Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η υπομονή στις αδικίες και οι θλίψεις ως έκφραση του θείου ελέους

Η ποικιλότροπη ενέργεια της χάριτος, η αντιμετώπιση των πονηρών λογισμών και η πνευματική ωφέλεια από την αμνησίκακη αποδοχή των θλίψεων και των ατιμιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 5 από 10

Χώρημα καρδίας ἐλπὶς εἰς Θεόν· στενοχωρία δὲ αὐτῆς φροντὶς σωματική. Μία μέν ἐστι καὶ ἀναλλοίωτος ἡ χάρις τοῦ Πνεύματος· ἐνεργεῖ δὲ ἰδία ἑκάστῳ καθὼς βούλεται. Ὥσπερ ὑετὸς ἐπιχεθεὶς τῇ γῇ τοῖς φυτοῖς προσφυῆ παρέχει ποιότητα, γλυκεῖαν μὲν τοῖς γλυκέσι, στυφὴν δὲ τοῖς στυφοῖς, οὕτω ἡ χάρις, ταῖς καρδίαις τῶν πιστῶν ἀτρέπτως ἐπιβάλλουσα, ἁρμοζούσας ταῖς ἀρεταῖς τὰς ἐνεργείας χαρίζεται. Τῷ διὰ Χριστὸν πεινῶντι γίνεται τροφή, καὶ τῷ διψῶντι πόμα ἡδύτατον· τῷ ῥιγῶντι ἔνδυμα, καὶ τῷ κοπιῶντι ἀνάπαυσις· τῷ προσευχομένῳ ἐλπὶς καρδιακή, καὶ τῷ πενθοῦντι παράκλησις. Ὅταν δὴ οὖν ἀκούσῃς τῆς θείας Γραφῆς λεγούσης περὶ τοῦ ἁγίου Πνεύματος ὅτι ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον τῶν ἀποστόλων, ἢ ὅτι ἐφήλατο ἐπὶ τὸν προφήτην, ἢ ἐνεργεῖ, ἢ λυπεῖται, ἢ σβέννυται, ἢ παροξύνεται καὶ πάλιν τοὺς μὲν ἀπαρχὴν ἔχοντας, τοὺς δὲ πλήρεις Πνεύματος ἁγίου, μὴ τομὴν ἢ τροπὴν ἢ ἀλλοίωσίν τινα ἐννοήσῃς ἐπὶ τοῦ Πνεύματος· ἀλλὰ πίστευε καθ’ ὃν προειρήκαμεν τρόπον ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ παντοδύναμον, δι’ ὃ ἐν ταῖς ἐνεργείαις καὶ μένει ὅ ἐστι, καὶ ἑκάστῳ τὸ δέον ἀποσώζει θεοπρεπῶς. Αὐτὸ μὲν γὰρ ἡλίου δίκην ἐπὶ τοὺς βαπτισθέντας τελείως ἐκκέχυται. Ἕκαστος δὲ ἡμῶν, καθ’ ὃ ἂν τὰ ἐπισκοτοῦντα πάθη μισήσας περιαιρῇ, ἀναλόγως φωτίζεται· καθ’ ὃ δὲ ἂν ἀγαπῶν αὐτὰ διαλογίζεται, ὁμοίως σκοτίζεται.

Ὁ μισῶν πάθη περιαιρεῖ τὰς τούτων αἰτίας. Ὁ δὲ ταῖς αἰτίαις ἐγκείμενος ὑπὸ παθῶν καὶ μὴ βουλόμενος πολεμεῖται. Ὅταν ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργώμεθα, ἑαυτοὺς καὶ μὴ πατρῴαν ἁμαρτίαν αἰτιασώμεθα. Ῥίζαι τῶν λογισμῶν εἰσιν αἱ προφανεῖς κακίαι, ἃς χερσὶ καὶ ποσὶ καὶ στόματι ἐκδικοῦμεν ἑκάστοτε.

Οὐκ ἔστι προσομιλεῖν πάθει κατὰ διάνοιαν, μὴ ἀγαπῶντα τὰς τούτου αἰτίας. Τίς γὰρ αἰσχύνης καταφρονῶν κενοδοξίᾳ προσομιλεῖ; ἢ τίς ἐξουδένωσιν ἀγαπῶν ἐπὶ ἀτιμίᾳ ταράσσεται; Τίς δὲ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ἔχων ἡδονὴν σαρκὸς παραδέχεται; ἢ τίς τῷ Χριστῷ τελείως πιστεύων μεριμνᾷ περὶ προσκαίρων ἢ διαμάχεται;

Ὁ ἀθετούμενος ὑπό τινος καὶ μήτε λόγῳ μήτε ἐννοίᾳ τῷ ἀθετοῦντι φιλονεικῶν γνῶσιν ἀληθῆ κέκτηται καὶ πίστιν βεβαίαν ἐπιδείκνυται τῷ Δεσπότῃ. «Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι», ἑκάστῳ τὸ δίκαιον τοῦ Θεοῦ ἀποσῴζοντος.

Εἰ οὔτε τῷ ἀδικοῦντί ἐστι περίσσεια, οὔτε τῷ ἀδικουμένῳ ὑστέρημα, «ἐν εἰκόνι μὲν διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται». Ὅταν ἴδῃς τινὰ ἐν πολλαῖς ἀτιμίαις ὀδυνώμενον, γίνωσκε ὅτι λογισμοῖς κενοδοξίας ἐμφορηθεὶς ἡδέως τῶν καρδιακῶν σπερμάτων θερίζει τὰ δράγματα.

Ὁ σωματικαῖς ἡδοναῖς πέρα τοῦ δέοντος ἐναπολαύσας ἑκατονταπλασίοις πόνοις ἀποτίσει τὴν περίσσειαν. Ἀρχικὸς ὑποτακτικῷ χρεωστεῖ λέγειν τὸ ὀφειλόμενον· παρακουόμενος δὲ τὴν ἐπιφορὰν τῶν κακῶν προδιαγγέλειν.

Ὁ ἀδικούμενος παρά τινος καὶ μὴ παραζητῶν τῷ ἀδικοῦντι τὰ δέοντα κατ’ ἐκεῖνο τὸ μέρος πιστεύει τῷ Χριστῷ, καὶ ἑκατονταπλασίονα λαμβάνει ἐν τῷ αἰῶνι τούτῳ, καὶ κληρονομεῖ ζωὴν τὴν αἰώνιον. Μνήμη Θεοῦ ἐστι πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος. Πᾶς δὲ ὁ ἐπιλανθανόμενος τοῦ Θεοῦ ἡδυπαθὴς καὶ ἀνάλγητος γίνεται.

Μὴ λέγε ὅτι ὁ ἀπαθὴς θλίβεσθαι οὐ δύναται· κἂν γὰρ μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τοῦ πλησίον τοῦτο κεχρεώστηκεν. Ὅταν ὁ ἐχθρὸς τῶν ἐν τῇ λήθῃ ἁμαρτημάτων πολλὰ κρατήσῃ χειρόγραφα, τότε καὶ ἐν τῇ μνήμῃ ταὐτὰ ποιεῖν τὸν χρεωφειλέτην ἀναγκάζει τῷ τῆς ἁμαρτίας νόμῳ εὐλόγως ἀποχρώμενος.

Εἰ βούλει διηνεκῶς μνημονεύειν Θεοῦ, μὴ ἀπωθοῦ ὡς ἀδίκους τὰς ἐπιφοράς, ἀλλ’ ὡς δικαίως ἐρχομένας ὑπόμενε. Ἡ μὲν γὰρ ὑπομονὴ δι’ ἑκάστης συμβάσεως τὴν μνήμην ἀνακινεῖ, ἡ δὲ παραίτησις μειοῖ τὸν ἔφεδρον τῆς καρδίας πόνον καὶ διὰ τῆς ἀνέσεως τὴν λήθην ἐργάζεται.

Ἐὰν θέλῃς παρὰ Κυρίου ἐπικαλυφθῆναι τὰς ἁμαρτίας σου, μὴ φανεροποιήσῃς ἀνθρώποις τὰς σεαυτοῦ ἀρετάς. Ὃ γὰρ ἂν πράττωμεν ἐπὶ ταύταις, τοῦτο καὶ ὁ Θεὸς ἐπ’ ἐκείναις ἐργάζεται. Κρύψας ἀρετὴν μὴ ἐπαίρου ὡς δικαιοσύνην ἐκτελῶν· δικαιοσύνη γάρ ἐστι οὐ μόνον τὸ κρύπτειν τὰ καλά, ἀλλὰ καὶ τὸ μὴ ἐννοεῖν τι τῶν ἀπηγορευμένων.

Μὴ χαῖρε ὅταν εὖ ποιήσῃς τινί, ἀλλ’ ὅταν ἀμνησικάκως ὑπομείνῃς τὴν παρεπομένην ἐναντιότητα. Ὃν τρόπον γὰρ αἱ νύκτες τὰς ἡμέρας, οὕτω αἱ κακίαι τὰς εὐποιΐας διαδέχονται. Κενοδοξία καὶ φιλαργυρία καὶ ἡδονὴ ἄσπιλον εὐποιΐαν διαμεῖναι οὐκ ἀφίουσιν, εἰ μὴ πρότερον αὗται φόβῳ Θεοῦ καταπέσωσιν.

Εἰς τὰς ἀκουσίους ὀδύνας τὸ ἔλεος τοῦ Θεοῦ θαυμασίως ἐγκέκρυπται, τὸν ὑπομένοντα εἰς μετάνοιαν ἕλκον καὶ ἀπαλλάττον τῆς αἰωνίου κολάσεως. Τινὲς ἐργαζόμενοι ἐντολὰς ἐν ζυγῷ ἀντιρρέψαι αὐτὰς ταῖς ἁμαρτίαις ἐκδέχονται· τινὲς δὲ δι’ αὐτῶν τὸν ἀποθανόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐξευμενίζονται.

Ζητητέον τίς αὐτῶν ἔχει ὀρθὸν τὸ φρόνημα. Γεέννης φόβος καὶ παραδείσου πόθος παρέχουσι τὴν τῶν θλιβερῶν ὑπομονήν· καὶ τοῦτο οὐκ ἐξ ἑαυτῶν, ἀλλ’ ἐκ τοῦ γινώσκοντος τοὺς διαλογισμοὺς ἡμῶν. Ὁ πιστεύων περὶ τῶν μελλόντων τῶν ὧδε ἡδέων ἀδογματίστως ἀπέχεται· ὁ δὲ ἀπιστῶν ἡδὺς καὶ ἀνάλγητος γίνεται.