Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Οι πειρασμοί του νου, η αδιάλειπτη προσευχή και η ταπεινοφροσύνη

Οι μεθοδείες του διαβόλου κατά την προσευχή, οι τρεις νοητοί τόποι του νου και η ταπεινοφροσύνη ως απαραίτητο δοχείο για τη διαφύλαξη της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 4 από 10

Ὅταν ἴδῃ ὁ διάβολος ὅτι ὁ νοῦς ἐκ καρδίας προσηύξατο, τότε μεγάλους καὶ κακοτέχνους πειρασμοὺς ἐπιφέρει. Μικρὰς γὰρ ἀρετὰς μεγάλαις ἐπιφοραῖς ἀναιρεῖν οὐκ ἀνέχεται. Λογισμὸς ἐγχρονίζων δηλοῖ τὴν τοῦ ἀνθρώπου προσπάθειαν· ταχέως δὲ ἀναιρούμενος σημαίνει πόλεμον καὶ ἐναντιότητα.

Τρεῖς εἰσι νοητοὶ τόποι εἰς οὓς ὁ νοῦς ἐκ μεταβολῆς εἰσέρχεται· κατὰ φύσιν, παρὰ φύσιν, ὑπὲρ φύσιν. Καὶ ὅταν μὲν εἰς τὸν κατὰ φύσιν εἰσέλθῃ, εὐρίσκει ἑαυτὸν αἴτιον τῶν πονηρῶν λογισμῶν καὶ ἐξομολογεῖται τῷ Θεῷ τὰς ἁμαρτίας ἐπιγινώσκων τὰς αἰτίας τῶν παθῶν. Ὅταν δὲ εἰς τὸν παρὰ φύσιν γένηται, ἐπιλανθάνεται τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τοῖς ἀνθρώποις διαμάχεται ὡς ἀδικοῦσιν αὐτόν. Ὅταν δὲ εἰς τὸν ὑπὲρ φύσιν εἰσαχθῇ, εὑρίσκει τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, οὓς εἶπεν ὁ Ἀπόστολος, «ἀγάπην, χαράν, εἰρήνην», καὶ τὰ ἑξῆς. Καὶ οἶδεν ὅτι ἐὰν προκρίνῃ τὰς σωματικὰς φροντίδας, ἐμμένειν ἐκεῖ οὐ δύναται. Καὶ ὁ ἀναχωρῶν τοῦ τόπου ἐκείνου ἐμπίπτει εἰς τὴν ἁμαρτίαν καὶ εἰς τὰς ἐπακολουθούσας αὐτῇ δεινὰς συμβάσεις, κἂν μὴ προσφάτως, ἀλλὰ τῷ ἰδίῳ καιρῷ, καθὼς οἶδεν ἡ τοῦ Θεοῦ δικαιοσύνη.

Τοσοῦτον ἑκάστου ἡ γνῶσις ἀληθὴς τυγχάνει ὅσον αὐτὴν πραότης καὶ ταπείνωσις καὶ ἀγάπη βεβαιώσουσι. Πᾶς ὁ βαπτισθεὶς ὀρθοδόξως ἔλαβε μυστικῶς πᾶσαν τὴν χάριν· πληροφορεῖται δὲ λοιπὸν κατὰ τὴν ἐργασίαν τῶν ἐντολῶν.

Ἐντολὴ Χριστοῦ κατὰ συνείδησιν ἐπιτελουμένη κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῆς καρδίας δωρεῖται παράκλησιν. Πλὴν ἕκαστον αὐτῶν ἰδίῳ καιρῷ παραγίνεται. Ἔχε παράμονον δέησιν ἐπὶ παντὶ πράγματι, ὡς μηδὲν ἐπιτελεῖν ἐκτὸς βοηθείας Θεοῦ.

Οὐδὲν προσευχῆς εἰς συνεργίαν δυνατώτερον, καὶ πρὸς εὐδοκίαν Θεοῦ οὐδὲν αὐτῆς ὠφελιμώτερον. Πᾶσα ἐργασία ἐντολῶν ἐν αὐτῇ περικέκλεισται. Τῆς γὰρ εἰς Θεὸν ἀγάπης οὐδὲν εἴρηται ἀνώτερον. Προσευχὴ ἄρρεμβος σημεῖον φιλοθεΐας τῷ παραμένοντι.

Ἀμέλεια δὲ αὐτῆς καὶ ῥεμβασμὸς φιληδονίας τεκμήριον. Ὁ ἀθλίπτως ἀγρυπνῶν καὶ μακροθυμῶν καὶ προσευχόμενος Πνεύματος ἁγίου ἐναργῶς μέτοχος τυγχάνει. Ὁ δὲ θλιβόμενος ἐν τούτοις καὶ θελήματι ὑπομένων, καὶ οὗτος ταχέως τυγχάνει τῆς ἀντιλήψεως.

Ἐντολὴ ἐντολῆς ἀποδέδεικται διαφορωτέρα· διὸ καὶ πίστις πίστεως βεβαιοτέρα εὑρίσκεται. Ἔστι «πίστις ἐξ ἀκοῆς», κατὰ τὸν Ἀπόστολον, καὶ ἔστι πίστις «ἐλπιζομένων ὑπόστασις». Καλὸν τὸ διὰ λόγων ὠφελεῖν τοὺς πυνθανομένους, κρεῖσσον δὲ τὸ δι’ ἀρετῆς καὶ προσευχῆς συνεργεῖν αὐτοῖς.

Ὁ γὰρ διὰ τούτων ἑαυτὸν προσφέρων τῷ Θεῷ βοηθεῖ καὶ τῷ πέλας διὰ τοῦ ἰδίου βοηθήματος. Εἰ θέλεις συντόμῳ λόγῳ ὠφελῆσαι τὸν φιλομαθῆ, ὑπόδειξον αὐτῷ προσευχὴν καὶ πίστιν ὀρθήν, καὶ τῶν ἐπερχομένων ὑπομονήν· πάντα γὰρ λοιπὸν τὰ καλὰ διὰ τούτων εὑρίσκεται.

Περὶ ὧν τις ἤλπισεν εἰς Θεὸν οὐκ ἔτι περὶ ἐκείνων τῷ πλησίον διαμάχεται. Εἰ πᾶν ἀκούσιον ἐκ τῶν ἑκουσίων τὴν αἰτίαν ἔχει, κατὰ τὴν Γραφήν, οὐδεὶς οὕτως ἐχθρὸς ἀνθρώπου, ὡς αὐτὸς ἑαυτοῦ τυγχάνει. Ἑκούσιον λέγει τὸν λογισμόν, ἀκούσιον δὲ τὴν σύμβασιν.

Πάντων τῶν κακῶν προηγεῖται ἄγνοια· δευτέρα δὲ ταύτης ἐστὶν ἀπιστία. Φεῦγε πειρασμὸν δι’ ὑπομονῆς καὶ δεήσεως· εἰ δὲ ἐκτὸς τούτων ἀντιτάσσει, περισσοτέρως ἐπέρχεται. Ὁ πρᾶος κατὰ Θεὸν τῶν σοφῶν ἐστι σοφώτερος· καὶ ὁ ταπεινὸς τῇ καρδίᾳ τῶν δυνατῶν δυνατώτερος, ἐπειδὴ τὸν ζυγὸν τοῦ Χριστοῦ κατὰ γνῶσιν βαστάζουσι.

Ὅσα ἐκτὸς προσευχῆς ἢ λαλοῦμεν, ἢ πράττομεν, ὕστερον ἢ σφαλερά, ἢ ἐπιβλαβῆ τυγχάνουσι, καὶ ἡμᾶς ἀγνώστους διὰ τῶν πραγμάτων ἐλέγχουσιν. Ἐξ ἔργων καὶ λόγων καὶ ἐννοίας δίκαιος εἷς, ἐκ δὲ πίστεως καὶ χάριτος καὶ μετανοίας πολλοί.

Ὥσπερ μετανοοῦντι ὑψηλοφρονεῖν ἀλλότριον, οὕτως ἑκουσίως ἁμαρτάνοντι ταπεινοφρονεῖν ἀδύνατον. Οὐκ ἔστι συνειδήσεως κατάγνωσις ἡ ταπεινοφροσύνη, ἀλλὰ χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίγνωσις. Ὅπερ ἐστὶν οἶκος αἰσθητὸς τῷ κοινῷ ἀέρι, τοῦτο νοῦς λογικὸς τῇ θείᾳ χάριτι· ὅσην ἂν ἐκβάλῃς ὕλην, τοσοῦτον αὐτομολήσει· καὶ ὅσην ἂν ἐμβάλῃς, τοσοῦτον ὑποχωρήσει. Ὕλη οἴκου σκεύη καὶ βρώματα, ὕλη δὲ νοὸς κενοδοξία καὶ ἡδονή.