Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Η απαθής οικείωση των παθών και η καθ' υπόστασιν ένωση

Απάντηση στις ενστάσεις για το πάθος του Θεού μέσω παραδειγμάτων και κριτική της νεστοριανής αντίληψης περί χωρισμού των φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 5 από 10

Εὐθὺς δὲ πρὸς ταῦτά φασιν· Καὶ Θεὸς σταυροῦται; ἢ Θεὸς ἀποθνῄσκει; ἢ πεινᾷ, ἢ κοπιᾷ; Ἄφρων, πολλοστὸν ἀκούσας περὶ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως, ἔτι Θεὸν γυμνὸν μονομερῶς ἐπὶ ταῖς οἰκονομίαις ταύταις ὀνομάζεις; Δοκεῖς μοι οὐ μόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τῶν ἁγίων εὐαγγελίων ἐπιλελῆσθαι.

Οὐκ ἤκουσας ὅτι· «Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»; Ὃ οὖν γέγονεν ὑπὲρ ὑμῶν, ἐδέχετο τὰ στίγματα σωματικῶς, ὅμως ἀδιαιρέτως. Καὶ ὃ προϋπῆρχεν, — ᾠκειοῦτο τὰ πάθη ἀπαθῶς. Καὶ πῶς, φησίν, ἡνωμένος καθ’ ὑπόστασιν ἠδύνατο ἀπαθῶς οἰκειοῦσθαι τὰ πάθη;

Ἡμεῖς μὲν ἐπὶ Θεοῦ ἐπερωτᾶν τὸ πῶς βλασφημίαν ἡγούμεθα. Ὅμως ἐγώ σοι ἐν τοῖς κτίσμασι δείξω πρᾶγμα γεγενημένον ὑπὸ ἀνθρώπου, οὐκ ἀφανῶς, ἀλλὰ καὶ ὀφθαλμοῖς ὁρώμενον καὶ χερσὶ κρατούμενον. Σὺ δέ μοι εἰπὲ πῶς γέγονεν· πῶς ἥνωται ἡ φλὸξ τῷ πεπυρωμένῳ χρυσῷ, ἢ πῶς συλλιπαίνεται, ἢ πῶς συντιτρᾶται, ἢ πῶς συνδιαιρεῖται, ἢ πῶς συμβαστάζεται, καὶ τοῦτο ἀπαθῶς;

Ὅτι μὲν γὰρ ταῦτα ἀπαθῶς συμπάσχει τὸ πῦρ τῷ χρυσῷ φανερόν, τὸ δὲ πῶς οὐκ ἔχεις εἰπεῖν. Εἰ δὲ ἐπὶ τῆς κτίσεώς ἐστιν ἰδεῖν ὅτι τὸ καθ’ ἑαυτὸν ἀκάθεκτον καὶ ἀπήμαντον καὶ ἀλίπαντον τῷ λιπαινομένῳ καὶ κατεχομένῳ ἑνωθὲν καθ’ ὑπόστασιν συμπάσχειν ἀπαθῶς δύναται, τί λοιπὸν ἀπιστεῖς ἐπὶ τῆς παντοδυνάμου θεότητος, ἢ ζητεῖς τὸ πῶς;

Μὴ οὖν συναρπακτικῶς καὶ κακούργως ἐπερώτα λέγων ὅτι Θεὸς ἀποθνῄσκει; ἢ Θεὸς πάσχει; ἀποκρύπτων τῇ γυμνολογίᾳ τὴν σάρκωσιν καὶ τὴν ἀδιαίρετον ἕνωσιν. Ἀλλ’ εἰπέ, ὡς ἔστιν, ὅτι· Ὁ Χριστὸς ἀπέθανεν; ἢ ἔπαθεν; ἢ ἐπείνασεν; Καὶ ἔχεις ἀκοῦσαι ὅτι· Ναί, καὶ ἔπαθε καὶ ἀπέθανε καὶ ὅσα λέγει ἡ θεία Γραφὴ πάντα ὑπέμεινε σαρκί, οὐ φύσεως ἀνάγκῃ, ἀλλὰ χάριτι ὑπὲρ ἡμῶν. Εἰ γὰρ ἀποθανὼν ἔζησε, πολλῷ μᾶλλον μὴ ἀποθανεῖν ἠδύνατο. Καὶ εἰ ἐπὶ θαλάσσης περιεπάτησεν, ἐπὶ γῆς περιπατεῖν καὶ μὴ κοπιᾶν ἠδύνατο. Καὶ εἰ κεκλεισμένων τῶν θυρῶν εἰσήρχετο, πόσῳ μᾶλλον τοὺς συλλαμβάνοντας αὐτὸν διαδρᾶσαι ἠδύνατο; Ἐπεὶ δὲ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν ἔπασχεν, πάντα ὑπομεῖναι κατεδέξατο.

Ἀλλὰ τί πρὸς ταῦτα λέγουσιν; Ὁ παθὼν ὑπὲρ ἡμῶν ἐστι Θεὸς ἢ οὐκ ἔστιν; Ναί, ἐστὶ Θεός, ἀλλὰ οὐ γυμνὸς ἀνθρωπότητος· ἐγὼ δέ σοι λέγω ὅτι ἄνθρωπός ἐστιν, ἀλλ’ ἡνωμένος τῇ θεότητι. Ὅτε οὖν ἀκούσῃς τὰ μεγαλεῖα ἃ θεοπρεπῶς ἐποίησεν ὁ Χριστός, μὴ γυμνὸν Θεὸν λέγε ὁρῶν τὰ θαυμάσια, ἀλλ’ ἡνωμένον ἀνθρωπότητι· καὶ ὅταν πάλιν ἀκούσῃς ὅσα ἔπαθε, μὴ ψιλὸν ἄνθρωπον ὑπολάβῃς διὰ τὰ πάθη, ἀλλ’ ἡνωμένον θεότητι. Τοῦτον ἔνσαρκον ἰδόντες ἐπὶ γῆς ἄγγελοι οὐκ ἐμέρισαν, καθὼς ὑμεῖς ἐπιχειρεῖτε μερίζειν, ἀλλὰ γνόντες θεοπρεπῶς ἡνωμένον θαυμασίως ἐδοξολόγησαν λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Βλέπεις πῶς τὴν ἐν ὑψίστοις δοξολογίαν καὶ τὴν ἐν ἀνθρώποις εὐδοκίαν συνῆψαν καὶ τοῖς ποιμέσι τὸν τεχθέντα Χριστὸν σωτῆρα σαφῶς εὐηγγελίσαντο, ἕνα λέγοντες καὶ οὐ δύο καθ’ ὑμᾶς;

Καὶ ἡμεῖς, φασίν, ἕνα λέγομεν τὸν Χριστόν, ἐπὶ δὲ τοῖς πράγμασιν ἁρμοδίως τὰς φύσεις μερίζομεν. Τίς ἀκούσας ταῦτα οὐ φρίξει αὐτῶν τὴν θεομαχίαν; Διορθοῦνται τὴν ἄφραστον οἰκονομίαν τοῦ Κυρίου· ἃ γὰρ αὐτὸς οὐκ ἐμέρισεν, οὔτε τὴν πίστιν ἡμῶν χωλεύειν ἐποίησεν, οὗτοι μερίζουσι. Καί, ὡς ἐκεῖνοι οἴηνται, ὅσα οὐχ εὗρεν εἰπεῖν ἡ θεία Γραφή, οὔτε προφῆται, οὔτε ἀπόστολοι, οὗτοι ὡσεὶ δευτεροκήρυκες φανεροποιοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο αὐτοῖς εἰς μεγάλην καταλήγει βλασφημίαν. Πῇ μὲν γὰρ χωρίζοντες τὸν ἀχώριστον, πῇ δὲ συνάπτοντες, καὶ ἱματίου δίκην ἐνδυταὶ καὶ ἐκδυταὶ τοῦ Λόγου γενόμενοι, οὐδὲν ἕτερον ἢ τὴν ἑαυτῶν ζωὴν ἀναιροῦσιν.

Εἰ γὰρ καθ’ ὑπόστασιν οὐκ ἀνέλαβεν ἡμῶν τὴν σάρκα, πῶς δωρήσεται ἡμῖν τὸ Πνεῦμα; Ἡμεῖς δὲ πιστεύομεν τῇ θείᾳ Γραφῇ, ὅτι κατ’ εὐδοκίαν ὁ Θεὸς Λόγος γέγονεν ἄνθρωπος, οὐκ αὐτὸς εἰς σάρκα τραπείς, ἀλλ’ ἑνώσας ἑαυτῷ ἀνθρωπείαν σάρκα. Καὶ οὕτως πάντα ἄνθρωπον δεκτικὸν τοῦ ἁγίου Πνεύματος πεποίηκεν· αὐτὸς καθ’ ἕνωσιν ἀνέλαβε σάρκα ὡς Θεός, ἡμεῖς δὲ κατὰ μέθεξιν ἐλάβομεν τὸ Πνεῦμα ὡς ἄνθρωποι.