Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Η προϋπόθεση της τήρησης των εντολών και επιπλέον γραφικές αποδείξεις

Η σύνδεση της θεογνωσίας με την τήρηση των εντολών και η παράθεση της ομολογίας του Πέτρου και της ψηλάφησης του Θωμά ως τεκμηρίων της ενότητας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 8 από 10

Ὁ δὲ τοῦτο πιστεύων ἐργάζεται λοιπὸν τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ οὐ περιεργάζεται τὴν φύσιν αὐτοῦ. Ὅθεν ἡμεῖς παρὰ τοῦ ἁγίου Παύλου τοῦτο μαθόντες, ἀκριβῶς οἴδαμεν ὅτι πᾶς ὁ τὴν ἐντολὴν τοῦ Χριστοῦ μὴ ἐργαζόμενος τὴν φύσιν αὐτοῦ περιεργάζεται, ὁ δὲ πιστεύων καὶ ἐργαζόμενος λαμβάνει Πνεῦμα ἅγιον, καὶ θεοδίδακτος γίνεται, καὶ ποταμοῦ δίκην προχέει καὶ ἑτέροις τὴν ἀλήθειαν, κατὰ τὸν λόγον τοῦ Κυρίου εἰρηκότος· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δέ, φησίν, ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ἄκουε πάλιν τί λέγει ὁ Παῦλος περὶ αὐτοῦ ὃν σὺ ἀδεῶς μερίζεις· «Αὐτῷ, φησίν, πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἆρ’ οὖν οὐ φρίξεις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, προσκυνουσῶν αὐτὸν τῶν προειρημένων ἁγίων δυνάμεων ἀπεριέργως, καὶ δοξαζόντων τὸν Θεὸν ὑπὲρ τοῦ ἀφράστου τῆς ἑνώσεως μυστηρίου; Ἀλλὰ μέλλεις καὶ τότε μερίζειν αὐτὸν καὶ λέγειν τὸ πῶς; Ἐκεῖ μὲν οὖν, ὡς οἶμαι, ὑπὸ τοῦ φόβου κεκαρωμένος ταῦτα πάντως οὔτε εἴπῃς, οὔτε ἐννοήσῃς, πλὴν προσδόκα ὅτι ἃ ὧδε ἐφρόνησας, ταῦτά σοι κἀκεῖ λογισθήσεται. Διὰ τοῦτο μετανόησον ἐπὶ τῇ κακοπιστίᾳ σου, ὦ ἄνθρωπε, καὶ ὡς θέλει ὁ Χριστὸς οὕτως αὐτῷ καὶ πίστευε.

Ἄκουσον τί λέγει πρὸς τοὺς μαθητὰς ὁ Κύριος· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Πρόσεχε ἀκριβῶς πῶς οὐκ εἶπε τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου. Καὶ μετὰ τὸ ἀκοῦσαι ὅτι· «Οἱ μὲν Ἰωάννην, οἱ δὲ Ἡλίαν», ἔφη αὐτοῖς· «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι»; Ἀπεκρίθη αὐτῷ ἡ κρηπὶς τῶν ἀποστόλων, ὁ Πέτρος, καὶ εἶπεν· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ πρὸς ταῦτα ὁ Κύριος· «Μακάριος εἶ, Σίμων Πέτρε Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι—τουτέστιν ἀνθρωπίνη ἔννοια—, ἀλλ’ ἢ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς», καθότι υἱὸν ἀνθρώπου ἀκούσας Υἱὸν Θεοῦ ὡμολόγησε. Καὶ τί πρὸς αὐτόν; «Σὺ εἷ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς.» Εἰ οὖν καὶ σὺ ὑπερβὰς τὴν ἀνθρωπίνην ἔννοιαν, τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν ἐκ Μαρίας γεννηθέντα, ὁμολογήσεις Υἱὸν Θεοῦ, μακαρίσει σε πάντως, καθὼς καὶ τὸν ἅγιον Πέτρον, καὶ πᾶσάν σου τὴν τῶν λογισμῶν ἐκκλησίαν ἐποικοδομήσει ἐπὶ ταύτῃ τῇ πέτρᾳ τῆς πίστεως, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς, ἐπειδὴ τὰ ἐκεῖ δεσμὰ κατελθὼν ἔλυσε διὰ τοῦ ἁγίου σώματος, ἵνα σώσῃ τοὺς οὕτως ἀμερίστως αὐτῷ πιστεύοντας.

Ἐὰν δὲ καὶ ἐπὶ τούτοις ἀντιλέγεις καὶ ἔτι μερίζειν ἐπιχειρεῖς, εἰπέ μοι· Τίς ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου; Εἴ μοι λέγεις· Ὁ Θεὸς Λόγος, καὶ πῶς ἐστιν υἱὸς ἀνθρώπου; Εἰ δὲ λέγεις· Ψιλός ἐστιν ἄνθρωπος, πῶς αὐτὸν Υἱὸν Θεοῦ εἶπεν ὁ Πέτρος; Ἐὰν δὲ διαφυγεῖν μὴ δυνάμενος εἴπῃς ὅτι· Καὶ ψιλός ἐστιν ἄνθρωπος καὶ Υἱὸς Θεοῦ ὀνομάζεται, δύο Χριστοὺς εἰσάγεις, ἕνα τὸν Θεὸν Λόγον, καὶ ἕνα τὸν ἄνθρωπον. Φησὶ γάρ· «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος.» Κἂν τὸν μακάριον Θωμᾶν μαρτυροῦντα τῇ ἀληθείᾳ κατάδεξαι, ὃς ψηλαφήσας τὴν πλευρὰν καὶ τὰς χεῖρας τοῦ Σωτῆρος Κύριον αὐτὸν καὶ Θεὸν ὡμολόγησεν.

Οὔτε τοῖς θαυμασίοις ἔργοις αὐτοῦ, οὔτε τοῖς θείοις λόγοις αὐτοῦ ἐπονομάζων Κύριον καὶ Θεόν, ἵνα μὴ εἴπῃς ὅτι τὸν ἐνοικοῦντα λέγει, ἀλλὰ ταῖς χερσὶν αὐτοῦ τὸ ἅγιον σῶμα ψηλαφήσας Κύριον εἶναι καὶ Θεὸν σαφῶς ὠμολόγησεν. Τί λέγεις καὶ πρὸς ταῦτα; Τίς ἐστιν ὁ ψηλαφισθείς; ψιλὸς ἄνθρωπος; καὶ πῶς καὶ Κύριος καὶ Θεὸς ὡμολόγητο; ἀλλὰ γυμνὸς ὁ Λόγος; καὶ πῶς ἐψηλαφᾶτο; Ἀνάγκη σὲ καὶ ὧδε ὁμολογῆσαι τὴν ἀλήθειαν, ὅτι Κύριος Ἰησοῦς ὁ Χριστός ἐστιν. Ἢ οὐκ ἤκουσας ἐν τοῖς Εὐαγγελίοις πῶς τοῖς ἀποστόλοις περὶ τοῦ αὐτοῦ ἐνεκάλει λέγων· «Δεῦτε καὶ ἴδετε ὅτι αὐτὸς ἐγώ εἰμι, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Διὰ τί οὐκ εἶπεν· Δεῦτε καὶ ἴδετε ὅτι ὁ ἄνθρωπός μου ἐστίν; Ἀλλὰ σάρκα καὶ ὀστέα ἀποδεικνὺς ἔλεγεν· «Ἴδετε ὅτι αὐτὸς ἐγώ εἰμι.» Καὶ τί ἔτι μαρτυρίας ζητοῦμεν περὶ τῆς ὀρθοδόξου πίστεως, πάσης τῆς θείας Γραφῆς ἕνα καὶ τὸν αὐτὸν Υἱὸν Θεοῦ δηλούσης ἐπ’ ἀμφοτέροις τοῖς πράγμασιν, θείοις λέγω καὶ ἀνθρωπίνοις, οὕς τε ἐποίησεν καὶ οὓς ἔπαθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός;