Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Σύνοψη περί της ασυγχύτου ενώσεως των φύσεων και κατακλείδα

Ανακεφαλαίωση του δόγματος της ασυγχύτου και αδιαιρέτου ενώσεως των δύο φύσεων στο πρόσωπο του Χριστού και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 10 από 10

Ἕνωσιν δὲ λέγομεν μυστικὴν καὶ ἀσύγχυτον· οὔτε γὰρ ὁ Λόγος εἰς σάρκα ἐτράπη, οὔτε ἡ σὰρξ ἀνελύθη εἰς Λόγον, ἀλλὰ μένοντος τοῦ Λόγου ὅπερ ἦν, καὶ οὔσης τῆς σαρκὸς ὅπερ ἐστίν, εὐδόκησεν ὁ Θεὸς Λόγος κατὰ βουλὴν Θεοῦ Πατρὸς ἑνωθῆναι τῇ σαρκὶ ἐκ μήτρας. Ἀσυγχύτως γὰρ διαμενούσης ἑκάστης φύσεως, οὐδ’ ὁποτέρα αὐτῶν ἐν τῷ Χριστῷ μεμερισμένην ἔχει τὴν ἰδιότητα, οὐδὲ ἐν τοῖς ὀνόμασιν οὐδὲ ἐν τοῖς πράγμασιν. Ὁ γὰρ ὀνομαζόμενος Υἱὸς ἀνθρώπου Χριστός, ὁ αὐτὸς ὀνομάζεται καὶ Υἱὸς Θεοῦ κατὰ τὴν Γραφήν. Φησὶ γὰρ τῇ ἁγίᾳ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.» Ὁρᾷς ὅτι ὁ γεννηθεὶς ἐκ Μαρίας, αὐτὸς καὶ ἔστι καὶ ἐκλήθη Υἱὸς Θεοῦ διὰ τὴν ἐκ μήτρας ἕνωσιν. Αὐτὸς δὲ καὶ ἐλάλει καὶ ἐδίδασκε, καὶ τὰ θεῖα ἐποίει καὶ τὰ ἀνθρώπινα ἔπασχεν· τὰ θεῖα μὲν γάρ, εἰ καὶ ὁ Λόγος ἐποίει, ὅμως οὐ γυμνός, ἀλλ’ ἡνωμένος τῷ ἀνθρώπῳ· καὶ τὰ ἀνθρώπινα δέ, κἂν ὁ ἄνθρωπος ἔπασχε, πλὴν οὐ κεχωρισμένος, ἀλλ’ ἡνωμένος θεότητι.

Οὔτε οὖν τοῦ Λόγου, οὔτε τῆς σαρκὸς τροπὴν λέγομεν, ἀλλ’ ἀδιαίρετον τὴν ἕνωσιν αὐτῶν ὁμολογοῦμεν. Οὕτως δὴ οὖν καὶ τὸν Λόγον ἀπαθῆ νοοῦμεν καὶ Υἱὸν Θεοῦ τὸν ὑπὲρ ἡμῶν παθόντα εἶναι πεπιστεύκαμεν, ἐπειδὴ ἑκάστη φύσις ἐν ἑαυτῇ μένουσα τὰ τῆς ἑτέρας δι’ ἡμᾶς θεοπρεπῶς ᾠκειώσατο, ὅπως ὁ ἐξ ἀμφοῖν Χριστὸς μεσίτης Θεοῦ καὶ ἀνθρώπων γένηται, καὶ εἷς Υἱὸς Θεοῦ καὶ νοοῖτο καὶ πιστεύοιτο ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ δυνάμει καὶ πράγματι κατὰ τὴν θείαν Γραφήν. Χριστῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.