Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Οι αιτίες των συμφορών και η πνευματική λειτουργία της αναδοχής

Διερεύνηση της προέλευσης των δεινών και ανάλυση της εκούσιας και ακούσιας αναδοχής πειρασμών και βαρών του πλησίον, με υπέρτατο πρότυπο την αγάπη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 7 από 8

Ἐρώτησις Οὐκοῦν ἐπειδὴ πολλὰ ἐπέρχονται ἡμῖν θλιβερὰ πράγματα, τοῦτο μὲν δι’ ἀνθρώπων φθονούντων, καταλαλούντων, διαβαλλόντων, συκοφαντούντων, κολακευόντων, πλανώντων, ἀπατώντων, διορυττόντων, ἀποστερούντων, σκανδαλιζόντων, ἐχθραινόντων, καταφρονούντων, μισούντων, πολεμούντων, τυπτόντων, ἐπηρεαζόντων, διωκόντων, καὶ ὅσα ἀνθρώποις παρὰ ἀνθρώπων ἐπέρχεται· ἢ καὶ παρὰ τοῦ ἰδίου σώματος σφριγῶντος, πολεμοῦντος, ἀναπαύσεις θέλοντος, ποικίλοις νοσήμασι καὶ τραύμασι περιπίπτοντος καὶ πολυτρόπως ἀσθηνοῦντος· ἢ καὶ τὰ ἐκτὸς τούτων ἐντὸς τούτοις συμβαίνοντα δήγματα κυνῶν, ἰοβόλων ἢ σαρκοβόρων θηρίων, πρὸς τούτοις λιμοί, λοιμοί, σεισμοί, παγετοί, καύσωνες, γῆρας, πενία, μόνωσις καὶ ὅσα τοιαῦτα· τοῦτο δὲ διὰ τῶν πνευμάτων τῆς πονηρίας πρὸς ἃ τὴν πάλην ἡμῶν εἶναι ὁ Ἀπόστολος ἐφανέρωσε τοὺς λόγους ἡμῶν καὶ τὰς πράξεις ἐπιτηρούντων, δι’ ὧν ἀκολούθως ἐφαμίλλους καὶ τοὺς λογισμοὺς ἡμῶν εἶναι καταστοχάζονται· καὶ εἰκότως, εἰ μὴ γὰρ ὁ αὐτεξούσιος ἡμῶν νοῦς ταῖς δοκιμαστικαῖς προσβολαῖς ἐξ ἀπιστίας προσομιλήσει καὶ ἀφεὶς τὴν καθολικὴν ἐλπίδα λογισμοὺς ἀνακινήσει, οὔτε λόγοι προσφέρονται, οὔτε πράξεις ἐπιτελοῦνται. Αὐτὸς δὲ εἴρηκας ὅτι πᾶσαι αἱ συμφοραὶ κατὰ αἰτίαν ἀναλόγως ἑκάστῳ ἐπέρχονται, εἰς ἐπίγνωσιν τῆς τοῦ Θεοῦ δικαιοσύνης ἡμᾶς ἕλκουσαι.

Φανέρωσον ἡμῖν τὰς αἰτίας, ἵνα οὕτως πιστεύσωμεν ὅτι ὑπεύθυνοι τῶν ἐπιφορῶν ἐσμεν, καὶ ὀφείλομεν ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά, ἵνα μὴ ἐν τῇ κρίσει οὐχ ὡς ἁμαρτωλοὶ μόνον ἀλλὰ καὶ ὡς τὴν ἴασιν μὴ προσδεξάμενοι βαρυτέραν ἕξωμεν τὴν κόλασιν.

Ἀπόκρισις Πάσης συμβάσεως αἰτία ἐστὶν ὁ ἑκάστου λογισμός. Εἶχον δὲ εἰπεῖν ὅτι καὶ οἱ λόγοι καὶ αἱ πράξεις· ἀλλ’ ἐπειδὴ ταῦτα πρὸ ἐννοίας οὐ προέρχονται, τούτου χάριν τὸ πᾶν τοῖς λογισμοῖς ἐπιγράψοιμι. Τοῦ λογισμοῦ οὖν προηγουμένου, λοιπὸν οἱ λόγοι καὶ αἱ πράξεις παρέχουσιν ἡμῖν τὴν εἰς ἀλλήλους κοινωνίαν. Δύο δέ εἰσιν οἱ τρόποι τῆς κοινωνίας, εἷς ἀπὸ ἀγάπης καὶ εἷς ἀπὸ κακίας. Διὰ δὲ τῆς κοινωνίας, ὡς οὐκ οἴδαμεν, ἀλλήλους ἀναδεχόμεθα. Ταῖς δὲ ἀναδοχαῖς αἱ ἐπιφοραὶ ἀναγκαίως ἀκολουθοῦσι, καθώς φησιν ἡ Γραφή· «Ὁ ἐγγυώμενος τὸν ἑαυτοῦ φίλον ἐχθρῷ παραδίδωσι τὴν ἑαυτοῦ χεῖρα.» Οὕτως ἕκαστος οὐ μόνον ὑπὲρ ἑαυτοῦ τὰ ἐπερχόμενα ὑπομένει, ἀλλὰ καὶ ὑπὲρ τοῦ πλησίον ἐφ’ οἷς αὐτὸν ἀνεδέξατο.

Ἐρώτησις Ἀξιοῦμεν μαθεῖν τὸν ἕνα τρόπον τῆς ἀναδοχῆς, λέγομεν δὲ τὸν ἀπὸ κακίας γινόμενον.

Ἀπόκρισις Ἡ ἀπὸ κακίας ἀναδοχὴ ἀκούσιός ἐστιν. Οὕτω δὲ συμβαίνει. Ἀναδέχεται τοὺς πειρασμοὺς ὡς οὐ θέλει ὁ ἀποστερῶν τοῦ ἀποστερουμένου, ὁμοίως ὁ συκοφαντῶν τοῦ συκοφαντουμένου, ὁ καταπονῶν τοῦ καταπονουμένου, ὁ καταλαλῶν τοῦ καταλαλουμένου, ὁ καταφρονῶν τοῦ καταφρονουμένου, ὁ διαβάλλων τοῦ διαβαλλομένου· καὶ ἵνα μὴ καθ’ ἓν λέγω, πᾶς ὁ ἀδικῶν τοῦ ἀδικουμένου κατὰ ἀναλογίαν ἀναδέχεται τοὺς πειρασμούς. Τούτοις δὲ μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Ὁ δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ἀσεβής», καὶ πάλιν· «Ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν», καί· «Ὁ κυλίων λίθον ἐφ’ ἑαυτὸν κυλίει», καὶ πάλιν· «Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα δίκαια.» Εἰ οὖν «ἡ ἡμῶν ἀδικία Θεοῦ δικαιοσύνην συνίστησιν» ἐν ἀλλήλοις, κατὰ τὸν Ἀπόστολον, «τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργὴν» τοῖς παιδευομένοις διὰ τῶν ἐπιφορῶν, ἀλλὰ καὶ πρὸς ταύτας ἀνεπισκέπτως ἀγριαινομένοις;

Ἐρώτησις Ταῦτα οὕτως ἔχειν πιστεύομεν δι’ ἀκολουθίας ἐπακούσαντες. Λοιπὸν εἰπὲ ἡμῖν καὶ τὴν ἐξ ἀγάπης ἀναδοχήν.

Ἀπόκρισις Ἡ ἐξ ἀγάπης ἀναδοχή ἐστιν ἣν ὁ Κύριος Ἰησοῦς ἡμῖν παρέδωκε, πρῶτον ἰασάμενος ἡμῶν τὰς ἀσθενείας τῆς ψυχῆς, εἶτα θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὴν καθαρὰν φύσιν ἀποκαθιστῶν τοῖς βεβαίως αὐτῷ πιστεύουσι, θανάτου λύτρωσιν, θεοσέβειαν παραδιδούς, εὐσέβειαν διδάσκων, ὑπὲρ ἀγάπης κακοπαθεῖν ἕως θανάτου ὑποδεικνύων, τὴν ἐπὶ τούτοις ὑπομονὴν διὰ τῆς τοῦ Πνεύματος μετουσίας χαρισάμενος ἡμῖν, τὰ μέλλοντα ἀγαθά, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Διὸ καὶ τοὺς ὑπὲρ ἡμῶν πειρασμοὺς ἀναδέχεται ὀνειδιζόμενος, μυκτηριζόμενος, παραδιδόμενος, ῥαπιζόμενος, συκοφαντούμενος, διωκόμενος, δεσμούμενος, κολαφιζόμενος, ὄξος καὶ χολὴν ποτιζόμενος καὶ τί πλεῖον εἴπω; ἥλοις καταπειρόμενος καὶ λόγχῃ νυσσόμενος. Οὕτως ἡμῖν διὰ σαρκὸς καὶ πνεύματος κοινωνήσας καὶ τὰ ὑπὲρ ἡμῶν πάθη ἀναδεξάμενος, πάλιν τοῖς ἰδίοις ἀποστόλοις παρέδωκε τὸν νόμον τοῦτον, προφήταις, πατράσι, πατριάρχαις, τοὺς μὲν προδιδάξας διὰ τοῦ ἁγίου Πνεύματος, τοῖς δὲ ὑποδείξας διὰ τοῦ ἀχράντου σώματος.

Ταύτην τὴν ἀναδοχὴν ἐμφαίνων ἔλεγεν· «Μὴ φοβεῖσθε, ἐγὼ νενίκηκα τὸν κόσμον», καὶ πάλιν· «Ἐγὼ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ», καὶ πάλιν· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ὅθεν καὶ ὁ ἅγιος Παῦλος μιμούμενος τὸν Κύριον ἔλεγε· «Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, καὶ ἀναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία», καὶ αὐτὸς τὴν ἐξ ἀγάπης ἀναδοχὴν αἰνιττόμενος.

Βούλει δὲ σαφέστερον ἐπιγνῶναι πῶς ἡμῖν πάντες οἱ ἀπόστολοι δι’ ἐννοίας καὶ λόγου καὶ πράξεως ἐκοινώνησαν, καὶ διὰ τῆς κοινωνίας τοὺς ὑπὲρ ἡμῶν ἀνεδέξαντο πειρασμούς; διὰ μὲν ἐννοίας τὰς Γραφὰς ἡμῖν διανοίγοντες, τὰς προφητείας παρατιθέμενοι, τῷ Χριστῷ πιστεύειν ὡς λυτρωτῇ πείθοντες, λατρεύειν αὐτῷ ὡς κατὰ φύσιν Υἱῷ Θεοῦ πληροφοροῦντες, ὑπὲρ ἡμῶν προσευχόμενοι, δακρύοντες, ἀποθνῄσκοντες καὶ ὅσα τῆς πιστῆς ἐστιν ἐννοίας· διὰ δὲ λόγων παρακαλοῦντες, νουθετοῦντες, ἐλέγχοντες, τὴν ὀλιγοπιστίαν ἡμῶν ὀνειδίζοντες, τὴν ἀγνωσίαν ἐπισκώπτοντες, τὰς Γραφὰς ἑρμηνεύοντες, τὸν καιρὸν φανεροποιοῦντες, τὸν Χριστὸν ὁμολογοῦντες, αὐτὸν εἶναι τὸν ἐσταυρωμένον κηρύττοντες, τὸν Λόγον ἐνανθρωπήσαντα, ἕνα καὶ οὐ δύο λέγοντες, κἂν ἐκ δύο νοοῖτο ἡνωμένον ἀδιαιρέτως, ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι τὴν κακοπιστίαν ἀνακόπτοντες, τῷ ψεύδει μὴ συντιθέμενοι, καυχωμένῳ κατὰ σάρκα μὴ συνομιλοῦντες, κενοδόξῳ μὴ συνδιατρίβοντες, ἀλαζόνα μηδόλως καταπτήσσοντες, πονηρευόμενον ἐξουθενοῦντες, τοὺς ταπεινοὺς προθέμενοι, τοὺς εὐλαβεῖς οἰκειούμενοι, καὶ ἡμᾶς τὰ αὐτὰ ποιεῖν διδάξαντες· διὰ δὲ πράξεως διωκόμενοι, μυκτηριζόμενοι, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, φυλακιζόμενοι, ἀποκτεινόμενοι, καὶ ὅσα τοιαῦτα ὑπὲρ ἡμῶν ἔπαθον.

Οὕτω δὴ οὖν διὰ τῆς κοινωνίας ἀνεδέξαντο ἡμῶν τοὺς πειρασμούς· «Εἴτε γάρ, φησίν, θλιβόμεθα εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν σωτηρίας καὶ παρακλήσεως», τὸν νόμον παρὰ τοῦ Κυρίου δεξάμενοι λέγοντος· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Καὶ αὐτοὶ ἡμῖν παραδεδώκασι λέγοντες· «Εἰ ὁ Κύριος τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν, ὀφείλομεν καὶ ἡμεῖς τὰς ψυχὰς ἡμῶν ὑπὲρ τῶν ἀδελφῶν τιθέναι»· καὶ πάλιν· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.» Εἰ οὖν ἔγνωμεν τοὺς δύο τρόπους τῆς εἰς ἀλλήλους κοινωνίας, καὶ τὴν ἐξ ἀνάγκης ἀκολουθοῦσαν ἀναδοχήν, καὶ τοὺς κατὰ ἀναλογίαν συμβαίνοντας πειρασμούς, μὴ περιεργαζόμεθα τὸ πῶς, ἢ πότε, ἢ διὰ τίνος ἐπέρχονται. Τὸ γὰρ ἑκάστῳ προσφυές, καὶ τὴν ἀνυπέρθετον αὐτῶν ἔπειξιν, καὶ τὴν πάσης τῆς κτίσεως εἰς τοῦτο συνέργειαν, μόνου τοῦ Θεοῦ ἐστιν εἰδέναι. Ἡμεῖς δὲ ὀφείλομεν μόνον πιστεύειν τῇ τοῦ Θεοῦ δικαιοσύνῃ καὶ εἰδέναι ὅτι πᾶν τὸ ἐπελθὸν ἡμῖν ἀκουσίως ἢ δι’ ἀγάπην, ἢ διὰ κακίαν ἡμῖν ἐλήλυθε καὶ διὰ τοῦτο ὑπομένειν χρὴ καὶ μὴ ἀπωθεῖσθαι αὐτό, ἵνα μὴ προσθῶμεν ἁμαρτίαν ἐφ’ ἁμαρτίαις ἡμῶν.