Ἐρώτησις
Οὐκοῦν ἐπειδὴ πολλὰ ἐπέρχονται ἡμῖν θλιβερὰ πράγματα, τοῦτο μὲν δι’ ἀνθρώπων φθονούντων, καταλαλούντων, διαβαλλόντων, συκοφαντούντων, κολακευόντων, πλανώντων, ἀπατώντων, διορυττόντων, ἀποστερούντων, σκανδαλιζόντων, ἐχθραινόντων, καταφρονούντων, μισούντων, πολεμούντων, τυπτόντων, ἐπηρεαζόντων, διωκόντων, καὶ ὅσα ἀνθρώποις παρὰ ἀνθρώπων ἐπέρχεται· ἢ καὶ παρὰ τοῦ ἰδίου σώματος σφριγῶντος, πολεμοῦντος, ἀναπαύσεις θέλοντος, ποικίλοις νοσήμασι καὶ τραύμασι περιπίπτοντος καὶ πολυτρόπως ἀσθηνοῦντος· ἢ καὶ τὰ ἐκτὸς τούτων ἐντὸς τούτοις συμβαίνοντα δήγματα κυνῶν, ἰοβόλων ἢ σαρκοβόρων θηρίων, πρὸς τούτοις λιμοί, λοιμοί, σεισμοί, παγετοί, καύσωνες, γῆρας, πενία, μόνωσις καὶ ὅσα τοιαῦτα· τοῦτο δὲ διὰ τῶν πνευμάτων τῆς πονηρίας πρὸς ἃ τὴν πάλην ἡμῶν εἶναι ὁ Ἀπόστολος ἐφανέρωσε τοὺς λόγους ἡμῶν καὶ τὰς πράξεις ἐπιτηρούντων, δι’ ὧν ἀκολούθως ἐφαμίλλους καὶ τοὺς λογισμοὺς ἡμῶν εἶναι καταστοχάζονται· καὶ εἰκότως, εἰ μὴ γὰρ ὁ αὐτεξούσιος ἡμῶν νοῦς ταῖς δοκιμαστικαῖς προσβολαῖς ἐξ ἀπιστίας προσομιλήσει καὶ ἀφεὶς τὴν καθολικὴν ἐλπίδα λογισμοὺς ἀνακινήσει, οὔτε λόγοι προσφέρονται, οὔτε πράξεις ἐπιτελοῦνται. Αὐτὸς δὲ εἴρηκας ὅτι πᾶσαι αἱ συμφοραὶ κατὰ αἰτίαν ἀναλόγως ἑκάστῳ ἐπέρχονται, εἰς ἐπίγνωσιν τῆς τοῦ Θεοῦ δικαιοσύνης ἡμᾶς ἕλκουσαι.