Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η ενέργεια του Αγίου Πνεύματος, η φιλοπονία και η θεογνωσία

Η μυστική δωρεά της χάριτος διά του βαπτίσματος, η ανάγκη ανθρώπινου κόπου για την αντιμετώπιση των παθών και η σχέση των λογισμών με την εκούσια φιληδονία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 10

Σημεῖον γνώσεως ἀληθοῦς ἡ τῶν θλιβερῶν ὑπομονὴ καὶ τὸ μὴ αἰτιᾶσθαι ἀνθρώπους ἐπὶ ταῖς ἑαυτῶν συμφοραῖς. Ὁ ποιῶν ἀγαθὸν καὶ ζητῶν ἀνταπόδοσιν οὐ δουλεύει Θεῷ, ἀλλὰ τῷ ἰδίῳ θελήματι. Οὐκ ἔστιν ἁμαρτήσαντα τὴν ἀνταπόδοσιν διαδράσαι, εἰ μὴ διὰ μετανοίας προσηκούσης τῷ πράγματι.

Τινὲς λέγουσιν· «Οὐ δυνάμεθα ποιῆσαι τὸ ἀγαθὸν ἐὰν μὴ ἐναργῶς δεξώμεθα τὴν χάριν τοῦ Πνεύματος.» Ἀεὶ δὲ οἱ προαιρέσει ταῖς ἡδοναῖς ἐγκείμενοι ὡς ἀβοήθητοι παραιτοῦνται τὸ κατὰ δύναμιν. Ἡ μὲν χάρις τοῖς ἐν Χριστῷ βαπτισθεῖσι μυστικῶς δεδώρηται· ἐνεργεῖ δὲ κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν, καὶ κρυφίως μὲν ἡ χάρις βοηθεῖν ἡμῖν οὐ παύεται, ἐφ’ ἡμῖν δέ ἐστι ποιεῖν τὸ ἀγαθὸν ἢ μὴ ποιεῖν κατὰ δύναμιν.

Πρῶτον μὲν θεοπρεπῶς διεγείρει τὴν συνείδησιν. Ὅθεν καὶ κακοποιοὶ μετανοήσαντες τῷ Θεῷ εὐηρέστησαν. Πάλιν ἐν διδασκαλίᾳ τοῦ πλησίον ἐγκρύπτεται. Ἔστι δὲ ὅτε καὶ ἐν τῇ ἀναγνώσει τῇ διανοίᾳ παρέπεται, καὶ διὰ φυσικῆς ἀκολουθίας ἐκδιδάσκει τὸν νοῦν τὴν ἑαυτῆς ἀλήθειαν. Εἰ οὖν τῆς μερικῆς ταύτης ἀκολουθίας μὴ κρύψωμεν τὸ τάλαντον, εἰς τὴν χαρὰν τοῦ Κυρίου ἐναργῶς εἰσελευσόμεθα.

Ὁ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν τὰς ἐνεργείας τοῦ Πνεύματος ἐπιζητῶν ὅμοιός ἐστι δούλῳ ἀργυρωνήτῳ ὃς ἅμα τῷ ἀγορασθῆναι σὺν ταῖς ὠναῖς καὶ ἐλευθερίαν γραφῆναι ἐπιζητεῖ. Ὁ τὰς ἔξωθεν ἐπιφορὰς δικαιοσύνῃ Θεοῦ παραγινομένας εὑρηκώς, οὗτος ζητῶν τὸν Κύριον εὗρε γνῶσιν μετὰ δικαιοσύνης.

Ἐὰν νοήσῃς κατὰ τὴν Γραφὴν ὅτι «ἐν πάσῃ τῇ γῇ τὰ κρίματα Κυρίου», γενήσεταί σοι πᾶσα σύμβασις θεογνωσίας διδάσκαλος. Κατὰ τὴν ἑκάστου ἔννοιαν ἀπαντᾷ τὸ ὀφειλόμενον· τὴν δὲ ποικιλίαν τῆς ἁρμοδίου ἐπιφορᾶς μόνος ὁ Θεὸς ἐπίσταται.

Ὅταν ἀτιμίαν τινὰ παρὰ ἀνθρώπων πάθῃς, εὐθὺς τὴν ἐπιφορὰν τῆς παρὰ Θεοῦ δόξης ἐννόησον. Καὶ ἐπὶ μὲν τῇ ἀτιμίᾳ ἄλυπος καὶ ἀτάραχος ἔσῃ, ἐπὶ δὲ τῇ δόξῃ πιστὸς καὶ ἀκατάκριτος εὑρεθήσῃ ὅταν ἐλεύσηται. Ἐπαινούμενος ὑπὸ πλήθους κατ’ εὐδοκίαν Θεοῦ, ἐπιδεικτικὸν μηδὲν ἐπιμίξῃς τῇ κυριακῇ οἰκονομίᾳ, ἵνα μὴ πάλιν ἐκ μεταβολῆς εἰς τοὐναντίον ἐμπέσῃς.

Σπόρος οὐκ αὐξηθήσεται δίχα γῆς καὶ ὕδατος· καὶ οὐκ ὠφεληθήσεται ἄνθρωπος ἐκτὸς ἑκουσίων πόνων καὶ θείας ἀντιλήψεως. Οὐκ ἔστι χωρὶς νέφους ἐπιχυθῆναι βροχήν, οὐδὲ χωρὶς συνειδήσεως ἀγαθῆς εὐαρεστῆσαι Θεῷ.

Μὴ ἀπαναίνου μανθάνειν, κἂν λίαν φρόνιμος τυγχάνῃς· ἡ γὰρ οἰκονομία τοῦ Θεοῦ ὠφελιμωτέρα ἐστὶ τῆς ἡμετέρας φρονήσεως. Ὅταν ὑφ’ ἡδονῆς τινος ἡ καρδία παρακινήθῃ τοῦ τῆς φιλοπονίας τόπου, τότε λίθου βαρυτάτου δίκην ἐπὶ κατάβασιν ὀλισθήσαντος δυσεπικράτητος γίνεται.

Ὥσπερ μόσχος ἄπειρος βοτάναις ἐπιτρέχων κατήντησεν εἰς ἀμφίκρημνον τόπον, οὕτως εὑρίσκεται ψυχὴ κατὰ μικρὸν ὑπὸ λογισμῶν ἀποβουκολουμένη. Ὅταν ὁ νοῦς ἀνδρισάμενος ἐν Κυρίῳ ἀφιστᾷ τὴν ψυχὴν ἀπὸ χρονίας προλήψεως, τότε ἡ καρδία ὡς ὑπὸ δημίων κολάζεται, τεινόντων αὐτὴν ἔνθα καὶ ἔνθα τοῦ νοὸς καὶ τοῦ πάθους.

Ὥσπερ οἱ ἐν θαλάσσῃ πλέοντες ἡδέως ὑπομένουσι τὸν ἡλιακὸν καύσωνα, οὕτως οἱ μισοῦντες τὴν κακίαν ἀγαπῶσιν ἔλεγχον. Διότι ἐναντιοῦται ὁ μὲν τοῖς ἀνέμοις, ὁ δὲ τοῖς πάθεσιν. Ὥσπερ φυγὴ ἐν χειμῶνι ἢ ἐν σαββάτῳ ὀδύνη γίνεται τῇ σαρκὶ καὶ βεβήλωσις τῇ ψυχῇ, οὕτως ἐπανάστασις παθῶν γηραλέῳ σώματι καὶ ψυχῇ καθιερωμένῃ.

Οὐδεὶς οὕτως ἀγαθὸς καὶ οἰκτίρμων ὡς ὁ Θεός· τῷ δὲ μὴ μετανοοῦντι οὐδὲ αὐτὸς ἀφίησι. Πολλοὶ λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις, τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα. Ἀσφάλαξ ὑπὸ γῆν ἕρπων τυφλὸς ἀστέρας ἰδεῖν οὐ δύναται· καὶ ὁ μὴ πιστεύων περὶ προσκαίρων οὔτε περὶ τῶν αἰωνίων πιστεύειν δύναται.

Χάρις πρὸ χάριτος ἡ ἀληθὴς γνῶσις δεδώρηται ἀνθρώποις παρὰ Θεοῦ, πρὸ πάντων τῷ δωρησαμένῳ πιστεύειν τοὺς μετόχους αὐτῆς ἐκδιδάσκουσα. Ὅταν ἐνάμαρτος ψυχὴ τὰς ἐπερχομένας θλίψεις οὐ καταδέχεται, τότε οἱ ἄγγελοι περὶ αὐτῆς λέγουσιν· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη.» Νοῦς ἐπιλαθόμενος τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τῶν ἐναντίων ὡς συμφερόντων τοῖς ἀνθρώποις διαμάχεται.

Ὥσπερ ἐν ὕδατι πῦρ χρονίσαι οὐ δύναται, οὕτως οὐδὲ λογισμὸς αἰσχρὸς ἐν φιλοθέῳ καρδίᾳ, διότι πᾶς φιλόθεος ἐστὶ καὶ φιλόπονος. Ἑκούσιος δὲ πόνος ἐχθρὸς ἡδονῆς κατὰ φύσιν ὑπάρχει. Πάθος ἔργου νομὴν κρατῆσαν διὰ τοῦ θελήματος ὕστερον καὶ μὴ θέλοντι τῷ μετόχῳ βιαίως κατεπεγείρεται.

Τῶν ἀκουσίων λογισμῶν τὰς αἰτίας ἀγαπῶμεν, καὶ διὰ τοῦτο ἐπέρχονται· τῶν δὲ ἑκουσίων δηλονότι καὶ τὰ πράγματα. Οἴησις καὶ ἀλαζονεία βλασφημίας εἰσὶν αἴτια· φιλαργυρία δὲ καὶ κενοδοξία ἀσπλαγχνίας καὶ ὑποκρίσεως.