Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Αρχές πνευματικής διδασκαλίας, οι λογισμοί και τα κρίματα του Θεού

Οδηγίες για την ορθή καθοδήγηση των αδελφών, η ευθύνη απέναντι στους εκούσιους και ακούσιους λογισμούς και η παιδαγωγική σημασία των θείων κριμάτων μέσω των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 8 από 10

Διδάσκειν ἐν Κυρίῳ λαχὼν καὶ παρακουόμενος θλίβου νοερῶς, καὶ μὴ ταράσσου προφανῶς· θλιβόμενος γὰρ οὐ συγκατακριθήσῃ τῷ παρακούοντι· ταρασσόμενος δὲ ἐν τῷ αὐτῷ πράγματι πειρασθήσῃ. Ἐν καιρῷ ἐξηγήσεως μὴ κρύψῃς τὰ τοῖς παροῦσι προσήκοντα, τὰ μὲν εὐπρεπῆ σαφεστέρως, τὰ δὲ σκληρὰ αἰνιγματωδῶς διηγούμενος.

Τοῦ ἐν ὑποταγῇ σου μὴ ὄντος σφάλμα μὴ προσενέγκῃς εἰς πρόσωπον. Τοῦτο γὰρ ἐξουσίας μᾶλλον ἢ συμβουλίας ἐστί. Τὰ πληθυντικῶς λεγόμενα γίνεται πᾶσιν ὠφέλιμα, ἑκάστῳ τὰ ἴδια κατὰ συνείδησιν ἐμφανίζοντα.

Ὁ λαλῶν ὀρθῶς ὀφείλει καὶ αὐτὸς ὡς παρὰ Θεοῦ λαμβάνειν τὰ ῥήματα. Ἡ γὰρ ἀλήθεια οὐ τοῦ λαλοῦντός ἐστιν, ἀλλὰ τοῦ ἐνεργοῦντος Θεοῦ. Παρ’ ὧν οὐκ ἔχεις ὁμολογίαν ὑποταγῆς, μὴ φιλονείκει ἀνθισταμένοις τῇ ἀληθείᾳ, ἵνα μὴ μίσος ἐγείρῃς κατὰ τὴν θείαν Γραφήν.

Ὁ ὑποτακτικῷ ὅπου οὐ δεῖ ἀντιλέγοντι παραχωρῶν πλανᾷ αὐτὸν ἐν ἐκείνῳ τῷ πράγματι, καὶ τὰς συνθήκας τῆς ὑποταγῆς ἀθετεῖν παρασκευάζει. Ὁ φόβῳ Θεοῦ νουθετῶν ἢ παιδεύων τὸν ἁμαρτάνοντα τὴν ἐναντιουμένην τῷ σφάλματι ἀρετὴν ἑαυτῷ περιποιεῖται. Ὁ δὲ μνησικακῶν καὶ κακοθελῶς ὀνειδίζων τῷ ὁμοίῳ πάθει κατὰ τὸν πνευματικὸν περιπίπτει νόμον.

Ὁ καλῶς μαθὼν τὸν νόμον φοβεῖται τὸν νομοθέτην καὶ ἐλπίζων ἐπ’ αὐτῷ ἐκκλίνει ἀπὸ παντὸς κακοῦ. Μὴ γίνου δίγλωσσος, ἑτέρως μὲν τῷ λόγῳ, ἑτέρως δὲ τῇ συνειδήσει διακείμενος. Τὸν γὰρ τοιοῦτον ἡ Γραφὴ ὑπὸ κατάραν ἵστησιν.

Ἔστιν ὁ ἀλήθειαν λέγων καὶ ὑπὸ ἀφρόνων μισούμενος κατὰ τοὺς ἀποστόλους, καὶ ἔστιν ὁ ὑποκρινόμενος καὶ διὰ τοῦτο ἀγαπώμενος. Ὅμως οὐδέτερον τῶν ἀνταποδόσεων τούτων πολυχρόνιον γίνεται, διότι ὁ Κύριος ἐν ἰδίῳ καιρῷ ἑκάστῳ τὸ δέον ἀνταποδίδωσιν.

Ὁ τὰ μέλλοντα μοχθηρὰ ἀναιρεῖν βουλόμενος ὀφείλει τὰ ἐνεστῶτα ἡδέως ὑποφέρειν· οὕτω γὰρ νοερῶς συναλλάσσων πρᾶγμα πράγματι διὰ μικρῶν ὀδυνῶν μεγάλας ἐκφεύξεται. Ἀσφάλισαι λόγον ἀπὸ καυχήσεως καὶ λογισμὸν ἀπὸ οἰήσεως, ἵνα μὴ παραχωρηθεὶς πράξῃς τὰ ἐναντία. Οὐ γὰρ ἐξ ἀνθρώπου μόνον τελεσιουργεῖται τὸ ἀγαθόν, ἀλλὰ τοῦ παντεπόπτου Θεοῦ.

Ὁ παντεπόπτης Θεός, ὥσπερ τοῖς ἔργοις ἡμῶν ἀξίας ἐπιφορὰς ἀπένειμεν, οὕτω καὶ τοῖς λογισμοῖς καὶ τοῖς ἑκουσίοις νοήμασιν. Οἱ ἀκούσιοι λογισμοὶ ἐκ προλαβούσης ἁμαρτίας ἀναφύονται, οἱ δὲ ἑκούσιοι ἐκ τοῦ αὐτεξουσίου θελήματος, ὅθεν αἴτιοι εὑρίσκονται τῶν προτέρων οἱ δεύτεροι.

Ταῖς μὲν παρὰ πρόθεσιν κακαῖς ἐννοίαις λύπη παρέπεται· διὸ καὶ συντόμως ἐξαφανίζονται· ταῖς δὲ κατὰ πρόθεσιν χαρά· ὅθεν καὶ δυσαπάλλακτοι γίνονται. Ὁ φιλήδονος λυπεῖται ἐν ψόγοις καὶ κακοπαθείαις, ὁ δὲ φιλόθεος ἐν ἐπαίνοις καὶ πλεονεξίαις.

Ὁ μὴ γινώσκων τὰ κρίματα τοῦ Θεοῦ ἀμφίκρημνον ὁδὸν κατὰ νοῦν διαβαίνει καὶ ὑπὸ παντὸς ἀνέμου ῥᾳδίως ἀνατρέπεται· ἐπαινούμενος γαυριᾷ καὶ ψεγόμενος πικραίνεται, εὐωχούμενος ἀσελγαίνει καὶ κακοπαθῶν ἀποδύρεται, συνιὼν φανητιᾷ καὶ μὴ νοῶν σχηματίζεται, πλουτῶν ἀλαζονεύεται καὶ πτωχεύων ὑποκρίνεται, κορεσθεὶς θρασύνεται, καὶ νηστεύων κενοδοξεῖ, τοῖς ἐλέγχουσι φιλονεικεῖ, καὶ τοῖς συγγνώμην αὐτῷ ἀπονέμουσιν ὡς ἀνοήτοις ἐφευρίσκει. Ἐὰν μή τις οὖν κατὰ χάριν Χριστοῦ γνῶσιν ἀληθείας καὶ φόβον Θεοῦ κτήσεται, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων δεινῶς τραυματίζεται.

Ὅταν λῦσαι θέλῃς πρᾶγμα συμπεπλεγμένον, ζήτει περὶ αὐτοῦ τί Θεῷ ἀρέσκει, καὶ εὑρήσεις αὐτοῦ τὴν λύσιν ἐπωφελῆ. Ἐν οἷς ἂν πράγμασιν εὐδοκῇ ὁ Θεός, ἐν τούτοις καὶ πᾶσα ἡ κτίσις ὑπηρετεῖ· ἐν οἷς δὲ αὐτὸς ἀποστρέφεται, ὁμοίως καὶ ἡ κτίσις ἀντιτάσσεται.

Ὁ ἀντιτασσόμενος ταῖς σκυθρωπαῖς ἐπιφοραῖς, ὡς οὐκ οἶδεν, ἀντιμάχεται τῇ κελεύσει τοῦ Θεοῦ· ὁ δὲ καταδεχόμενος αὐτὰς μετὰ γνώσεως ἀληθοῦς, οὗτος κατὰ τὴν Γραφὴν «ὑπομένει τὸν Κύριον». Πειρασμοῦ ἐπελθόντος μὴ ζήτει διὰ τί ἢ διὰ τίνος ἐλήλυθεν, ἀλλ’ ὅπως ἂν αὐτὸν εὐχαρίστως καὶ ἀμνησικάκως ὑπομείνῃς.

Ἀλλότριον κακὸν οὐ προστίθησιν ἁμαρτίαν, ἐὰν μὴ ἡμεῖς αὐτὸ κακαῖς ἐννοίαις παραδεξώμεθα. Εἰ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τὸν ἐκτὸς πειρασμῶν εὐαρεστήσαντα, εὐχαριστεῖν δεῖ τῷ Θεῷ ἐπὶ πάσῃ συμβάσει. Εἰ μὴ νυκτερινῆς ἄγρας ἀπέτυχεν ὁ Πέτρος, οὐκ ἂν τῆς ἡμερινῆς ἐπέτυχε. Καὶ εἰ μὴ αἰσθητῶς ἐτυφλώθη ὁ Παῦλος, οὐκ ἂν πνευματικῶς ἀνέβλεψε. Καὶ εἰ μὴ ὡς βλάσφημος ἐσυκοφαντεῖτο ὁ Στέφανος, οὐκ ἂν τῶν οὐρανῶν αὐτῷ ἀνεῳχθέντων τὸν Κύριον ἐθεάσατο.

Ὥσπερ ἡ κατὰ Θεὸν ἐργασία ἀρετὴ λέγεται, οὕτως ἡ παρὰ προσδοκίαν θλίψις πειρασμὸς ὀνομάζεται. Ὁ Θεὸς τὸν Ἀβραὰμ ἐπείραζε, τοῦτ’ ἔστι πρὸς τὸ συμφέρον ἔθλιβεν, οὐχ ἵνα μάθῃ ὁποῖός ἐστιν—ᾔδει γὰρ αὐτὸν ὁ εἰδὼς τὰ πάντα, πρὶν γενέσεως αὐτῶν—, ἀλλ’ ὅπως ἀφορμὰς αὐτῷ παράσχῃ τῆς τελείας πίστεως.

Πᾶσα θλίψις ἐλέγχει τὴν ῥοπὴν τοῦ θελήματος, εἴτε εἰς δεξιὰ ῥέπει, εἴτε εἰς ἀριστερά. Διὰ τοῦτο ἡ συμβατικὴ θλίψις πειρασμὸς ὀνομάζεται, τῷ μετόχῳ πεῖραν τῶν κεκρυμμένων θελημάτων παρέχουσα. Φόβος Θεοῦ ἀναγκάζει ἡμᾶς πολεμεῖν τῇ κακίᾳ· ἡμῶν δὲ πολεμούντων ἡ χάρις τοῦ Κυρίου ἀναιρεῖ αὐτήν.

Σοφία ἐστὶν οὐ μόνον τὸ διὰ φυσικῆς ἀκολουθίας εἰδέναι τὴν ἀλήθειαν, ἀλλὰ καὶ τὸ ὑπομένειν ὡς ἰδίαν τὴν τῶν ἀδικούντων πονηρίαν. Οἱ μὲν γὰρ τῇ προτέρᾳ ἐναπομείναντες πρὸς ὑπερηφανίαν ἐπήρθησαν, οἱ δὲ ἐπὶ τὴν δευτέραν φθάσαντες ταπεινοφροσύνην ἐκτήσαντο.

Εἰ βούλει μὴ ἐνεργεῖσθαι ὑπὸ πονηρῶν λογισμῶν, ἐξουδένωσιν ψυχῆς καὶ θλίψιν σαρκὸς ὑποδέχου, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ’ ἐν παντὶ τόπῳ καὶ καιρῷ καὶ πράγματι. Ὁ τοῖς θλιβεροῖς ἑκουσίως ἐμπαιδευόμενος ὑπὸ τῶν ἀκουσίων λογισμῶν οὐ κατέχεται. Ὁ δὲ τὰ πρότερα μὴ καταδεχόμενος ὑπὸ τῶν δευτέρων καὶ μὴ βουλόμενος αἰχμαλωτίζεται.