Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Το ακατάληπτο της Οικονομίας και η μαρτυρία των ιερών μυστηρίων

Αναίρεση των ορθολογικών ερωτημάτων για την ενανθρώπηση και η απόδειξη της υποστατικής ενώσεως μέσα από την Αγία Γραφή, το βάπτισμα και τη Θεία Ευχαριστία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 7 από 10

Σὺ δὲ λέγεις· Πῶς; Κἀγώ σοι λέγω· Ἀπερινοήτως. Ἐπὶ γὰρ Θεοῦ τὸ πῶς οὐ λέγεται. Πάσχει ἀνθρωπίνως, καὶ ὑπομένει ἀπαθῶς. Πάλιν σὺ λέγεις· Πῶς; Κἀγώ σοι λέγω· Κυριακῶς. Σταυροῦται σαρκί, ἀλλ’ οὐχ ἑτεροῦται πνεύματι· ἥνωτο γὰρ ἐκ μήτρας.

Σὺ λέγεις· Πῶς; Κἀγώ σοι λέγω· Ἀκαταλήπτως. Ἀποθνῄσκει σωματικῶς, ἀλλ’ ἀθάνατος ἦν ἐνεργητικῶς. Πάλιν σὺ λέγεις· Πῶς; Κἀγώ σοι λέγω· Παντοδυνάμως. Θάπτεται βροτείως, καὶ ἀνίσταται θείως. Πάλιν σὺ λέγεις· Πῶς;

Κἀγώ σοι λέγω· Ἀνεξιχνιάστως. Πάλιν δὲ ἐγώ σε ἐπερωτῶ, καὶ σύ μοι ἀπόκριναι. Μὴ περιλαλήσῃς τῇδε κακεῖσε, ἀλλ’ εἰπὲ ὀρθῶς· Ὁ Υἱὸς τοῦ Θεοῦ παντοδύναμός ἐστιν, ναὶ ἢ οὔ; Ἐὰν λέγεις· Οὐκ οἶδα, διότι οὐ καταλαμβάνω Θεοῦ δύναμιν, ἐροῦμέν σοι· Εἰ οὖν οὐ καταλαμβάνεις τὴν δύναμιν, πῶς αὐτοῦ διαιρεῖς τὴν ἕνωσιν μὴ εἰδὼς ποίᾳ δυνάμει ἥνωται; Ἐὰν δὲ τὸ ἐναντίον εἴπῃς, ὅτι παντοδύναμος οὐκ ἔστιν, ἰδοὺ ἐλέγχει σε ἡ θεία Γραφὴ λέγουσα· «Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Εἰ δὲ ὁμολογεῖς τὴν ἀλήθειαν καὶ λέγεις· Ναὶ ὁ Θεὸς παντοδύναμός ἐστι, μηκέτι ἐπὶ ταῖς γεγενημέναις καὶ γεγραμμέναις οἰκονομίαις ζήτει τὸ πῶς, ἐπεὶ δοκεῖς ἀπιστεῖν ὅτι ἐστὶ παντοδύναμος· εἰ γάρ ἐστι, μὴ ζήτει τὸ πῶς. Εἰ δὲ χρὴ εἰδέναι τὸ πῶς, οὐκέτι παντοδύναμος παρὰ σοί.

Ἐπεὶ σύ μοι εἰπὲ τὸ μικρότερον—μικρότερον γάρ ἐστιν, καθὼς ὀπίσω προειρήκαμεν· Πῶς ἐποίησεν ἐξ οὐκ ὄντων τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς; Εἰ δὲ οὐκ ἔχεις εἰπεῖν τι περὶ τούτων, μὴ δὲ τὸ θαυμαστότερον περιεργάζου, πῶς ἐνηνθρώπησεν ἢ πῶς διὰ σαρκὸς ἀπαθῶς ἔπαθεν, μήτε φυσιολογεῖν ἐπιχείρει. Ἀλλὰ πίστευε ὅτι παντοδύναμος ὤν, ὡς ἠθέλησεν, οὕτως καὶ ἐποίησεν. Ἢ οὐκ ἤκουσας τῆς Γραφῆς λεγούσης ὅτι· «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν»;

Μόνον δὴ οὖν πιστεύειν ὀφείλομεν ὅσα λέγει ἡ θεία Γραφὴ περὶ αὐτοῦ, τὸ δὲ πῶς μὴ περιεργάζεσθαι. Λέγει δὲ ἡ Γραφὴ ὅτι Ἰησοῦς Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὅτι δι’ ἡμᾶς ἐσαρκώθη, καὶ δι’ ἡμᾶς ἔπαθεν, καὶ δι’ ἡμᾶς ἐσταυρώθη, καὶ δι’ ἡμᾶς ἀπέθανεν, καὶ δι’ ἡμᾶς ἐτάφη, καὶ ἀνέστη, καὶ ἀνελήφθη, καὶ ἐν δεξίᾳ τοῦ Πατρὸς κεκάθηκεν, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς, καὶ μένει εἰς τοὺς αἰῶνας.

Ὅσα οὖν λέγει ἡ θεία Γραφή, τὸν Λόγον σαρκωθέντα ἀπαθῶς πεπονθέναι ἢ πεποιηκέναι πιστεύωμεν. Τὸ δὲ πῶς, ἐπειδὴ οὐκ εἶπε, μὴ περιεργαζώμεθα. Γέγραπται ὅτι «Εὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Εἰ δὲ αὐτὸς ηὐδόκησεν οὕτως, ἡμεῖς τί ζητοῦμεν τὸ πῶς ἢ ἐπὶ πράγμασιν αὐτὸν μερίζειν ἐπιχειροῦμεν; καὶ πῇ μὲν ἱστᾶν αὐτοῦ τὸ σῶμα, πῇ δὲ τὸν κατοικήσαντα, ὡς ποτὲ μὲν κατοικεῖν, ποτὲ δὲ μὴ κατοικεῖν κατὰ τὴν ὑμετέραν διάκρισιν; Πάλιν γέγραπται· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Βλέπεις πῶς πανταχῇ ἔνσαρκον τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογεῖ καὶ ἀχώριστον;

Μιμησώμεθα τὸν Πέτρον, ὃς υἱὸν ἀνθρώπου ἀκούσας, Υἱὸν Θεοῦ ὡμολόγησεν, καὶ διὰ τοῦτο τὸ Μακάριος ἤκουσεν. Μιμησώμεθα τὴν Μαρίαν, ἥτις ζητοῦσα τὸ ἅγιον σῶμα ἔλεγεν· «Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Μιμησώμεθα τὸν τυφλόν, ὃς τὸν λαλοῦντα αὐτῷ καὶ ὁρώμενον Υἱὸν Θεοῦ ἀκούσας ἐπίστευσε καὶ τοῖς ποσὶν αὐτοῦ προσεκύνησεν. Μὴ γὰρ ἡ Γραφὴ εἶπεν περὶ τῆς αἱμορρούσης ὅτι· Τίς ἥψατο τοῦ ἀνθρώπου; Μὴ εἶπεν ὅτι· Ἔδωκε ῥάπισμα τῷ ἀνθρώπῳ; Μὴ εἶπε Πιλάτῳ· Ὁ παραδιδούς μου τὸ σῶμά σοι περισσοτέραν ἁμαρτίαν ἔχει;

Μὴ εἶπεν ἡ Γραφή· Ἐσταύρωσαν τὸν ἄνθρωπον ἢ τὸ σῶμα τοῦ Χριστοῦ; Μὴ εἶπεν· Ἐνέδυσαν τὸν ἄνθρωπον ἢ τὸ σῶμα χλαμύδα κοκκίνην; Μὴ εἶπεν ὅτι· Ἄνθρωπος ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ; Μὴ εἶπεν ὅτι· Πορεύεται ὁ ἄνθρωπός μου πρὸς τὸν Πατέρα μου; Μὴ εἶπεν ὅτι· Βάλε τὴν χεῖρά σου εἰς τὴν πλευρὰν τοῦ ἀνθρώπου μου; Ἀλλὰ πανταχῇ ἕνα Χριστὸν καὶ Υἱὸν Θεοῦ λέγει ἡ θεία Γραφή, τὸν Θεὸν Λόγον μετὰ τῆς ἰδίας σαρκός· κἂν Υἱὸν Θεοῦ εἴπῃ, τὸν Χριστὸν ἡνωμένον λέγει· κἂν υἱὸν ἀνθρώπου εἴπῃ, τὸν αὐτὸν ὁμοίως λέγει· κἂν τυπτόμενον, κἂν παραδιδόμενον, ἢ διωκόμενον, ἢ ἀπιστούμενον, ἢ πιστευόμενον, ἢ πεινῶντα, ἢ κοπιῶντα, ἢ ἁπαξαπλῶς ὅσα λέγει ἡ θεῖα Γραφή, ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγει τὸν Θεὸν Λόγον μετὰ τῆς ἰδίας σαρκός, ἀμερίστως ἡνωμένον, ὡς ἔστιν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

Πίστευε γοῦν κατὰ τὴν Γραφὴν σαρκὶ ἐλθόντα, ἀλλ’ οὐ σάρκα ἐλθοῦσαν, σαρκὶ κοπιῶντα, ἀλλ’ οὐ σάρκα κοπιάσασαν, σαρκὶ παθόντα, ἀλλ’ οὐ σάρκα παθοῦσαν, σαρκὶ θανόντα, ἀλλ’ οὐ σάρκα θανοῦσαν, σαρκὶ σταυρωθέντα, ἀλλ’ οὐ σάρκα σταυρωθεῖσαν, σαρκὶ ἀναστάντα, ἀλλ’ οὐ σάρκα ἀναστᾶσαν, σαρκὶ ἀναληφθέντα, ἀλλ’ οὐ σάρκα ἀναληφθεῖσαν, σαρκὶ θεραπεύσαντα, ἀλλ’ οὐ σάρκα θεραπεύσασαν, σαρκὶ καθήμενον, ἀλλ’ οὐ σάρκα καθημένην. Καὶ ἁπαξαπλῶς ὅσα λέγει ἡ θεία Γραφὴ περὶ αὐτοῦ σωματικῶς, οὐκ ἔχεις δεῖξαι ὅτι τὴν σάρκα μονομερῶς λέγει, ἀλλ’ ἡνωμένην, καὶ αὐτὸν οἰκειούμενον τὰ τῆς σαρκὸς πράγματα.

Λέγει γὰρ ὅτι· Ἐγεννήθη ὁ Χριστός, ἐθεράπευσεν ὁ Χριστός, ἔφαγεν ὁ Χριστός, ἐκάθευδεν ὁ Χριστός, τὸ σῶμα τοῦ Χριστοῦ, τὸ αἷμα τοῦ Χριστοῦ, τοὺς πόδας τοῦ Χριστοῦ, τὰ στίγματα τοῦ Χριστοῦ. Ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, ἐκοπίασεν ὁ Χριστός, ἔπαθεν ὁ Χριστός, ἀπέθανεν ὑπὲρ ἡμῶν ὁ Χριστός, ἐσταυρώθη ὁ Χριστός, ἀνέστη ὁ Χριστός, ἀνελήφθη ὁ Χριστός, ἐκάθισεν ὁ Χριστός, ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς ὁ Χριστός, Υἱὸς Θεοῦ ὁ Χριστός, ἐπὶ πάντων Θεὸς ὁ Χριστός. Οὐδαμοῦ εἶπεν ὅτι· Ἄνθρωπος αὐτοῦ ἔπαθέν τι, ἤ· Ὁ Θεὸς Λόγος ἐποίησέ τι· ἀλλὰ πανταχῇ ᾠκειώσατο τὰ τῆς σαρκὸς πράγματα, οὐκ ἐπὶ γῆς μόνον ἐν τῷ νῦν καιρῷ, ἀλλὰ καὶ ἐν οὐρανοῖς εἰς τοὺς αἰῶνας.

Εἰ ταῦτα οὕτως ἤκουσας παρὰ τῆς θείας Γραφῆς, πιστεύειν ὀφείλεις καὶ μὴ περιεργάζεσθαι. Ἀλλὰ τί φησιν; Ὃ οὐκ οἶδα, πῶς πιστεύσω, ἢ τί ἐστι πίστις; Πίστις ἐστὶν ἡ ὁμολογία ἣν ἔδωκας ἐπὶ τοῦ βαπτίσματος, εἰπὼν ὅτι· Πιστεύω εἰς τὸν Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν, τὸν Θεὸν Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, δύναμιν ἐκ δυνάμεως, τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς σαρκωθέντα, γεννηθέντα, ἐνανθρωπήσαντα, σταυρωθέντα, θανόντα, ἐκ νεκρῶν ἀναστάντα, εἰς οὐρανοὺς ἀνελθόντα, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Μὴ ταῦτα οὐχ ὡμολόγησας, ἤτοι δι’ ἑαυτοῦ, ἤτοι δι’ ἑτέρου; Μὴ οὐ συνετάφης αὐτῷ διὰ τοῦ βαπτίσματος, καὶ συνηγέρθης διὰ τῆς λαμπρᾶς στολῆς καὶ τῶν ἁγίων μυστηρίων;

Διὰ τοῦτο ἐκζητῶν τὰ θεῖα, πρῶτόν μοι τὰ σὰ ἀπάγγειλον καὶ διάκρινον, ἵνα διὰ τῶν σῶν πιστεύσω ὅτι καὶ τὰ Χριστοῦ εἰδέναι δύνασαι. Πῶς ζῶν ἐν σαρκὶ συναπέθανες τῷ Χριστῷ καὶ συνετάφης; Πῶς δὲ καὶ ἐσθίεις αὐτοῦ τὸ σῶμα, εἰ ψιλόν ἐστιν; Πῶς δὲ καὶ πίνεις αὐτοῦ τὸ αἷμα, εἰ καὶ αὐτὸ ψιλόν ἐστιν; Οὔτε γὰρ τὸν Θεὸν Λόγον λαμβάνεις, οὔτε αὐτὸν τὸν Χριστόν, ἀλλ’ ἀκούεις ὅτι· Σῶμα Χριστοῦ καὶ αἷμα Χριστοῦ. Εἰ οὖν οὐχ ἥνωνται—κατὰ σὲ λέγω—, πῶς σε ζωοποιήσουσιν; Καὶ εἰ οὐκ εἰσὶ καθ’ ἕνωσιν ἅγια, πῶς σε ἁγιάσουσιν ἢ ἄφεσιν ἁμαρτιῶν παράσχωσιν;

Εἴ σοι ἔλεγον περὶ Χριστοῦ, πάλιν ἂν ἐσοφίζου καὶ ἐμέριζες. Νυνὶ δὲ περὶ σώματός σοι λέγω καὶ αἵματος. Εἰπὲ πῶς καθ’ ἑαυτὰ ζωὴν ἡμῖν δωροῦνται· ἀκούεις γὰρ τοῦ ἱερέως λέγοντος· Σῶμα ἅγιον Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. Εἰ ἔλεγέν σοι· Χριστὸς ἅγιος εἰς ζωὴν αἰώνιον, ἔλεγες πάλιν ὅτι· Ἅγιός ἐστι διὰ τὸν ἐνοικοῦντα Θεόν. Νυνὶ δὲ ἀκούεις τὸ σῶμα καὶ τὸ αἷμα μονομερῶς ὀνομαζόμενα ἅγια. Νόησον, ἄνθρωπε, ὅτι κατὰ φύσιν ἅγιά εἰσι, καθ’ ὑπόστασιν ἡνωμένα θεότητι ἐκ μήτρας, καὶ οὐ μετὰ τὸ γεννηθῆναι κατὰ μέθεξιν.