Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Ο διάλογος περί της ανθρωπαρέσκειας και η ορθή χρήση των Γραφών

Συζήτηση γύρω από τους τρόπους της ευσέβειας και τον κίνδυνο της ανθρωπαρέσκειας. Αντιμετωπίζονται οι αντιρρήσεις του νομικού με βάση την ορθή ερμηνεία και χρήση των ρητών της Αγίας Γραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 4 από 8

Τοῦ δὲ σχολαστικοῦ βουλομένου μαθεῖν τίνες εἰσὶ οἱ τρεῖς τῆς θεοσεβείας τρόποι, ὁ ἀσκητὴς ἀπεκρίνατο· Ὁ πρῶτός ἐστι τὸ μὴ ἁμαρτάνειν· ὁ δεύτερος τὸ ἁμαρτήσαντα ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά· ὁ δὲ τρίτος τρόπος τὸν μὴ ὑπομένοντα πενθεῖν ἐπὶ τοῖς τῆς ὑπομονῆς ἐλλείμμασι, καθότι ὧδε μὴ διορθωθέντα διὰ τῶν προσφυῶν συμβάσεων, ἐξ ἀνάγκης λοιπὸν τὴν ἐκεῖθεν ἡμῖν κρίσιν ἐπάγουσιν, εἰ μήτι ἂν πενθοῦντας ἡμᾶς καὶ τεταπεινωμένους ἰδὼν ὁ Θεός, ὡς οἶδε, τῇ παντοδυνάμῳ αὐτοῦ χάριτι ἐξαλείψῃ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ ἐπὶ τῇ τῶν προειρημένων ἀμελείᾳ τὸ πένθος καὶ τὴν ταπείνωσιν καταλιπόντες, ἔτι ἑαυτοὺς λόγοις κοσμικῆς σοφίας ἐκδικοῦμεν, ὅπως καὶ ἐν τούτοις τῶν εὐλαβεστέρων κατεπαιρώμεθα, πῶς ἐλεηθῶμεν λοιπὸν ἐναντία τοῦ ἐλέους ποιοῦντες; Ὢ πῶς πιθανόν ἐστι τὸ τῆς ἀνθρωπαρεσκείας πάθος καὶ δυσεύρετον, καθότι καὶ τῶν φρονίμων κατακρατεῖ. Τῶν μὲν γὰρ ἄλλων παθῶν αἱ ἐργασίαι τοῖς μετόχοις αὐτῶν εὔδηλοί εἰσιν, ὅθεν καὶ πενθεῖν καὶ ταπεινοφρονεῖν τοὺς κεκρατημένους παρασκευάζουσιν· ἡ δὲ ἀνθρωπαρέσκεια ῥήμασί τε καὶ σχήμασιν εὐσεβείας ἐπικρύπτεται, ὡς μηδὲ τὰς παρατροπὰς αὐτῆς τοὺς δελεαζομένους ἐπιγνῶναι ῥᾴδιον.

Ἐπερώτησεν ὁ κοσμικός· Ποῖαι γάρ εἰσιν αἱ ἐξ ἀνθρωπαρεσκείας παρατροπαί; μᾶλλον δὲ πρὸ τούτων μαθεῖν βούλομαι τί ἐστιν ἀνθρωπαρέσκεια· ὁρῶ γάρ σε οὐ φύσεως ἀκολουθίᾳ τοῖς χρηματισμοῖς ἑπόμενον, ἀλλ’ ἀμαθίας αἰτίᾳ τῶν πραγμάτων καταστοχαζόμενον καὶ ἀσυναρτήτοις μαρτυρίαις ψέγοντα τὰ ὠφέλιμα. Διὸ ταύτης μοι τῆς προσωνυμίας πρῶτον εἰπὲ τὴν οἰκειότητα, καὶ οὕτως πιστεύομέν σοι ὅτι καὶ τὴν γενικωτάτην αὐτῆς βλάβην κατείληφας.

Ὁ δὲ ἀσκητὴς ἔφη· Ἀνθρωπαρέσκειά ἐστιν, ὡς δοκῶ, τὸ τοῖς ἀνθρώποις ἀρέσκειν. Ταύτην οἶδα εἶναι τοῦ χρηματισμοῦ τὴν οἰκειότητα. Ὁ δὲ δικανικός, ὡς μέγα τι θαυμάσας τὸ ῥῆμα, φησί· Πάνυ προσφυῶς εἴρηκας. Τί οὖν, ὦ εὐλαβέστατε, ψέγεις ἀδίκως τὸ δίκαιον; ἢ οὐ φαίνεταί σοι δίκαιον εἶναι τὸ ἑκάστῳ τῶν οἰκείων ἔργων τὴν δοκιμασίαν μὴ ἑαυτῷ ἀποδιδόναι, ἀλλ’ ἑτέροις τὴν τοῦ καλοῦ κρίσιν ἐπιτρέπειν μᾶλλον ἢ ἑαυτοῖς; Ἐγὼ δέ φημι μήτε ὅλως ἀρετὴν ὀνομάζεσθαι τὸ μὴ ἀρέσκον ἀνθρώποις, μήτε παρὰ τοῦ πέλας ἔχον τὸν ἔπαινον, ὅπερ καὶ τῆς Γραφῆς ἤκουσα λεγούσης· «Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη», καὶ πάλιν· «Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν», καὶ πάλιν· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Τίς δὲ δύναται, μὴ ἀρέσκων τοῖς ἀνθρώποις, ἀπρόσκοπος εἶναι; Τί οὖν τοσοῦτον ἐβάθυνας τὴν ἀνθρωπαρέσκειαν μεμφόμενος; Εἰ δὲ χρὴ κατά σε τοὺς μὴ ἀρέσκοντας ἀνθρώποις μᾶλλον ἢ τοὺς ἀρέσκοντας ἀποδέχεσθαι, καιρός σοι τοὺς λῃστὰς καὶ φονεῖς καὶ ἅρπαγας καὶ ἐπιβούλους ἐπαινεῖν, ἐπειδὴ οὐδενὶ τῶν ἀνθρώπων ἀρέσκουσιν.

Εἰ δὲ ἐπὶ τοῖς εἰρημένοις παρὰ σοῦ ἡμεῖς μέχρι νῦν σεσιωπήκαμεν, μὴ θαυμάσῃς· οὐ γὰρ ὡς μὴ ἐπιστάμενοι τὰς Γραφάς, οὐδὲ ὡς ἀγνοοῦντες τὸ δικαιότερον, ἀλλὰ βουλόμενοι πρότερον ὑπακοῦσαι τῶν ὑμετέρων λόγων.

Οἴδαμεν δὲ καὶ συγγνώμην ἀποδιδόναι τοῖς ἐν λόγῳ σφαλλομένοις, ὅταν μὴ θελήματι, ἀλλὰ ἀπαιδευσίας αἰτίᾳ τοῦτο ποιῶσι καὶ ταῖς ἀγαθαῖς προσηγορίαις κακίαν ἐπιγράφωσιν, ὅπερ καὶ σὺ παρὰ γνώμην πέπονθας, εὐλαβέστατε· βουλόμενος γάρ, ὡς οἶμαι, φανεροποιῆσαι τὴν αὐταρέσκειαν καὶ τὰ ταύτης κακά, ὠνόμασας αὐτὴν ἀνθρωπαρέσκειαν.

Ἐπειδὴ οὖν σοι οὐκ ἀπὸ ἀμελείας, ἀλλὰ ἀπὸ ἀμαθίας προσελήλυθε, δίκαιον ἂν εἴη, τῆς ἀντωνυμίας φανερωθείσης, καὶ τὰς αἰτίας ὡς ψευδεῖς παρασιωπηθῆναι, ἃς τοσοῦτον φαύλας καὶ δυσευρέτους ἔδοξας εἶναι ὡς καὶ τῶν φρονίμων κατακρατεῖν.

Ὁ δὲ ἀσκητὴς ἐπιγνοὺς ὅτι φανερῶς πρὸς τοὺς ἐλέγχους ἀγανακτεῖ καὶ τὰ ῥηθησόμενα παραιτεῖται, ἀπηνεώθη μικρόν, ὡς εἰκάσαι πάντας τοὺς ἀκούοντας ὅτι τοῖς συλλογισμοῖς καταπλαγεὶς τὰς συστάσεις κατέλιπεν.

Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἔφη· Ἐπειδὴ οὐ νικῆσαι, ἀλλ’ ὠφεληθῆναι προθέμενοι ἐπὶ τούτους ἥκαμεν τοὺς λόγους, αὐτὸς δὲ ἄχρι τοῦ νῦν παρεσιώπησας οὐχ ὡς ἀγνοῶν τὸ δικαιότερον, ὡς ἔφης, ἀλλὰ πρότερον τὴν παρ’ ἡμῶν ἀκοῦσαι διήγησιν βουλόμενος, τούτου χάριν παρακαλοῦμεν τὴν θαυμασιότητά σου τέλος δοῦναι τῷ ἐπαγγέλματι καὶ διδάξαι ἡμᾶς ὡς οὐκ αὐτοπροσώπως, ἀλλ’ ἑτερωνύμως μέμφεται τὴν ἀνθρωπαρέσκειαν ἡ θεία Γραφή, ἣν πᾶσαν καλῶς ἐπιστάμενος οὐ καλῶς ἄχρι νῦν παρεσιώπησας. Οὕτω γὰρ ἂν τὰ τῆς Γραφῆς σοῦ λέγοντος οὐ μόνον ἐπὶ τοῖς προειρημένοις πεισθῶμεν, ἀλλὰ καὶ ἐν πολλοῖς διηγήμασιν ἀνεξόμεθά σου δικαιότερα λέγοντος, εἰ καὶ ἡμεῖς ἀπὸ ἰδιωτείας, ὡς ἔφης, τὰ ὀνόματα ἀνταλλάξαντες ἀρετὴν ἀντὶ πάθους ᾐτιασάμεθα.

Ὁ δὲ βιωτικὸς ταῦτα ἀκούσας ἀπεκρίνατο· Οὐκ εἶπον ὅτι πᾶσαν τὴν Γραφὴν ἐπίσταμαι, ἀλλ’ ἀπὸ μέρους. Σὺ οὖν με εἰς τὸ λέγειν μὴ προσκαλοῦ, ἀλλ’ ἐναρξάμενος, εἰ μὲν ἀπορεῖς τῶν συστάσεων, σιώπα, καὶ παρ’ ἡμῶν συγγνώμην ἔχεις. Εἰ δὲ πάρεστί σοι δεῖξαι καταγινωσκομένην ὀνομαστὶ τὴν ἀνθρωπαρέσκειαν, λέγε, καὶ ἡμεῖς ἐξ ἀνάγκης, κἂν μὴ θέλωμεν, τὴν ἀλήθειαν ὁμολογήσομεν.

Ὁ δὲ ἀσκητὴς ἔφη· Ἐχέτω ταῦτα οὕτως· τὰς δὲ ἀδίκους παρὰ σοῦ μέμψεις καθ’ ἡμῶν ποῦ θήσομεν; Ὁ δὲ δικανικὸς λέγει· Εἰς τὸν τῆς μακροθυμίας νόμον ὃν ἡμᾶς προεδίδαξας. Ὁ δὲ γέρων πρὸς αὐτόν· Ἐπαινῶ σε τῆς σοφίας, ἵνα μὴ λέγω τῆς πανουργίας, καθότι ἐπὶ τῇ ἀγνοίᾳ συμπάθειαν παρεισήγαγες, διὰ τῆς τοῦ παρέχειν ἐπαγγελίας τὸ λαβεῖν προσκεψάμενος. Ὅμως ταῦτα καταλιπόντες τοῦ προκειμένου γενώμεθα.

Ἄκουε οὖν τῆς Γραφῆς προφερούσης τὰς κατὰ τῆς ἀνθρωπαρεσκείας μέμψεις, πρῶτον τοῦ προφήτου λέγοντος· «Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς»· καὶ ὁ Ἀπόστολός φησι· «Μὴ κατ’ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι»· καὶ πάλιν· «Εἰ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἠρέσκουν, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Καὶ πολλὰ ἕτερα τοιαῦτα ἐν τῇ θείᾳ Γραφῇ ἀναλεξάμενος εὑρήσεις.

Ὁ δὲ κοσμικὸς ἔφη· Τί οὖν; Ὅτι καὶ ἃ ἐγὼ εἶπον γέγραπται, ἆρα ἡ Γραφὴ ἀσύμφωνος ἑαυτῇ; Ὁ ἀσκητὴς ἔφη· Ἡ Γραφὴ οὐκ ἔστιν ἑαυτῇ ἀσύμφωνος, ἀλλ’ ἡμεῖς ἀμβλυωποῦμεν πρὸς τὴν τῆς ἀληθείας κατανόησιν. Ἐπειδὴ γὰρ οὐ πάντες ἀσεβεῖς ἄνθρωποι, οὐδὲ πάντες εὐσεβεῖς τυγχάνομεν, τούτου χάριν οὐ πᾶσιν ἀρέσκειν ὀφείλομεν, πλὴν τοῖς ἀγαθοῖς, ὁμοίως δὲ οὐδὲ πᾶσι ἀπαρέσκειν, πλὴν τοῖς πονηροῖς. Διὸ καὶ ὁ Κύριος τοῦτο φανεροποιῶν ἐν τοῖς Εὐαγγελίοις φησίν· «Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι.» Οὐ μόνον δὲ ἐν τούτοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς δοκοῦσι καλοῖς ἀνθρωπαρεσκεῖν ἡμᾶς κωλύει, ὅταν μὴ δι’ ἔλεγχον καὶ μίμησιν, ἀλλὰ δι’ ἔπαινον καί τινα ἀνταπόδοσιν ἐπιδεικνύομεν τὰ καλὰ τοῖς ἀνθρώποις. Καὶ εἰκότως. Εἰ γὰρ ἀνταποδόσεως ἕνεκεν σωματικῆς ἀρέσκειν τις τοῖς ἀνθρώποις βούλεται, οὐδὲν παρὰ Θεοῦ χάρισμα πνευματικὸν λαμβάνει, οὐδὲ τυγχάνει τῶν ἐκεῖθεν ἀνταποδόσεων, ἀπέχων τὸν μισθὸν αὐτοῦ, καθὼς καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐφανέρωσεν οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· καὶ περὶ προσευχῆς, καὶ περὶ νηστείας, καὶ περὶ ἐλεημοσύνης ἐντελλόμενος, κρύπτειν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων παρήγγειλεν.

Ὁ δὲ σχολαστικὸς ἔτι λαλουμένου τοῦ ῥήματος εἶπε μεγάλῃ τῇ φωνῇ· Ἱκανῶς ἔχει, περὶ τούτου πεπληροφόρημαι. Λείπεται δέ σοι μὴ ἐν αἰνίγματι, μηδὲ ἐν εἰκασμῷ, ἀλλὰ φανερῶς εἰπεῖν τίνες εἰσὶν αἱ τῆς κακίας διαπαρατροπαί, ἵνα γνῶμεν ἀκριβῶς εἰ εἰσί, καθὼς εἴρηκας, σκοτεινότεραι καὶ δυσεύρετοι, ὡς δύνασθαι αὐτὰς λεληθότως καὶ τῶν φρονίμων κατακρατεῖν.