἡ κακοβουλία, πολλῷ μᾶλλον τοῖς τὴν ἀκρίβειαν ἐπανῃρημένοις. Ἔργῳ φιλοσόφει περὶ βουλῆς ἀνθρώπου καὶ ἀνταποδόσεως Θεοῦ· οὐκ ἔστι γὰρ ὁ λόγος τῆς ἐργασίας σοφώτερος.

Τοῖς ὑπὲρ εὐσεβείας πόνοις ἐπακολουθεῖ ἡ ἀντίληψις. Τοῦτο δὲ γνωστέον διὰ νόμου θείου καὶ συνειδήσεως. Εἷς παρέλαβε φρόνημα, καὶ ἀνεπισκέπτως ἐκράτησεν· ἕτερος δὲ παρέλαβε, καὶ τῇ ἀληθείᾳ συνέκρινε. Ζητητέον τίς αὐτῶν εὐσεβεστέρως ἐποίησε.